← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§103.28-105.4

阿波罗尼奥斯的作图法与比例中项求立方倍积

斐洛庞努斯完成了立方体倍积第一种几何作图法的证明,随后给出了归于阿波罗尼奥斯的另一种机械作图法,并总结了如何通过两条比例中项线实现立体的倍积。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.149#2

καὶ ἐπεὶ δέδεικται ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τοῦ ἕκτου τῶν Στοιχείων ὅτι τῶν ἰσοπλεύρων καὶ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ὡς ἔστιν ἡ ΒΖ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΑΖ. ἀλλ’ ὡς ἡ ΒΖ πρὸς τὴν ΒΗ, οὕτως ἥ τε ΖΑ πρὸς τὴν ΑΔ καὶ ἡ ΓΔ πρὸς τὴν ΓΗ· καὶ ὡς ἄρα ἡ ΓΔ πρὸς τὴν ΓΗ, οὕτως ἥ τε ΓΗ πρὸς τὴν ΑΖ καὶ ἡ ΖΑ πρὸς τὴν ΒΓ. δύο ἄρα δοθεισῶν εὐθειῶν, τῶν ΑΒ, ΒΓ, εὕρηνται δύο μέσαι ἀνάλογον αἱ ΓΗ, ΖΑ. Ἄλλως. ὀργανικωτέραν ἐκθησόμεθα γραφήν, καθά φησιν Παρμενίων, Ἀπολλωνίου τοῦ Περγαίου. ἔστωσαν αἱ δοθεῖσαι δύο εὐθεῖαι αἱ ΑΒ, ΒΓ, καὶ ἔστω διπλασίων ἡ ΑΒ τῆς ΒΓ, ὧν δεῖ δύο μέσας ἀνάλογον προσευρεῖν. καὶ συμπεπληρώσθω τὸ ΑΓ παραλληλόγραμμον ὀρθογώνιον, καὶ ἤχθωσαν διαγώνιοι αἱ ΑΓ, ΒΔ, καὶ ἐκβεβλήσθωσαν αἱ ΒΑ, ΒΓ ἐπὶ τὰ ΖΗ, καὶ διὰ τοῦ Δ σημείου ἐφηρμόσθω ἡ ΖΗ εὐθεῖα ὥστε ἴσην γενέσθαι τὴν ΕΖ τῇ ΕΗ. λέγω οὖν ὅτι τῶν ΑΒ, ΒΓ εὐθειῶν δύο μέσαι ἀνάλογον εἰσὶν αἱ ΓΗ, ΑΖ. ἤχθω γὰρ ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΒΓ εὐθεῖαν παραλλήλως τῇ 〈ΑΒ τὴν〉 ΕΘ· καὶ ἐπεὶ ἰσοσκελὲς τρίγωνόν ἐστι τὸ ΕΒΓ καὶ πρὸς ὀρθὰς τῇ ΒΓ ἡ ΕΘ, ἴση ἄρα ἡ ΒΘ τῇ ΘΓ. ἐπεὶ οὖν ἡ ΒΓ τέτμηται κατὰ τὸ Θ διχῇ, πρόσκειται δὲ αὐτῇ ὑπ’ εὐθείας ἡ ΓΗ, τὸ ἄρα ἀπὸ ΒΗ, ΗΓ1 μετὰ τοῦ ἀπὸ τῆς ΘΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΘΗ. κοινὸν δὲ προσκείσθω τὸ ἀπὸ ΕΘ· τὸ ἄρα ἀπὸ ΒΗ, ΗΓ μετὰ τῶν ἀπὸ ΓΘ, ΘΕ ἴσον τοῖς ἀπὸ τῶν ΕΘ, ΘΗ. ἀλλὰ τοῖς μὲν ἀπὸ ΓΘ, ΘΕ ἴσον τὸ ἀπὸ ΓΕ· τοῖς δὲ ἀπὸ τῶν