← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§107.4-108.12

可灭事物的论证与宛如附带的知识

斐洛波诺斯通过考察具有本质述词的可毁灭命题(如“苏格拉底是动物”),阐明了亚里士多德使用“宛如附带地”(ὥσπερ κατὰ συμβεβηκός)这一限定语的缘由,并评析了关于全称性的两种抄本异文(ὅτι οὐ καθόλου 与 ὅτι τοῦ καθόλου)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.153

" Οὐκ ἔστιν ἄρα ἀπόδειξις τῶν φθαρτῶν οὐδ’ ἐπιστήμη ἁπλῶς, ἀλλ’ οὕτως ὥσπερ κατὰ συμβεβηκός, ὅτι οὐ καθόλου αὐτοῦ ἐστιν ἀλλὰ ποτὲ καὶ πῶς.1" Καλῶς οὐκ εἶπε ‘κατὰ συμβεβηκός’ ἀλλ’ ὥσπερ κατὰ συμβεβηκός. τοῦ γὰρ ὅτι Σωκράτης ζῷον ἀπόδειξις μὲν οὐκ ἔσται, διότι φθαρτὸν ὁ Σωκράτης· τρόπον δέ τινα κατὰ συμβεβηκὸς ἂν λέγοιτο αὐτοῦ εἶναι ἀπόδειξις, ὅτι ἐφ’ οὗ ἐστι κυρίως ἡ ἀπόδειξις, τοῦτο ὑπάρχει Σωκράτει, λέγω δὴ τὸ ἔμψυχον αἰσθητικόν, ὃ καθ’ αὑτὸ καὶ πρώτως ἐστὶ ζῷον. ἀλλ’ οὐ κατὰ συμβεβηκὸς τοῦτο ὑπάρχει Σωκράτει ἀλλὰ ποτέ· διὰ τοῦτο οὐ κυρίως κατὰ συμβεβηκὸς Σωκράτης ζῷόν ἐστιν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός, διότι ἡ μὲν ἀπόδειξις ἐπ’ ἄλλου ἐστὶ κυρίως, καθ’ οὗ προσεχῶς τὸ ζῷον κατηγορεῖται, οἷον τοῦ αἰσθητικοῦ, δι’ ἐκείνου δέ, ἔστ’ ἂν ᾖ Σωκράτης,2 λέγοιτο ἂν ἀποδείκνυσθαι ὅτι ζῷόν ἐστι· τὸ δὲ μὴ ἀεὶ ὂν τρόπον τινὰ τοῖς κατὰ συμβεβηκὸς ἐοικὸς ἂν εἴη. διττῶς δὲ φέρεται ἡ γραφή. τὰ μὲν γὰρ πλεῖστα τῶν ἀντιγράφων ἔχουσιν ὅτι τοῦ καθόλου αὐτοῦ ἐστιν, τινὰ δὲ ὅτι οὐ καθόλου αὐτοῦ ἐστι. καὶ ἡ μὲν δευτέρα γραφὴ σαφεστέρα ἂν εἴη, τουτέστιν ἐπεὶ μὴ καθόλου τὸ εἶναι Σωκράτην ζῷον· καθόλου γὰρ ἦν τὸ πρώτως καὶ παντὶ καὶ ἀεὶ τῷ ὑποκειμένῳ ὑπάρχον· ἡ δὲ ἀπόδειξις τῶν τοιούτων. τὸ δὲ ἀλλὰ ποτὲ καὶ πῶς, τοῦτ’ ἔστιν ὅτι ποτὲ κατὰ Σωκράτους τὸ ζῷον κατηγορεῖται, ἔστ’ ἂν ᾖ ὁ Σωκράτης. τὸ δὲ καὶ πῶς, ὅτι οὐ πρώτως οὐδὲ καθ’ αὑτὸ ὁ Σωκράτης ζῷον, ἀλλ’ ἐπεὶ πᾶς ἄνθρωπος ζῷον, πᾶν δὲ ζῷον αἰσθητικόν, ὁ Σωκράτης δὲ καὶ ἄνθρωπος καὶ αἰσθητικός, διὰ τοῦτο ὁ Σωκράτης ζῷον· δεῖ δὲ τὴν ἀπόδειξιν καθ’ αὑτὸ πρώτως τῷ ὑποκειμένῳ ὑπάρχειν. ἡ δὲ ἑτέρα γραφὴ ἡ λέγουσα ὅτι τοῦ καθόλου αὐτοῦ ἐστι ἤτοι τὸ καθόλου φησὶν ἐπί [τε] τοῦ κατὰ παντός, τουτέστιν ἐπειδὴ πᾶς ἄνθρωπος ζῷον, διὰ τοῦτο καὶ Σωκράτης ζῷον· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον. ἢ εἰ οὕτω φησὶ τοῦ καθόλου, κατὰ τὰ ἐνταῦθα παραδεδομένα λέγοι ἂν οὗ πρώτως τὸ ζῷον κατηγορεῖται· τοῦτο δέ ἐστι τὸ αἰσθητικόν· κατὰ παντὸς γὰρ τούτου τὸ ζῷον. ἐπεὶ οὖν ἐπὶ τούτου κυρίως ἡ ἀπόδειξις ὅτι ζῷον, διὰ τοῦτο λέγοιτο ἂν καὶ ἐπὶ Σωκράτους δείκνυσθαι ὅτι ζῷον. τὸ δὲ ποτὲ καὶ πῶς ὡσαύτως ὡς καὶ ἐν τῇ ἑτέρᾳ γραφῇ νοητέον, τουτέστιν ἐπὶ Σωκράτους οὐ καθόλου τὸ ζῷον ἀλλὰ ποτὲ καὶ πῶς, ἀλλ’ οὕτως ὥσπερ κατὰ συμβεβηκός. δυνατὸν μὲν οὖν ἦν τὴν φθαρτὴν πρότασιν καὶ κατὰ συμβεβηκὸς τῷ ὄντι λαβεῖν, ὡς εἰ ἐλέγομεν ‘Σωκράτης λευκός ἐστιν’. ἀλλ’ ἵνα τῶν φθαρτῶν προτάσεων τὰς μᾶλλον ἐγγιζούσας τῇ ἀποδείξει παραλάβῃ, διὰ τοῦτο παρέλαβε τὰς οὐσιώδη ἐχούσας τὸν κατηγορούμενον, οἷον ὅτι ὁ Σωκράτης ζῷον ἤ τι τοιοῦτον· καὶ διὰ τοῦτο, ἐπειδὴ τὰς τοιαύτας ἔλαβε προτάσεις, εἶπε τὸ ὥσπερ κατὰ συμβεβηκός.

“因此,既不存在关于可毁灭之物的论证,亦不存在端而言之的科学知识,而只以宛如附带的方式存在,因为关于它的[论证]并不是全称的,而是在某时且以某种方式的。” 他恰当地没有说“附带地”,而是说“宛如附带地”。因为关于苏格拉底是动物,确实不会有论证,因为苏格拉底是可毁灭的;但在某种意义上可以说关于他附带地存在论证,因为论证严格针对的东西属于苏格拉底——我指的正是有灵魂的感觉之物,它就自身而言且首要地是动物。然而,这并不是附带地属于苏格拉底,而是在某时属于他;正因如此,苏格拉底并不是在严格意义上附带地是动物,而是在某种方式上是附带的,因为论证严格说来是针对另一个事物,即动物直接述及的事物,例如感觉之物,而通过那事物,只要苏格拉底存在,可以说证明了他是一个动物;而并非总是存在的事物,在某种方式上会类似于附带的事物。文本异文有两种流传。因为绝大多数抄本写着“因为是关于它的全称之物的”,但有些抄本写着“因为关于它的[论证]并不是全称的”。第二种异文会更明晰,即:由于苏格拉底是动物并不是全称的;因为全称原本是首要地、对全部且总是属于主体的东西;而论证正是关于此类事物的。至于“而是在某时且以某种方式”,意思是动物在某时述及苏格拉底,只要苏格拉底存在。而“且以某种方式”,意思是苏格拉底既非首要地亦非就其自身是动物,而是由于凡人皆是动物,凡动物皆具感觉,而苏格拉底既是人又具感觉,由此苏格拉底是动物;但论证必须首要地且就其自身属于主体。另一方面,写着“因为是关于它的全称之物的”这另一种异文,或者是在“关于全称”即“述及全部”的意义上说的,也就是说,由于凡人皆是动物,由此苏格拉底也是动物(因为动物属于所有人);或者,如果他这样说“关于全称的”,按照在此传授的学说,他指的会是动物首要地述及的那事物;而这就是感觉之物;因为动物述及这全部。因此,既然关于它是动物的论证首要地是针对这个,正因如此也可以说在苏格拉底身上也显明他是动物。至于“在某时且以某种方式”,应当按照与另一种异文相同的方式来理解,也就是说,在苏格拉底身上,动物并不是全称的,而是在某时且以某种方式从属,宛如附带的一样。因此,本来也可以像我们说“苏格拉底是白的”那样,把可毁灭的前提真正作为附带的前提来领取。但为了在可毁灭的前提中选取更接近论证的那些前提,正因如此他选取了包含本质述词的前提,例如苏格拉底是动物或诸如此类的事物;也正因如此,既然他领取了这样的前提,他才说了“宛如附带地”。

语法注2 条
  1. 1.153ὅτι οὐ καθόλου αὐτοῦ ἐστιν ἀλλὰ ποτὲ καὶ πῶς

    引文中的 ὅτι 是引导原因从句的连词(“因为……”)。属格代词 αὐτοῦ 指代前文的可毁灭之物(或其论证/知识)。正如斐洛波诺斯在后文中所指出的,抄本存在两种异文:ὅτι τοῦ καθόλου αὐτοῦ ἐστιν(“因为是关于它的全称之物的”)与 ὅτι οὐ καθόλου αὐτοῦ ἐστι(“因为关于它的[论证]不是全称的”)。斐洛波诺斯认为包含否定词 οὐ 的后一种异文更为清晰,但同时也对前一种异文给出了解释。

  2. 1.153ἔστ’ ἂν ᾖ Σωκράτης

    由时间连词 ἔστε(“只要……”,“在……期间”)连同 ἄν 及现在时虚拟式 ᾖ 构成的时间/条件从句,意为“只要苏格拉底存在”。它说明了个体苏格拉底作为可毁灭之物,述词对其从属并非“永恒”(ἀεί)而仅是“在某时”(ποτέ)的条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:107.4-108.12