- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:102.4-103.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德在75b12处的论述,菲洛波诺斯从学科基础主体的差异解释了几何学为何不能证明相反者的学问同一以及立方体倍积,并引述提洛神谕的传说,给出了两条比例中项的几何作图法。
" Διὰ τοῦτο τῇ γεωμετρίᾳ οὐκ ἔστι δεῖξαι ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλ’ οὐδ’ ὅτι 〈οἱ〉 δύο κύβοι κύβος.1" Τὸ μὲν γὰρ δεικνύναι ὅτι τῶν ἐναντίων μία ἐπιστήμη οὐ γεωμετρίας ἴδιον, διότι μὴ ἐκ τῶν ὑποκειμένων τῇ γεωμετρίᾳ εἰλημμένοι εἰσὶν οἱ ὅροι, μᾶλλον δὲ διαλεκτικῆς, ἥτις τὴν πρώτην μιμουμένη φιλοσοφίαν τὰ πάντα ἀποδεικνύναι πειρᾶται ὥσπερ πάντων αὐτῇ ὑποκειμένων. ὁμοίως οὐδὲ ὅτι οἱ δύο κύβοι κύβος γεωμετρίας ἔστιν ἀποδεῖξαι, στερεομετρίας δὲ μᾶλλον· γεωμετρία μὲν γὰρ περὶ τὰ ἐπίπεδα ἔχει, στερεομετρία δὲ περὶ τὰ στερεά. τὸ δὲ ὅτι οἱ δύο κύβοι εἷς κύβος τοῦτό φησι, πῶς οἷόν τε τοὺς δύο κύβους ἕνα κύβον ποιῆσαι. ἢ καὶ τὴν πολυθρύλλητον ἱστορίαν αἰνίττεται. Δηλίοις γὰρ λοιμώξασιν ἔχρησεν ὁ θεὸς ἀπαλλαγήσεσθαι τοῦ λοιμοῦ, εἰ τὸν βωμὸν διπλασιάσωσιν· ἦν δὲ οὗτος κύβος. οἱ δὲ λαβόντες ἕτερον κύβον ἴσον ἐπιτεθείκασι τῷ βωμῷ. τοῦ λοιμοῦ δὲ μὴ παυσαμένου ἔχρησεν ὁ θεὸς μὴ πεποιηκέναι αὐτοὺς τὸ προσταχθέν· ὁ μὲν γὰρ προσέταξε διπλασιάσαι τὸν βωμόν, οἱ δὲ κύβον ἐπὶ κύβῳ ἐπέθηκαν. καὶ ἦλθον πρὸς Πλάτωνα λέγοντες, πῶς ἂν τὸν κύβον διπλασιάσαιεν. ὁ δὲ πρὸς αὐτούς φησιν ‘ἔοικεν ὑμῖν ὀνειδίζειν ὁ θεὸς ὡς ἀμελοῦσι γεωμετρίας.’ τὴν δὲ τοῦ κύβου δίπλωσιν εὑρεθήσεθαί φησιν, εἰ δύο εὐθείαις δύο μέσαι ἀνάλογον εὑρεθῶσι. καὶ τοῦτο τὸ πρόβλημα τοῖς μαθηταῖς προεβάλλετο. καί τινες γοῦν τῶν μαθητῶν περὶ τῆς τούτων εὑρέσεως γεγράφασιν. ὁ μὲν γὰρ γεωμέτρης ἔδειξεν ὅτι τριῶν εὐθειῶν ἀνάλογον οὐσῶν, ὡς ἔχει ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτω τὸ ἀπὸ τῆς πρώτης ἀναγραφόμενον τετράγωνον πρὸς τὸ ἀπὸ τῆς δευτέρας. οὐ μέντοι παραδέδωκε μέθοδον, πῶς ἂν δύο εὐθείαις δύο μέσαι ἀνάλογον εὑρεθῶσιν. ἐν οὖν τοῖς ἐπιπέδοις ἁπλῶς ἔδειξεν, ὅτι ὡς ἔχει ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτω τὸ ἀπὸ τῆς πρώτης τετράγωνον πρὸς τὸ ἀπὸ τῆς δευτέρας· οἷον ἔστωσαν τρεῖς εὐθεῖαι ἀνάλογον, ἡ μὲν ηʹ, ἡ δὲ δ’, ἡ δὲ βʹ· ὡς γὰρ ἔχει ἡ τῶν ὀκτὼ πρὸς τὴν τῶν τεσσάρων (διπλασίων γάρ ἐστιν), οὕτως ἔχει καὶ ἡ τῶν δ’ πρὸς τὴν τῶν βʹ· διπλασίων γὰρ καὶ αὕτη. καὶ διὰ τοῦτο ὡς ἔχει ἡ πρώτη πρὸς τὴν τρίτην, ἡ τῶν ὀκτὼ πρὸς τὴν τῶν δύο (ἔστι γὰρ τετραπλασίων), οὕτως ἔχει καὶ τὸ ἀπὸ τῆς πρώτης τετράγωνον, ὅπερ ἐστὶ ξδʹ, πρὸς τὸ ἀπὸ τῆς δευτέρας, ὅπερ ἐστὶν ιςʹ. ἔχει οὖν τὸ τῶν ξδʹ πρὸς τὸ τῶν ιςʹ τὸν τετραπλασίονα λόγον· τετραπλασίων γάρ ἐστι καὶ ἡ πρώτη τῆς τρίτης, ἡ τῶν ηʹ τῆς τῶν βʹ. οὕτω μὲν οὖν ἐν τοῖς ἐπιπέδοις ἔδειξεν. ἐν δὲ τοῖς στερεοῖς τὸ καθολικώτερον, ὅτι ὡς ἔστιν ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτω τὸ ἀπὸ τῆς πρώτης δοθὲν τετράγωνον πρὸς τὸ ἀπὸ τῆς δευτέρας. τούτων οὖν οὕτως ἐχόντων, εἰ εὑρεθῶσιν εὐθείαις δύο δύο μέσαι ἀνάλογον, ὡς ἔχει ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως ἕξει τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας. εὑρίσκονται δὲ τὸν τρόπον τοῦτον. οἷον ὑποκείσθω δύο δοθεισῶν εὐθειῶν δύο μέσας ἀνάλογον προσευρεῖν·2 ἔστωσαν δὲ αἱ δοθεῖσαι δύο αἱ ΑΒ, ΒΓ, καὶ ἔστω διπλασίων ἡ ΑΒ τῆς ΒΓ, ὧν δεῖ δύο μέσας ἀνάλογον προσευρεῖν. ἐκβεβλήσθωσαν αἱ ΒΑ, ΒΓ ἐπὶ τὰ ΖΗ, καὶ συμπεπληρώσθω τὸ ΒΔ ὀρθογώνιον, καὶ ἤχθω διάμετρος ἡ ΑΓ, καὶ ἐπὶ τῆς ΑΓ γεγράφθω ἡμικύκλιον τὸ ΑΔΕΓ, καὶ διὰ τοῦ Δ σημείου ἤχθω εὐθεῖα ἡ ΖΗ, καὶ οὕτως ὥστε τὴν ΖΔ ἴσην εἶναι τῇ ΕΗ. λέγω οὖν ὅτι αἱ δύο αἱ ΓΗ, ΑΖ ἴσαι οὖσαι τῶν ΑΒ, ΒΓ μέσαι ἀνάλογόν εἰσιν. ἴση δὲ ἡ ΔΓ τῇ ΑΒ· ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΖΑ καὶ ἡ ΖΑ πρὸς τὴν ΒΓ· ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΖΔ τῇ ΕΗ, κοινὴ δὲ ἡ ΔΕ, ἴση ἄρα ἐστὶν ἡ ΖΕ τῇ ΔΗ. ἴσον ἄρα τὸ ὑπὸ τῶν ΔΗ, ΗΕ3 τῷ ὑπὸ τῶν ΕΖ, ΖΔ. ἀλλὰ τὸ μὲν ὑπὸ τῶν ΔΗ, ΗΕ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΗ, ΗΓ, ὡς ἐν τοῖς ἡμικυκλίοις ἀποδέδεικται· τὸ δὲ ὑπὸ τῶν ΕΖ, ΖΔ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΖ, ΖΑ.
