- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:108.13-109.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德《后分析篇》75b26,解释了在推论可毁灭之物时,小前提必然是可毁灭的,且由于时间性限制只能是特称而非严格全称,从而无法得出首要且端而言之的论证结论。
" Ὅταν δ’ ᾖ τοιαύτη, ἀνάγκη τὴν ἑτέραν μὴ καθόλου εἶναι πρότασιν καὶ φθαρτὴν καὶ τὰ ἑξῆς." Ὅταν δέ, φησί, τὸ φθαρτὸν συλλογιζώμεθα, ἀνάγκη τῶν δύο προτάσεων τὴν ἐλάττονα καὶ φθαρτὴν εἶναι καὶ μὴ καθόλου, φθαρτὴν μέν, διότι καὶ τὸ συμπέρασμα φθαρτόν, εἴ γε μὴ οἷόν τε ἐξ ἀναγκαίων φθαρτόν τι συμπερανθῆναι, μὴ καθόλου δέ, ὅτι τὸ μὲν ἔσται τὸ δὲ οὐκ ἔσται ἐφ’ ὧν,1 τουτέστιν ἐπειδὴ φθαρτὴν εἶναι ἀνάγκη τὴν ἐλάττονα πρότασιν, ἀνάγκη καὶ μερικὴν εἶναι ταύτην. ἐφ’ ὧν γὰρ ἀληθεύει, τὸ μὲν αὐτῶν ἔσται τὸ δὲ οὐκ ἔσται· ὅσον μὲν γὰρ αὐτῶν οὔπω ἔφθαρται, τοῦτο ἔσται, ὅσον δὲ ἔφθαρται, τοῦτο οὐκ ἔσται· ὧν δὲ τὸ μὲν ἔστι τὸ δὲ οὐκ ἔστι, τούτων τὸ κατ’ ἀλήθειαν κατηγορούμενον μερικὸν εἶναι ἀνάγκη. οἷον εἴ τις λέγοι ὅτι πᾶς ἄνθρωπος ζῷον, ἐπειδὴ πᾶς ἄνθρωπος φθαρτός, ἀνάγκη τοὺς μὲν ἐφθάρθαι τοὺς δὲ εἶναι· εἰ δὲ τοῦτο, οὐ καθόλου ἔσται τὸ πάντα ἄνθρωπον ζῷον εἶναι· οἱ γὰρ φθαρέντες οὐ ζῷα· ὥστε τὸ τινὰς εἶναι ζῷα μᾶλλον ἀληθές. μερικῆς δὲ οὔσης τῆς ἐλάττονος προτάσεως ἀποδεικτικὸν οὐ γίνεται συμπέρασμα. Τούτων οὖν οὕτως ἐχόντων οὐκ ἔσται ἐκ τῶν τοιούτων, φησίν, προτάσεων τὸ καθόλου συλλογίσασθαι, ἀλλ’ ὅτι νῦν.2 κυρίως μὲν γάρ ἐστι καθόλου τὸ κατὰ παντὸς καὶ πρώτως καὶ οὐ ποτὲ μὲν οὕτως ἔχον ποτὲ δ’ οὐχ οὕτως ἀλλ’ ἀεί. τὸ δὲ πάντα ἄνθρωπον ζῷον εἶναι οὐ καθόλου· οὐ καθόλου γάρ ἐστι νῦν ἀληθὲς εἰπεῖν, ὅτι καὶ οἱ γενόμενοι ἄνθρωποι ζῷά εἰσιν καὶ οἱ γενησόμενοι (οὐ γὰρ εἰσὶν οὔτε οἱ γενόμενοι οὔτε οἱ γενησόμενοι), ἀλλ’ ὅτι οἱ νῦν ὄντες ἄνθρωποι πάντες ζῷά εἰσιν· οὕτω γὰρ ἐπὶ τῶν φθαρτῶν ἀληθὲς τὸ καθόλου, οὐ μὴν ἁπλῶς. ἀλλ’ οὐ τοιοῦτον τὸ εἰς τὰς ἀποδείξεις καθόλου συντελοῦν ἀλλὰ τὸ ἁπλῶς καὶ οὐ ποτὲ μὲν οὕτω ποτὲ δὲ οὐχ οὕτως εἶναι ἐφ’ ὧν κατηγορεῖται. οὐκ ἔστιν ἄρα τῶν φθαρτῶν ἀπόδειξις.
“而当它是如此这般时,必然前提之一不是全称的且是可毁灭的,等等。” 他说,每当我们推论可毁灭之物时,两个前提中的小前提必然既是可毁灭的又不是全称的:可毁灭,是因为结论也是可毁灭的,如果确实不可能从必然的前提推断出可毁灭之物的话;不是全称的,是因为“在它们所针对的事物中,一部分将存在,而另一部分将不存在”,也就是说,既然小前提必然是可毁灭的,那么它也必然是特称的。因为在它为真的那些事物中,它们的一部分将存在,而另一部分将不存在;因为它们当中凡尚未毁灭的将存在,而凡已毁灭的将不存在;而对于其中一部分存在另一部分不存在的事物,真实地述及它们的东西必然是特称的。例如,如果有人说“凡人皆是动物”,既然凡人皆是可毁灭的,那么必然某些人已经毁灭而另一些人尚存在;但若是如此,“凡人皆是动物”将不是全称的;因为已毁灭的人不是动物;因此“某些人是动物”反倒是更真实的。而在小前提是特称的情况下,不会得出论证性的结论。 因此,在这些情况如此时,他说,从这样的前提中不可能推论出全称之物,而只能推论出“现在[是如此]”。因为严格意义上的全称,乃是述及全部、首要地、并非在某时如此而在某时不如此而是恒常如此的东西。但“凡人皆是动物”不是全称的;因为现在说“曾经出生的人是动物,将要出生的人也是动物”并不是全称地为真的(因为既没有曾经出生的人存在,也没有将要出生的人存在),而只是〔说〕“现在存在的人全都是动物”〔为真〕;因为在可毁灭之物上全称是这样为真的,但绝非端而言之。然而有助于论证的全称不是这样的,而是端而言之、在其所述及的事物上并非某时如此某时不如此的全称。因此,不存在关于可毁灭之物的论证。
- 1.154ὅτι τὸ μὲν ἔσται τὸ δὲ οὐκ ἔσται ἐφ’ ὧν
此处征引了亚里士多德的原句(75b28–29:ὅτι τὸ μὲν ἔσται τὸ δ’ οὐκ ἔσται ἐφ’ ὧν)。在句法上,关系从句 ἐφ’ ὧν 指向省略的先行词(如 ἐπὶ τούτων),而分述连词 τὸ μέν ... τὸ δέ 作为主格主语,指示在这些事物中“一部分”与“另一部分”的对立。
- 1.154ἀλλ’ ὅτι νῦν
承接前文 οὐκ ἔσται ... τὸ καθόλου συλλογίσασθαι 的省略构词,当补足为 ἀλλ’ [ἔσται συλλογίσασθαι] ὅτι νῦν [τοῦτο ὑπάρχει / ἀληθές ἐστιν],意即“不可能推论出全称,而只能[推论出]仅仅在‘现在’[如此从属/为真]”。
