- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:109.8-111.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯指出,由于定义要么是论证的始基、结论,要么是变换位置的论证,因此不存在可毁灭之物的定义;进而解释了像月食这种频繁生灭之事的论证并非针对特定的可毁灭个体,而是基于同一原因下的普遍形式。
" Ὁμοίως δ’ ἔχει καὶ περὶ ὁρισμούς." Ὥσπερ, φησί, τῶν φθαρτῶν οὐκ ἔστιν ἀπόδειξις, οὕτως οὐδὲ ὁρισμὸν αὐτῶν ἐνδέχεται εἶναι· πᾶς γάρ, φησίν, ὁρισμὸς ἢ ἀρχή ἐστιν ἀποδείξεως ἢ συμπέρασμά τι ἢ ἀπόδειξις θέσει μόνῃ διαφέρουσα. εἴρηται δὲ ἐν τῷ Περὶ ψυχῆς ὅτι τρία τὰ εἴδη τῶν ὁρισμῶν. οἱ μὲν γὰρ ἐκ τῆς ὕλης εἰσίν, οἱ δὲ ἐκ τοῦ εἴδους, οἱ δὲ ἐκ τοῦ συναμφοτέρου· οἷον τὸν θυμὸν ὁριζόμενος ἐκ τῆς ὕλης ἐρεῖς ζέσιν εἶναι τοῦ περὶ τὴν καρδίαν αἵματος, ἐκ δὲ τοῦ εἴδους ὄρεξιν ἀντιλυπήσεως, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσιν τοῦ περὶ τὴν καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οἱ μὲν οὖν ἐκ τοῦ εἴδους ὁρισμοὶ ἀρχαί εἰσι τῶν ἀποδείξεων· αἱ γὰρ ἀποδείξεις ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ συλλογίζονται· αἴτιον δὲ τῆς ὕλης τὸ εἶδος· διὰ γὰρ τὸ τοιόνδε εἶδος καὶ ἡ τοιάδε ἐστὶν ὕλη. εἰς ἀπόδειξιν οὖν τοῦ θυμοῦ χρήσαιτο ἄν τις ἐν ἀρχῆς λόγῳ1 τῷ ἀπὸ τοῦ εἴδους ὁρισμῷ τοῦτον τὸν τρόπον· ὁ δεῖνα ὀρέγεται ἀντιλυπῆσαι, τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζέει τὸ περὶ τὴν καρδίαν αἷμα, ζέει ἄρα τοῦ δεῖνος τὸ περὶ τὴν καρδίαν αἷμα. ἰδοὺ γοῦν ἐν τούτοις τῷ μὲν ἀπὸ τοῦ εἴδους ὁρισμῷ εἰς ἀρχὴν τῆς ἀποδείξεως ἐχρησάμην. τὸν δὲ ἀπὸ τῆς ὕλης συμπέρασμα ἐποιησάμην ἀποδείξεως· οὐ γὰρ οἷόν τέ ἐστιν ἀποδεικνύντα τὸν μὲν ἀπὸ τῆς ὕλης ἀρχὴν ποιήσασθαι ἀποδείξεως συμπέρασμα δὲ τὸν ἀπὸ τοῦ εἴδους, διότι οὐ τὰ αἴτια ἐκ τῶν αἰτιατῶν ἡ ἀπόδειξις πιστοῦται, ἀλλ’ ἔμπαλιν ἐκ τῶν αἰτίων τὰ αἰτιατά. ὁ μέντοι ἐκ τοῦ συναμφοτέρου ὁρισμὸς ὁ αὐτός ἐστι τῇ ἀποδείξει μόνῃ τῇ θέσει διαφέρων, διότι ἐν μὲν τῷ ὁρίζεσθαι ἀπὸ τῆς ὕλης ἀρχόμενοι λήγομεν ἐπὶ τὸ εἶδος, θυμὸν εἶναι λέγοντες ζέσιν τοῦ περὶ τὴν καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως, ἐν δὲ τῇ ἀποδείξει ἀνάπαλιν χρώμεθα ἐκ τοῦ εἴδους ἀρχόμενοι καὶ λήγοντες εἰς τὴν ὕλην. εἰ τοίνυν πᾶς ὁρισμὸς ἢ ἀρχή ἐστιν ἀποδείξεως ἢ συμπέρασμά τι ἀποδείξεως ἢ ἀπόδειξις θέσει μόνῃ διαφέρουσα, δέδεικται δὲ ὅτι τῶν φθαρτῶν οὐκ ἔστιν ἀπόδειξις, συναποδεδειγμένον ἂν εἴη2 ὅτι οὐδὲ ὁρισμὸν τῶν φθαρτῶν οἷόν τε ἀποδοῦναι. εἰ γάρ τις εἴποι τὸν Σωκράτην ζῷον εἶναι λογικὸν θνητόν, οὐ τὸν Σωκράτην ὡρίσατο ἀλλὰ τὸν ἄνθρωπον ἁπλῶς, εἴ γε ὁ μὲν ὁρισμὸς ἀντιστρέφειν θέλει πρὸς τὸ ὁριστόν, οὐκ ἀντιστρέφει δὲ πρὸς τὸν Σωκράτην. τὸ δὲ θνητὸν ἐν τῷ ὁρισμῷ τοῦ καθόλου ἀνθρώπου παραλαμβάνεται ὡς πεφυκότος κατὰ τὰ ἄτομα ἀποθνήσκειν,3 οὐ μὴν κατὰ τὸ ὁριστὸν εἶδος· † ὡς γὰρ οὐκ ἔστι κατὰ τὸ ὁριστὸν εἶδος οἷον εἰπεῖν τὸ γελαστικόν, οὕτως λέγεται καὶ δίπουν καὶ χερσαῖον.