ΕΘ, ΘΗ ἴσον τὸ ἀπὸ ΕΗ· καὶ τὸ ἀπὸ τῶν ΒΗ, ΗΓ ἄρα μετὰ τοῦ ἀπὸ τῆς ΓΕ ἴσον τῷ ἀπὸ ΕΗ. διὰ ταὐτὰ δὲ καὶ τὸ ἀπὸ τῶν ΒΖ, ΖΑ μετὰ τοῦ ἀπὸ τῆς ΑΕ ἴσον τῷ ἀπὸ ΕΖ. ἴση δὲ ἡ ΕΖ τῇ ΕΗ· καὶ τὸ ἀπὸ τῶν ΒΗ, ΗΓ ἄρα μετὰ τοῦ ἀπὸ τῆς ΓΕ ἴσον ἐστὶ τῷ τε ἀπὸ τῶν ΒΖ, ΖΑ καὶ τῷ ἀπὸ τῆς ΑΕ. ἀλλὰ τὸ ἀπὸ τῆς ΕΓ ἴσον τῷ ἀπὸ ΕΑ· ἴσαι γάρ. λοιπὸν ἄρα τὸ ἀπὸ τῶν ΒΗ, ΗΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῶν ΒΖ, ΖΑ. καὶ ἐπεὶ δέδεικται ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τοῦ ἕκτου, ὅτι τῶν ἰσοπλεύρων καὶ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἔστιν ἄρα ὡς ἡ ΒΖ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΑΖ. ἀλλ’ ὡς ἡ ΒΖ πρὸς τὴν ΒΗ, οὕτως ἥ τε ΖΑ πρὸς τὴν ΑΔ καὶ ἡ ΓΔ πρὸς τὴν ΓΗ· καὶ ὡς ἄρα ἡ ΔΓ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΑΖ καὶ ἡ ΑΖ πρὸς τὴν ΑΔ. καὶ ἔστι τῇ μὲν ΔΓ ἴση ἡ ΑΒ, τῇ δὲ ΑΔ ἴση ἡ ΒΓ· καὶ ὡς ἄρα ἡ ΑΒ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΗΓ πρὸς τὴν ΑΖ καὶ ἡ ΑΖ πρὸς τὴν ΒΓ. δύο ἄρα δοθεισῶν εὐθειῶν, τῶν ΑΒ, ΒΓ, εὕρηνται δύο μέσαι ἀνάλογον, αἱ ΓΗ, ΖΑ. πῶς δὲ δεῖ στερεὸν στερεῷ πολλαπλασιάσαι; ἔστωσαν δύο εὐθεῖαι αἱ Α, Β, καὶ ἔστω διπλασίων ἡ Α τῆς Β. καὶ εἰλήφθωσαν τῶν Α, Β δύο μέσαι ἀνάλογον αἱ Γ, Δ, ὥστε εἶναι 〈ὡς〉 τὴν Α πρὸς τὴν Γ οὕτως τὴν Γ πρὸς τὴν Δ καὶ τὴν Δ πρὸς τὴν Β. λέγω οὖν ὅτι διπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς Γ τὸ ἀπὸ τῆς Α,2 ἐπεὶ ἡ Α πρὸς τὴν Β τριπλασίονα λόγον ἔχει ἤπερ ἡ Α πρὸς τὴν Γ· τὰ γὰρ ὅμοια στερεὰ πρὸς ἄλληλα ἐν τριπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν. ἔστιν ἄρα ὡς ἡ Α πρὸς τὴν Β, οὕτω τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς Γ. διπλασίων δὲ ἡ Α τῆς Β· διπλάσιον ἄρα καὶ τὸ ἀπὸ τῆς Α τοῦ ἀπὸ τῆς Γ.

