- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:105.5-107.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞首先依据亚里士多德(75b17)论述了几何学家为何不讨论非固有的偶性(如直线的美或相反性),继而(针对75b21–23)通过三段论词项的结构论证了:若前提是必然且全称的,则结论必为永恒,从而不可能存在关于可灭事物的论证。
" Οὐδ’ εἴ τι ὑπάρχει ταῖς γραμμαῖς, μὴ ᾗ γραμμαὶ καὶ ἢ ἐκ τῶν ἀρχῶν τῶν ἰδίων.1" Εἰ γὰρ λέγοιτο, φησίν, καλλίστη τῶν γραμμῶν ἡ εὐθεῖα, ἐπειδὴ μὴ καθὸ γραμμὴ ὑπάρχει αὐτῇ τὸ κάλλος (πολλοῖς γὰρ καὶ ἄλλοις ὑπάρχει), οὐκ ἔστι γεωμέτρου τὸ περὶ τούτου διαλαβεῖν. παραδείγματος δὲ ἕνεκεν τὴν εὐθεῖαν εἶπε καλλίστην τῶν γραμμῶν· τὴν γὰρ περιφέρειάν φασι τῶν γραμμῶν εἶναι καλλίστην διὰ τὸ ὁμοιομερῆ εἶναι καὶ πᾶν μέρος αὐτῆς παντὶ μέρει ἐφαρμόζειν. ὁμοίως καὶ εἰ λέγοιτο ἐναντία ἡ περιφέρεια τῇ εὐθείᾳ, οὐδὲ τοῦτο γεωμέτρου ἐπισκέψασθαι· οὐ γὰρ ᾗ γραμμαὶ ὑπάρχει αὐταῖς ἢ τὸ κάλλος ἢ ἡ ἐναντιότης· πολλοῖς γὰρ καὶ ἄλλοις ταῦτα ὑπάρχει. ὥστε οὐ παραλήψεται ἡ ἀποδεικτικὴ ἐπιστήμη τὰ τοιαῦτα ὡς μὴ ὄντα οἰκεῖα μηδὲ πρώτου τοῦ ὑποκειμένου γένους.
“即使某物属于线,只要不是就线而言且[不是]出自其特有原理,[几何学家亦不作论证]。” 因为他说,即使有人说直线是诸线中最美的,但由于美并不是就线本身而言属于它(因为美也属于许多其他事物),探讨这一点并不是几何学家的事。他是为了举例才说直线是诸线中最美的;因为人们说圆周线是诸线中最美的,乃是因为它是均匀的,且它的任何部分都与任何部分重合。同样,如果有人说圆周线与直线相反,考察这一点也不是几何学家的事;因为美和相反性都不是就它们是线而言属于它们;因为这些属性也属于许多其他事物。因此,论证性知识不会采纳这类事物,因为它们既非固有,亦不属于原初的主体属。
"Φανερὸν δὲ καὶ ἐὰν ὦσιν αἱ προτάσεις καθόλου ἐξ ὧν ὁ συλλογισμός, ὅτι ἀνάγκη καὶ τὸ συμπέρασμα ἀΐδιον εἶναι." Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐδενὸς τῶν φθαρτῶν ἐνδέχεται ἀπόδειξιν εἶναι. δεικνύει δὲ τοῦτο ἐκ τῶν προαποδεδειγμένων· εἰ γὰρ ἐκ τῶν καθ’ αὑτὸ καὶ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων αἱ ἀποδείξεις, οὐχ οἷόν τε τῶν φθαρτῶν τι ἀποδειχθῆναι· τὰ γὰρ φθαρτὰ οὐ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων ἀλλὰ τῶν ποτὲ μὲν ποτὲ δ’ οὔ. εἰ οὖν δέδεικται ὅτι ἐξ ἀναγκαίων προτάσεων αἱ ἀποδείξεις, ταῖς δὲ ἀναγκαίαις πάντως ἀναγκαῖον ἕπεται καὶ τὸ συμπέρασμα (ἀναγκαίου γὰρ τοῦ συμπεράσματος ὄντος δέδεικται ὅτι δυνατὸν ἐνδεχομένας εἶναι τὰς προτάσεις· τῶν μέντοι προτάσεων ἀναγκαίων οὐσῶν οὐχ οἷόν τε μὴ ἀναγκαῖον εἶναι καὶ τὸ συμπέρασμα),2 ὥστε, εἰ ἐξ ἀναγκαίων προτάσεων αἱ ἀποδείξεις, ταῖς δὲ ἀναγκαίαις προτάσεσι πάντως ἀΐδιον ἕπεται τὸ συμπέρασμα, οὐκ ἄρα ἐνδέχεται τῶν φθαρτῶν τι ἀποδειχθῆναι. εἰ γὰρ φθαρτόν τι εἴη τὸ ἀποδεικνύμενον, ἐπειδὴ ἀνάγκη πᾶσα τὸν ἐν τῷ συμπεράσματι ἤτοι προβλήματι ὑποκείμενον ὅρον τὸν αὐτὸν εἶναι καὶ ἐν τῇ ἐλάττονι προτάσει, φθαρτοῦ δὲ ὄντος τοῦ προβλήματος φθαρτὸς δήπου καὶ ὁ ὑποκείμενος ἐν αὐτῷ ὅρος, τὸν αὐτὸν δὴ τοῦτον καὶ ἐν τῇ ἐλάττονι προτάσει ὑποκεῖσθαι δεῖ·3 τὰ δὲ τῶν φθαρτῶν κατηγορούμενα οὐκ ἐξ ἀνάγκης αὐτοῖς ὑπάρχει οὐδὲ καθ’ αὑτὸ διὰ τὸ ἐνδέχεσθαι καὶ μὴ ὑπάρχειν· ὥστε καὶ ἡ ἐλάττων πρότασις οὔτε τῶν καθ’ αὑτὸ ἔσται οὔτε τῶν καθόλου. τὴν μὲν γὰρ μείζονα ἀνάγκη πάντως ἐν παντὶ συλλογισμῷ καθόλου εἶναι. φθαρτοῦ δὲ ὄντος τοῦ προβλήματος, ὡς εἶπον, φθαρτὴν ἀνάγκη καὶ τὴν ἐλάττονα πρότασιν εἶναι, καὶ διὰ τοῦτο οὔτε καθ’ αὑτὸ ὑπάρχει αὐτῇ τὸ κατηγορούμενον οὔτε καθόλου διὰ τὸ ἐνδέχεσθαί ποτε καὶ μὴ ὑπάρχειν. μερικῆς οὖν γινομένης τῆς ἐλάττονος προτάσεως καὶ μὴ ἀναγκαίας καὶ τὸ συμπέρασμα μερικὸν ἔσται καὶ οὐκ ἀναγκαῖον. οὐκ ἄρα ἐνδέχεται τῶν φθαρτῶν ἀπόδειξιν γενέσθαι ἀλλ’, ὡς εἴρηται, [ὅτι] τῶν ἐξ ἀνάγκης καὶ τῶν καθόλου ὑπαρχόντων αἱ ἀποδείξεις.