“关于定义的情况也是如此。” 他说,正如不存在关于可毁灭之物的论证一样,同样也不可能有关于它们的定义;因为他说,一切定义要么是论证的始基,要么是某种结论,要么是仅在位置上有差异的论证。而在《论灵魂》中已经说过,定义的种类有三种。因为有些定义源于质料,有些源于形式,有些源于两者的结合体;例如,在定义愤怒时,从质料出发你将说它是心脏周围血液的沸腾,从形式出发说是报复的欲望,从结合体出发则说是因报复的欲望引起的心脏周围血液的沸腾。因此,源于形式的定义是论证的始基;因为论证是从原因推论出结果;而形式是质料的原因;因为由于形式是如此这般,质料也是如此这般。因此,为了论证愤怒,人们可以在始基的角色中按这种方式运用基于形式的定义:“某人欲望报复;欲望报复者心脏周围的血液沸腾;所以某人心脏周围的血液沸腾。”看哪,至少在这些之中,我将基于形式的定义用作了论证的始基,而将基于质料的定义作成了论证的结论;因为一个进行论证的人不可能把基于质料的定义当作论证的始基而把基于形式的定义当作结论,因为论证不是从结果确证原因,而是反过来从原因确证结果。然而,源于两者的结合体的定义与论证本身是同一的,仅在位置上有所不同,因为在下定义时我们从质料开始而终止于形式,说愤怒是因报复的欲望引起的心脏周围血液的沸腾,但在论证中我们则相反地使用它们,从形式开始而终止于质料。因此,如果一切定义要么是论证的始基,要么是论证的某种结论,要么是仅在位置上有差异的论证,并且已经表明不存在关于可毁灭之物的论证,那么也将一并被证明:给出关于可毁灭之物的定义也是不可能的。因为如果有人说苏格拉底是理性的有死的动物,他定义的不是苏格拉底,而只是端而言之的人,如果定义确实要求与被定义项互换,而它并不与苏格拉底互换的话。在普遍的人的定义中,“有死的”被采纳,乃是因为其本性上按个体而死亡,绝不是按被定义的形式而死亡;因为正如所谓有笑的能力并不是按被定义的形式存在一样,两足的和陆生的也是如此被说的。
"Αἱ δὲ τῶν πολλάκις γινομένων ἀποδείξεις καὶ ἐπιστῆμαι, οἷον σελήνης ἐκλείψεως, δῆλον ὅτι ᾗ μὲν τοιαίδε εἰσίν, αἰεί εἰσιν, ᾗ δ’ οὐκ αἰεί, κατὰ μέρος εἰσίν. ὥσπερ δ’ ἡ ἔκλειψις, ὡσαύτως τοῖς ἄλλοις." Ἐπειδὴ εἶπε τῶν φθαρτῶν μὴ εἶναι ἀπόδειξιν, ζητεῖ περὶ τῶν ἀιδίως μὲν γινομένων φθειρομένων δὲ κατὰ τὰ μερικά, οἷον ἐκλείψεων. εἰ γὰρ ἑκάστη τῶν ἐκλείψεων φθαρτή ἐστιν, πῶς ἐπὶ τούτων φαμὲν ἀπόδειξιν εἶναι; καὶ φησὶν ὅτι ἑκάστη μὲν τῶν κατὰ μέρος ἐκλείψεων οὐκ ἀποδεικτή, ἐπείπερ ἐστὶ γενητὴ καὶ φθαρτή, ἡ δὲ ἀπόδειξις οὐχ ὡς ἐπὶ τῆσδε τῆς ἐκλείψεως γίνεται τῆς κατὰ τήνδε τὴν ὥραν γινομένης ἀλλὰ κατὰ τὸ κοινὸν εἶδος τῶν ἐκλείψεων, τῶν ὅσαι ὑπὸ τὴν αὐτὴν πίπτουσιν αἰτίαν.4 ἀλλ’ οὐδὲ ὡς μιᾶς οὔσης τῆς σελήνης, οὕτω ποιούμεθα τὰς ἀποδείξεις, ἀλλ’ ὡς εἰ καὶ μυρίαι ἦσαν ὑπὸ τὴν ἀντίφραξιν τῆς γῆς ἐκλιμπάνουσαι. ταύτην οὖν