而且既然在《原本》第六卷第十四题中已经证明,在等边且等角的平行四边形中,夹等角的诸边互成反比例,所以正如ΒΖ与ΒΗ之比,ΓΗ与ΑΖ之比亦是如此。然而正如ΒΖ与ΒΗ之比,ΖΑ与ΑΔ之比以及ΓΔ与ΓΗ之比亦是如此;因此正如ΓΔ与ΓΗ之比,ΓΗ与ΑΖ之比以及ΖΑ与ΒΓ之比亦是如此。因此,在两条直线ΑΒ、ΒΓ给定时,两条比例中项线ΓΗ、ΖΑ已被求得。 用另一种方法。正如帕梅尼翁所言,我们将给出佩尔加的阿波罗尼奥斯的一种更为机械的作图法。设给定的两条直线为ΑΒ与ΒΓ,且设ΑΒ为ΒΓ的两倍,必须在它们之间求得两条比例中项线。并补全矩形平行四边形ΑΓ,引对角线ΑΓ与ΒΔ,将ΒΑ与ΒΓ延长至Ζ和Η,并通过点Δ契合直线ΖΗ,使得ΕΖ等于ΕΗ。因此我说,ΓΗ和ΑΖ就是直线ΑΒ与ΒΓ的两条比例中项线。因为设从Ε向直线ΒΓ引ΕΘ平行于ΑΒ;既然三角形ΕΒΓ是等腰三角形,且ΕΘ与ΒΓ成直角,所以ΒΘ等于ΘΓ。因此既然ΒΓ在Θ处被平分,而ΓΗ在同一直线上加于其上,所以由ΒΗ与ΗΓ所围成的矩形加上以ΘΓ所作的正方形等于以ΘΗ所作的正方形。加上公共的以ΕΘ所作的正方形;所以由ΒΗ与ΗΓ所围成的矩形加上以ΓΘ和ΘΕ所作的正方形等于以ΕΘ和ΘΗ所作的正方形。但是以ΓΕ所作的正方形等于以ΓΘ和ΘΕ所作的正方形;以ΕΗ所作的正方形等于以ΕΘ和ΘΗ所作的正方形;所以由ΒΗ与ΗΓ所围成的矩形加上以ΓΕ所作的正方形亦等于以ΕΗ所作的正方形。由于同样的原因,由ΒΖ与ΖΑ所围成的矩形加上以ΑΕ所作的正方形亦等于以ΕΖ所作的正方形。而ΕΖ等于ΕΗ;所以由ΒΗ与ΗΓ所围成的矩形加上以ΓΕ所作的正方形等于由ΒΖ与ΖΑ所围成的矩形加上以ΑΕ所作的正方形这两者。但是以ΕΓ所作的正方形等于以ΕΑ所作的正方形;因为〔两直线〕相等。因此所余下的由ΒΗ与ΗΓ所围成的矩形等于由ΒΖ与ΖΑ所围成的矩形。而且既然在第六卷第十四题中已经证明,在等边且等角的平行四边形中,夹等角的诸边互成反比例,所以正如ΒΖ与ΒΗ之比,ΓΗ与ΑΖ之比亦是如此。然而正如ΒΖ与ΒΗ之比,ΖΑ与ΑΔ之比以及ΓΔ与ΓΗ之比亦是如此;因此正如ΔΓ与ΓΗ之比,ΓΗ与ΑΖ之比以及ΑΖ与ΑΔ之比亦是如此。且ΑΒ等于ΔΓ,ΒΓ等于ΑΔ;因此正如ΑΒ与ΓΗ之比,ΗΓ与ΑΖ之比以及ΑΖ与ΒΓ之比亦是如此。因此,在两条直线ΑΒ、ΒΓ给定时,两条比例中项线ΓΗ、ΖΑ已被求得。 那么,应当如何使立体乘立体[以使立体加倍]呢?设两条直线为Α和Β,且设Α为Β的两倍。并在Α和Β之间取两条比例中项线Γ和Δ,使得正如Α与Γ之比,Γ与Δ之比以及Δ与Β之比亦是如此。因此我说,以Α所作的立体是以Γ所作的立体的两倍,因为Α对Β具有三倍比[立方比],相比于Α对Γ所具有的比;因为相似立体彼此之比等于其对应边的三倍比。所以正如Α与Β之比,以Α所作的立体与以Γ所作的立体之比亦是如此。而Α是Β的两倍;因此以Α所作的立体亦是以Γ所作的立体的两倍。

语法注2 条
  1. 1.149τὸ ἀπὸ ΒΗ, ΗΓ

    在几何学术语中,通常用介词 ὑπό 表示由两条线段围成的矩形(参见前一分块中的 τὸ ὑπὸ τῶν ΒΗ, ΗΓ),但此处使用了表正方形的 ἀπό 并支配两条线段,按《原本》第二卷第六题的文脉,实指“由线段ΒΗ与ΗΓ所围成的矩形”。

  2. 1.149τὸ ἀπὸ τῆς Α

    在平面几何中该短语通常指“以线段Α为边作出的正方形”,但根据倍立方体的问题背景以及紧接着引用的立体几何定理 τὰ γὰρ ὅμοια στερεὰ ...(“相似立体……”),此处显然省略指代以Α为边作出的“立体(立方体)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:103.28-105.4