- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:111.3-112.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 75b37中论证前提必须源自固有始基的主张,斐洛波诺斯以关于石头和物体的三段论为例进行说明,并批判性地考察了亚历山大和普罗克洛关于布吕松化圆为方(该证明依赖于过于普遍的始基)的解释及其各自的缺陷。
" Ἐπεὶ δὲ φανερὸν ὅτι ἕκαστον ἀποδεῖξαι οὐκ ἔστιν ἀλλ’ ἢ ἐκ τῶν ἑκάστου ἀρχῶν, ἂν τὸ δεικνύμενον ὑπάρχῃ ᾗ ἐκεῖνο, οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο.1" Ἔτι καὶ τοῦτο προστίθησι τοῖς περὶ ἐπιστήμης δεδειγμένοις, ὅτι οὐκ ἀρκεῖ 〈εἰς〉 τὸ ποιῆσαι ἀπόδειξιν τὸ ἀληθεῖς τε καὶ ἀμέσους λαβεῖν προτάσεις, ἀλλὰ καὶ δεῖ οἰκείας τοῦ ὑποκειμένου ἀποδεικτοῦ εἶναι ταύτας. ἐὰν μὲν γὰρ εἴπω οὕτως, ὅτι πᾶς λίθος κέχρωσται, πᾶν τὸ κεχρωσμένον σῶμά ἐστι, πᾶς ἄρα λίθος σῶμά ἐστιν, ἔλαβον μὲν προτάσεις ἀληθεῖς, ἀλλὰ καὶ ἀμέσους (οὐδενὸς γὰρ ὅρου δέομαι μέσου πρὸς τὸ ἀποδεῖξαι ἢ ὅτι ὁ λίθος κέχρωσται ἢ ὅτι τὸ κεχρωσμένον σῶμά ἐστιν), οὐ μὴν οἰκεῖος ὁ μέσος ὅρος τῷ ὑποκειμένῳ· τὸ γὰρ κεχρῶσθαι πολλοῖς καὶ ἄλλοις ὑπάρχει. δεῖ δέ, ὡς πολλάκις εἴρηται, τὴν ἀπόδειξιν ἐκ τῶν ἑκάστου οἰκείων ἀρχῶν γίνεσθαι, τουτέστιν ἵνα ὁ μέσος ὅρος οἰκεῖος ᾖ τοῖς ἄκροις καὶ μηδενὶ ἄλλῳ κοινός. ὥστε, φησί, δεῖ οὐ μόνον ἐξ ἀληθῶν καὶ ἀμέσων ἀλλὰ καὶ ἐξ οἰκείων τοῦ συμπεράσματος εἰλῆφθαι τὰς προτάσεις· ἐπεὶ οὕτω, φησί, καὶ τὸν Βρύσωνος τετραγωνισμὸν δεῖξαι δυνατὸν ἔκ τινων κοινοτέρων καὶ μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ προκειμένου. ὁ μὲν οὖν Ἀριστοτέλης περὶ τοῦ Βρύσωνος τετραγωνισμοῦ τοσοῦτόν φησιν. ὁ δὲ Ἀλέξανδρός φησι τὸν Βρύσωνα ἐπιχειρῆσαι τετραγωνίσαι τὸν κύκλον τὸν τρόπον τοῦτον. παντός, φησίν, ἐγγραφομένου ἐν τῷ κύκλῳ εὐθυγράμμου σχήματος μείζων ἐστὶν ὁ κύκλος, τοῦ δὲ περιγραφομένου ἐλάττων (ἐγγράφεσθαι δὲ λέγεται ἐν κύκλῳ εὐθύγραμμον τὸ ἐντὸς τοῦ κύκλου γραφόμενον, περιγράφεσθαι δὲ τὸ ἐκτός)· ἀλλὰ καὶ τὸ μεταξὺ τοῦ τε ἐγγραφομένου καὶ περιγραφομένου εὐθυγράμμου γραφόμενον εὐθύγραμμον σχῆμα τοῦ μὲν περιγραφομένου ἐστὶν ἔλαττον τοῦ δὲ ἐγγραφομένου μεῖζον· τὰ δὲ τοῦ αὐτοῦ μείζονα καὶ ἐλάττονα ἴσα ἀλλήλοις ἐστίν·2 ὁ κύκλος ἄρα ἴσος ἐστὶ τῷ μεταξὺ γραφομένῳ εὐθυγράμμῳ τοῦ τε ἐγγραφομένου καὶ περιγραφομένου. ἔχομεν δὲ παντὶ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστήσασθαι· τῷ κύκλῳ ἄρα ἴσον τετράγωνον ἔστι ποιῆσαι. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως. ἔλεγε δὲ ὁ φιλόσοφος Πρόκλον τὸν αὑτοῦ διδάσκαλον ἐπισκήπτειν τῇ Ἀλεξάνδρου ἐξηγήσει,3 ὅτι, εἰ οὕτως ἐτετραγώνισεν ὁ Βρύσων τὸν κύκλον, συνέτρεχε τῷ Ἀντιφῶντος τετραγωνισμῷ. τὸ γὰρ μεταξὺ τοῦ ἐγγραφομένου καὶ περιγραφομένου εὐθυγράμμου γραφόμενον σχῆμα ἐφαρμόζειν τῇ τοῦ κύκλου περιφερείᾳ, τοῦτο καὶ ὁ Ἀντιφῶν ἐποίει, ἕως οὗ ἐφήρμοσεν, ὡς ἐκεῖνος ἔλεγεν, εὐθεῖαν περιφερείᾳ. ὅπερ ἀδύνατον· εἴρηται δὲ περὶ τούτου ἐν ταῖς Φυσικαῖς. οὐκ ἂν οὖν ὁ Ἀριστοτέλης τὸν Βρύσωνος τετραγωνισμὸν ὡς ἕτερον ὄντα παρὰ τὸν Ἀντιφῶντος παρετίθει, εἴ γε οὕτως ὁ Βρύσων ἐτετραγώνισεν. ἐγὼ δέ, φησὶν ὁ Πρόκλος, καὶ τὸ ἀξίωμα ψευδὲς εἶναι λέγω· οὐ γὰρ ἀληθὲς τὸ τὰ τοῦ αὐτοῦ μείζονα καὶ ἐλάττονα, ταῦτα ἴσα εἶναι ἀλλήλοις· τὴν γοῦν δεκάδα μείζονα μὲν εἶναι τῶν ὀκτώ, ἐλάττονα δὲ τῶν δώδεκα· ἀλλὰ δὴ καὶ τὰ ἐννέα ὁμοίως τῶν μὲν δώδεκά ἐστιν ἐλάττονα, μείζονα δὲ τῶν ὀκτώ· καὶ οὐ δήπου τὰ δέκα καὶ τὰ ἐννέα ἴσα ἐστίν, ἐπειδὴ τῶν αὐτῶν, τῶν τε δώδεκα καὶ τῶν ὀκτώ, καὶ μείζονά ἐστι καὶ ἐλάττονα. οὐκ ἄρα, κἂν τοῦ αὐτοῦ, [τὸ μεταξὺ] τοῦ τε ἐγγραφομένου καὶ τοῦ περιγραφομένου, μείζονά ἐστι καὶ ἐλάττονα ὁ κύκλος καὶ τὸ μεταξὺ τοῦ τε ἐγγραφομένου καὶ τοῦ περιγραφομένου γραφόμενον εὐθύγραμμον, ἤδη διὰ τοῦτο καὶ ἀλλήλοις ἐστὶν ἴσα, εἰ μή τις, ὅπερ ἤδη εἴρηται, κατὰ τὸν Ἀντιφῶντα τὸ μεταξὺ τοῦ ἐγγραφομένου καὶ περιγραφομένου γραφόμενον εὐθύγραμμον ἐφαρμόζειν φησὶ τῷ κύκλῳ, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ εὐθεῖα περιφερείᾳ ἐφαρμόζει. ὁ οὖν Πρόκλος ἔλεγε τετραγωνίζειν τὸν Βρύσωνα τὸν τρόπον τοῦτον· παντός, φησί, τοῦ ἐγγραφομένου εὐθυγράμμου μείζων ἐστὶν ὁ κύκλος, τοῦ δὲ περιγραφομένου ἐλάττων· οὗ δὲ ἔστι μεῖζον καὶ ἔλαττον, τούτου ἔστι καὶ ἴσον· ἔστι δὲ μεῖζον καὶ ἔλαττον εὐθύγραμμον τοῦ κύκλου· ἔστιν ἄρα αὐτοῦ καὶ ἴσον. καὶ πρὸς τὰ Πρόκλου δὲ ἔστιν ἐκεῖνο εἰπεῖν, ὅτι, εἰ οὕτως ὁ Βρύσων κατεσκεύαζε τὸν τοῦ κύκλου τετραγωνισμόν, οὐδὲ κατεσκεύαζεν ὅλως ἀλλὰ τὸ ἐξ ἀρχῆς ᾐτεῖτο. οὐδὲ γὰρ οἱ τὸν κύκλον τετραγωνίζοντες τοῦτο ἐζήτουν, εἰ οἷόν τέ ἐστι τῷ κύκλῳ ἴσον τετράγωνον εἶναι, ἀλλ’ ὡς οἰόμενοι ὅτι ἐνδέχεται εἶναι οὕτως ἐπειρῶντο τετράγωνον ἴσον τῷ κύκλῳ γεννᾶν. τὸ δὲ νῦν παρὰ τοῦ Πρόκλου λεχθέν, ὡς ἔλεγεν ὁ ἡμέτερος διδάσκαλος, ὅτι μὲν ἐνδέχεται ἴσον εἶναι τῷ κύκλῳ τετράγωνον, εἴπερ ἄρα καὶ τοῦτο συγχωρηθείη, ἔδειξεν· οὐ μὴν δὲ καὶ κατέγραψεν ἴσον τῷ κύκλῳ τετράγωνον οὐδὲ πῶς ἂν τοῦτο γένοιτο ἐδίδαξεν, ὅπερ ποιῆσαι βούλονται οἱ τὸν κύκλον τετραγωνίζοντες.
“既然显而易见,除非从各事物的始基出发,否则不可能论证每一事物,如果被证明者正是就其作为该事物而言属于它,那么对此拥有知识是不可能的。” 除此以外,他还将这一点补充到关于科学知识已证明的论断中:为了作出论证,仅仅采纳真实且无中介的前提是不够的,还必须使这些前提是所论证的主体所固有的。因为如果我这样说:“凡石头皆有颜色,凡有颜色者皆是物体,所以凡石头皆是物体”,我虽然采纳了既真实而且无中介的前提(因为为了论证石头有颜色,或者有颜色者是物体,我不需要任何中项),然而这一中项并不是该主体所固有的;因为拥有颜色也属于许多其他事物。但是,正如屡次谈到的那样,论证必须从各事物固有的始基出发,也就是说,中项必须是两极端项所固有的,而不为任何其他事物所共有。他说,因此前提必须不仅取自真实且无中介的始基,而且必须取自结论所固有的始基;因为他说,如果不这样,就有可能从某些更普遍的始基,而不是从当前课题所固有的始基,来证明布吕松的化圆为方。关于布吕松的化圆为方,亚里士多德本人就说了这么多。但亚历山大说,布吕松曾尝试按以下方式将圆化为方:他说,圆大于每一个内接于该圆的直线图形,但小于外切的直线图形(所谓内接于圆的直线图形,是指画在圆内部的图形,外切则是指画在外部的图形);然而,画在内接与外切直线图形之间的直线图形,也小于外切图形而大于内接图形;凡大于且小于同一事物的,彼此相等;因此圆等于画在内接与外切之间的直线图形。