“因此,几何学不能证明相反者的学问是一门,也不能证明两个立方体是一个立方体。” 因为证明相反者的学问是一门并不是几何学所特有的,因为其各项不是从几何学的基础主体中所选取的,而更是辩证术所特有的,辩证术模仿第一哲学,试图论证一切事物,仿佛一切事物都是它的基础主体一般。同样,证明两个立方体是一个立方体也不是几何学所能论证的,而更是立体几何学所能论证的;因为几何学关乎平面,而立体几何学关乎立体。所谓“两个立方体是一个立方体”,他说的是这一点:如何可能把两个立方体做成一个立方体。或者,他也是在暗示那个广为流传的传说。因为在提洛岛人遭遇瘟疫时,神降下神谕说,如果他们把祭坛加倍,就可以摆脱瘟疫;而这个祭坛是一个立方体。他们取了另一个相等的立方体放在祭坛上。但在瘟疫并未止息时,神降下神谕说他们没有做被吩咐的事;因为他吩咐的是把祭坛加倍,而他们却把立方体叠在立方体上。于是他们来到柏拉图面前,询问怎样才能把立方体加倍。柏拉图对他们说:“神似乎在责怪你们荒废了几何学。”他说,如果能在两条直线之间找到两条比例中项线,立方体的倍积就能被找到。他把这个难题交付给他的弟子们。他的弟子中确实有人就这些比例中项的求法撰写了著作。因为几何学家表明了,当三条直线成比例时,第一条与第三条之比,如同以第一条所作的正方形与以第二条所作的正方形之比。然而,他并没有传授如何在两条直线之间找到两条比例中项线的方法。因此在平面中,他无条件地表明,第一条与第三条之比,如同以第一条所作的正方形与以第二条所作的正方形之比;例如,设三条直线成比例,一条为8,一条为4,一条为2;因为正如8之线与4之线之比(因为是两倍比),4之线与2之线之比也是如此;因为这也是两倍比。正因此,正如第一条与第三条之比,即8之线与2之线之比(因为是四倍比),以第一条所作的正方形即64,与以第二条所作的正方形即16之比也是如此。因此64对于16具有四倍比;因为第一条也是第三条的四倍,即8是2的四倍。因此,他在平面中是这样表明的。然而在立体中,他表明了更为普遍的定理:正如第一条与第三条之比,所给定的以第一条所作的正方形与以第二条所作的正方形之比也是如此。因此,在这些条件成立时,如果在两条直线之间找到两条比例中项线,那么第一条与第三条之比,就将如同以第一条所作的正方形与以第二条所作的正方形之比。而它们是通过以下方式被找到的。例如,假设要为两条给定的直线求得两条比例中项线;设给定的两条线为ΑΒ与ΒΓ,且设ΑΒ为ΒΓ的两倍,必须在它们之间求得两条比例中项线。将ΒΑ与ΒΓ延长至Ζ和Η,并补全直角形[矩形]ΒΔ,引对角线ΑΓ,在ΑΓ上作半圆ΑΔΕΓ,并通过点Δ引直线ΖΗ,其引法使得ΖΔ等于ΕΗ。因此我说,相等的两条线ΓΗ和ΑΖ就是ΑΒ与ΒΓ的比例中项。而ΔΓ等于ΑΒ;所以,正如ΑΒ与ΓΗ之比,ΓΗ与ΖΑ之比亦是如此,且ΖΑ与ΒΓ之比亦是如此;因为既然ΖΔ等于ΕΗ,且ΔΕ是公共的,所以ΖΕ等于ΔΗ。因此,由ΔΗ与ΗΕ所围成的矩形等于由ΕΖ与ΖΔ所围成的矩形。但是由ΔΗ与ΗΕ所围成的矩形等于由ΒΗ与ΗΓ所围成的矩形,正如在半圆中所证明的那样;而由ΕΖ与ΖΔ所围成的矩形等于由ΒΖ与ΖΑ所围成的矩形。
- 1.149Διὰ τοῦτο τῇ γεωμετρίᾳ οὐκ ἔστι δεῖξαι ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλ’ οὐδ’ ὅτι 〈οἱ〉 δύο κύβοι κύβος.
τῇ γεωμετρίᾳ 与无人称表达 ἔστι+不定式(δεῖξαι)连用,表示所属或涉及的与格(“对几何学而言不能证明……”)。ἀλλ’ οὐδ’ 承接前文否定,省略了 ἔστι δεῖξαι。
- 1.149ὑποκείσθω δύο δοθεισῶν εὐθειῶν δύο μέσας ἀνάλογον προσευρεῖν
ὑποκείσθω 为被动语态第三人称单数命令式(“设……”),以不定式短语 προσευρεῖν 作为主语。δύο δοθεισῶν εὐθειῶν 为依附于不定式的主体属格或关系属格(“在两条给定直线之间”)。
- 1.149τὸ ὑπὸ τῶν ΔΗ, ΗΕ
这是希腊几何学的标准惯用语:τὸ ὑπὸ τῶν [线段] 省略了 ὀρθογώνιον,意为“由[线段]所围成的矩形(直角形)”,即两线段的乘积。