ἀπόδειξίν φαμεν κυρίως τὴν ἐπὶ τῆς ἐκλείψεως τοῦ ἡλίου τε καὶ τῆς σελήνης, διότι οὔτε ὡς ἐπὶ τῆσδε τῆς ἐκλείψεως οὔτε ὡς ἑνὸς ὄντος τοῦ ἡλίου καὶ μιᾶς τῆς σελήνης ποιούμεθα τὰς ἀποδείξεις. ὥστε οὐ τῆσδε τῆς ἐκλείψεώς ἐστιν ἡ ἀπόδειξις ἀλλ’ ἁπλῶς ἐκλείψεως τῆς κατὰ τὰς αὐτὰς αἰτίας γινομένης, κἂν μυρία ᾖ τὰ ἐκλιμπάνοντα. [δι’] αὐτῆς μέντοι τῆς κατὰ τήνδε τὴν ὥραν γινομένης οὐκ ἔστιν ἀπόδειξις, εἰ μὴ οὕτως ὥσπερ καὶ τῶν ἄλλων φθαρτῶν ἐλέγομεν εἶναι ἀπόδειξιν, τῷ τὸ ἐν τούτοις καθόλου ἀποδείκνυσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν παραπλησίων.
“而对于频繁发生的事物,例如月食的论证和知识,显然就它们是如此这般而言,它们是恒常的,而就它们不是恒常而言,它们是特称的。正如月食一样,对于其他事物也是如此。” 既然他说了不存在关于可毁灭之物的论证,他就探究那些虽然永恒发生但在特称方面毁灭的事物,例如食。因为如果每一个具体的食都是可毁灭的,我们怎么能说在这些事物上有论证呢?他说,虽然每一个具体的食是不可论证的,因为它是产生且可毁灭的,但论证并不是作为针对发生在这个特定时刻的这个食而作出的,而是按照落入同一原因之下的那些食的共同形式作出的。而且我们作出论证时,也不是当作只有一个月亮存在,而是当作即使有无数个月亮在地球的遮挡下发生食[也同样适用]。因此我们说,在太阳和月亮的食的情况下的这一论证是严格意义上的,因为我们作出论证既不是作为针对这一个特定的食,也不是当作太阳只有一个且月亮只有一个。因此,论证不是针对这一个特定的食,而是针对依相同原因发生的端而言之的食,即使发生食的物体有无数个。然而,对于在这个特定时刻发生的食本身并不存在论证,除非正如我们谈到其他可毁灭之物时所说的那样存在论证,即通过证明这些事物中的普遍者。在类似的事物上也是同样的情况。
- 1.155ἐν ἀρχῆς λόγῳ
介词短语 ἐν ἀρχῆς λόγῳ 属于习惯表达,意为“以始基的资格/角色”。此处的 λόγος 并非指“定义”或“比例”,而是作“身分”、“功能”解,支配属格 ἀρχῆς,表明基于形式的定义在三段论中充当前提(始基)。
- 1.155συναποδεδειγμένον ἂν εἴη
由完成时被动分词 συναποδεδειγμένον 与祈愿语气 εἴη 及助词 ἄν 构成的完成时潜在祈愿迂回表达。它构成前面条件句(εἰ τοίνυν... δέδεικται)的主句,表达推论得出的必然逻辑结果(“亦当同时被证明……”)。
- 1.155ὡς πεφυκότος κατὰ τὰ ἄτομα ἀποθνήσκειν
由 ὡς 引导的属格绝对结构,省略的逻辑主语为前文的 ὁ ἄνθρωπος。它与完成时分词 πεφυκότος 连用,表达理由与视角:“作为[人]在本性上按个体死亡”。
- 1.156τῶν ὅσαι ὑπὸ τὴν αὐτὴν πίπτουσιν αἰτίαν
关系从句 ὅσαι... αἰτίαν 由名词化的定冠词属格 τῶν 引入,对前面的 τῶν ἐκλείψεων 起同位及限定修饰作用(“即归于同一原因之下的那些[食]”),表明论证所关注的是由单一原因统辖的普遍类,而非偶然的个别现象。