而我们能够作出等于任何已知直线图形的正方形;因此能够作出等于圆的正方形。亚历山大便是这样说的。但哲学家[阿摩尼乌斯]说,他自己的老师普罗克洛指责亚历山大的解释,理由是:如果布吕松是这样将圆化为方的,他就与安提丰的化圆为方殊途同归了。因为画在内接与外切直线图形之间的图形与圆周相重合,这也正是安提丰所做的,直到他如他自己所说的那样将直线重合于圆周。而这是不可能的;关于这一点已经在《物理学》中讨论过了。因此,如果布吕松确实是这样化圆为方的,亚里士多德就不会将布吕松的化圆为方当作不同于安提丰的而列举出来了。普罗克洛说:“而我主张公理本身也是假的;因为大于且小于同一事物的诸物彼此相等,这并不是真的。诚然,十大于八,但小于十二;然而九同样小于十二,却大于八;但绝不能因为十和九相对于同一事物(即十二和八)既大于又小于,它们就是相等的。因此,即使圆与画在内接和外切之间的直线图形相对于同一事物(即内接和外切图形)既大于又小于,它们也绝不因此就已经彼此相等,除非正如前面已经说过的那样,有人按照安提丰的方式主张画在内接和外切之间的直线图形与圆相重合,而这是不可能的;因为直线绝不会与圆周相重合。”因此普罗克洛说,布吕松是按这种方式化圆为方的:他说,圆大于每一个内接的直线图形,但小于外切的直线图形;而凡有大于和小于它的事物存在的地方,也就有等于它的事物存在;存在着大于和小于圆的直线图形;因此也存在等于它的直线图形。但针对普罗克洛的观点,也可以这样说:如果布吕松是这样确立圆的化方的,他根本没有确立它,而只是在乞求最初的前提。因为那些化圆为方的人所探求的并不是这一点,即是否可能存在等于圆的正方形,而是认为这是可能的,并按这种想法试图构造出等于圆的正方形。正如我们的老师所说,普罗克洛现在所说的,如果连这一点也予以承认的话,固然证明了可能存在等于圆的正方形;然而绝没有画出等于圆的正方形,也没有教导这如何能够实现,而这正是那些化圆为方的人想要做的事。
- 1.157ἂν τὸ δεικνύμενον ὑπάρχῃ ᾗ ἐκεῖνο, οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο
亚里士多德原文(引文)的句法结构。条件从句“ἂν τὸ δεικνύμενον ὑπάρχῃ ᾗ ἐκεῖνο”(如果被证明者正是就其作为该事物而言属于它)修饰主句“οὐκ ἔστι τὸ ἐπίστασθαι τοῦτο”(对此拥有知识是不可能的),两者共同置于“Ἐπεὶ δὲ φανερὸν ὅτι...”(既然显而易见……)的原因从句统摄之下。其义理脉络在于:对于就自身而言属性的论证,若不源于该事物特有的固有始基,就不能构成真正的知识。
- 1.157τὰ δὲ τοῦ αὐτοῦ μείζονα καὶ ἐλάττονα ἴσα ἀλλήλοις ἐστίν
亚历山大引述的布吕松所运用的公理。主语短语“τὰ ... μείζονα καὶ ἐλάττονα”中,“τοῦ αὐτοῦ”(同一事物)作比较属格。字面意思为“大于且小于同一事物的诸物彼此相等”,指的是相对于同一组基准(内接图形与外切图形)同时具有大于和小于关系的两个对象(圆与中间直线图形)。普罗克洛的反例(10与9皆大于8且小于12)清楚表明,该公理指的是相对于同一组基准项处于中间状态的事物。
- 1.157ἔλεγε δὲ ὁ φιλόσοφος Πρόκλον τὸν αὑτοῦ διδάσκαλον ἐπισκήπτειν τῇ Ἀλεξάνδρου ἐξηγήσει
间接引语中的“宾格加不定式”结构。“ὁ φιλόσοφος”(哲学家,指阿摩尼乌斯)是主句主语,而“Πρόκλον τὸν αὑτοῦ διδάσκαλον”(他自己的老师普罗克洛)是不定式“ἐπισκήπτειν”(指责、驳斥)的逻辑主语。反身代词“αὑτοῦ”回指主句主语“ὁ φιλόσοφος”,表明普罗克洛是阿摩尼乌斯的老师。这与文末的“ὡς ἔλεγεν ὁ ἡμέτερος διδάσκαλος”(正如我们的老师所说)前后呼应,后者同样指阿摩尼乌斯。