“同样显然的是,如果三段论由之构成的诸前提是全称的,那么结论必然也是永恒的。” 从这里开始,他试图表明不可能有关于任何可毁灭之物的论证。他从先前已被证明的论点出发证明这一点:因为如果论证是由自身从属的属性和出于必然从属的属性构成的,那么任何可毁灭之物就不可能被论证;因为可毁灭之物不属于出于必然从属的事物,而是属于有时从属、有时不从属的事物。那么,如果已经证明论证是由必然前提构成的,并且必然前提无论如何都会得出必然的结论(因为已经证明,当结论是必然的时,诸前提可能是偶适的[可能的];然而当诸前提是必然的时,结论不可能不是必然的)——因此,如果论证是由必然前提构成的,而必然前提无论如何都会得出永恒的结论,那么显然不可能有关于任何可毁灭之物的论证。因为如果被论证的是某种可毁灭之物,既然无论如何要求结论即论题中的主体项在小前提中也必须是相同的,而在论题是可毁灭的时,其中的主体项想必也是可毁灭的,那么这同一项确实也必须在小前提中充当主体;然而述及可毁灭之物的事物既非出于必然亦非就其自身属于它们,因为它们允许不从属;所以小前提既不属于自身从属的事物,亦不属于全称的事物。因为在每一个三段论中,大前提必然无论如何都是全称的。但正如我所说,在论题是可毁灭的时,小前提必然也是可毁灭的,正因如此,述词既非自身从属亦非全称地属于它,因为允许它有时不从属。因此,在小前提变成特称的且非必然的前提时,结论也将是特称的且非必然的。所以不可能产生关于可毁灭之物的论证,相反,正如已经说过的,论证是关于出于必然从属和全称从属之物的。
"Τῆς τοιαύτης ἀποδείξεως καὶ τῆς ἁπλῶς εἰπεῖν ἀποδείξεως." Τῆς τοιαύτης, τουτέστιν ἧς αἱ προτάσεις καθόλου λαμβάνονται. εἶτα ἐπειδὴ πάσης ἀποδείξεως καθόλου δεῖ εἶναι τὰς προτάσεις, αἷς πάντως ἀίδιον ἕπεται τὸ συμπέρασμα, προσέθηκε τὸ καὶ τῆς ἁπλῶς εἰπεῖν ἀποδείξεως, τουτέστι κοινῷ λόγῳ πάσης ἁπλῶς ἀποδείξεως ἀίδιόν ἐστι τὸ συμπέρασμα.
“对于这样的论证,以及端而言之的论证,[结论也是永恒的]。” “这样的”,即其前提被全称领取的论证。接着,既然凡论证的诸前提都必须是全称的,并且必定得出永恒的结论,所以他加上了“以及端而言之的论证”,也就是说,用普遍的话说,端而言之凡论证的结论都是永恒的。
- 1.150Οὐδ’ εἴ τι ὑπάρχει ταῖς γραμμαῖς, μὴ ᾗ γραμμαὶ καὶ ἢ ἐκ τῶν ἀρχῶν τῶν ἰδίων.
引文的句法结构。在条件从句“εἴ τι ὑπάρχει...”内部,“μὴ ᾗ γραμμαί”与“καὶ [μὴ] ἐκ τῶν ἀρχῶν...”(手稿虽作 ἢ,但在否定语境中起连接作用)构成了主词属性的两个限制条件,而主句谓语(“几何学家不作论证/论证科学不予采纳”)被省略。
- 1.151ἀναγκαίου γὰρ τοῦ συμπεράσματος ὄντος δέδεικται ὅτι δυνατὸν ἐνδεχομένας εἶναι τὰς προτάσεις· τῶν μέντοι προτάσεων ἀναγκαίων οὐσῶν οὐχ οἷόν τε μὴ ἀναγκαῖον εἶναι καὶ τὸ συμπέρασμα
对比性的属格独立结构。“ἀναγκαίου ... τοῦ συμπεράσματος ὄντος”与“τῶν μέντοι προτάσεων ἀναγκαίων οὐσῶν”相对置,前者表达模态逻辑规则:即便结论是必然的,前提也可能是偶适的;后者则表达必然性的传导规则:当诸前提是必然的时,结论亦必然是必然的。
- 1.151εἰ γὰρ φθαρτόν τι εἴη τὸ ἀποδεικνύμενον, ἐπειδὴ ... φθαρτοῦ δὲ ὄντος ... τὸν αὐτὸν δὴ τοῦτον καὶ ἐν τῇ ἐλάττονι προτάσει ὑποκεῖσθαι δεῖ
复合长条件句的句法骨架。在假定从句“εἰ γὰρ φθαρτόν τι εἴη τὸ ἀποδεικνύμενον”(希求语气假设)内部,嵌入了原因从句“ἐπειδὴ ἀνάγκη πᾶσα ...”,再经由属格独立结构“φθαρτοῦ δὲ ὄντος τοῦ προβλήματος”,最终导向主动词句“τὸν αὐτὸν δὴ τοῦτον καὶ ἐν τῇ ἐλάττονι προτάσει ὑποκεῖσθαι δεῖ”。整句基于三段论结论的主词必为小前提主词这一逻辑规则进行推导。
