← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§99.23-101.8

第二格非推论组合的总结与第三格的引入

斐洛波诺斯讨论了第二格最后一种非推论式(特称肯定与全称肯定)以及两前提皆为特称或不定的十六组组合,随后引出第三格,阐释其定义、仅要求小前提为肯定的特征、六种推论组合以及所有结论皆为特称的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99

" Εἰ δὲ κατηγορικαὶ αἱ προτάσεις." Ὄγδοος οὗτος τρόπος ἀσυλλόγιστος, ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς. αἴτιον δὲ κἀνταῦθα τὸ ὁμοιόσχημον τῶν προτάσεων. οἷον λευκὸν τινὶ ζῴῳ, λευκὸν πάσῃ χιόνι, καὶ συμπέρασμα ζῷον οὐδεμιᾷ χιόνι· τοῦ δὲ παντί· λευκὸν τινὶ ζῴῳ λευκὸν παντὶ κύκνῳ, καὶ συμπέρασμα ζῷον παντὶ κύκνῳ. τοιαῦται αἱ ἀσυλλόγιστοι συζυγίαι 〈αἱ〉 ἐκ τῆς μιᾶς καθόλου τῆς δὲ ἑτέρας μερικῆς, ὅταν ὦσιν ὁμοιοσχήμονες.

“但如果前提是肯定的。” 这是第八种非推论式,由特称肯定大前提和全称肯定小前提构成。此处的缘由同样是各前提为同质的。例如:白属于某种动物,白属于所有雪,结论是:动物不属于任何雪;关于“属于所有”:白属于某种动物,白属于所有天鹅,结论是:动物属于所有天鹅。由一全称一特称构成的不推论组合,当它们为同质时,就是如此。

§1.100

"Ἀλλ’ οὐδὲ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει." Ἐνταῦθα ἐφεξῆς ιϛʹ πλέκει ἀσυλλογίστους συζυγίας· τεσσάρων 〈γὰρ〉 οὐσῶν ἐν τούτοις προτάσεων, τῆς μερικῆς ἀποφατικῆς καὶ καταφατικῆς καὶ ἀπροσδιορίστου καταφατικῆς καὶ ἀποφατικῆς, καὶ τῆς μείζονος κατὰ μίαν τούτων λαμβανομένης ἡ ἐλάττων ποικίλλεται κατὰ τὰς τέσσαρας·1 τετράκις οὖν τὰ τέσσαρα τὰ ιϛʹ. εὐπορεῖ δὲ ἐπὶ πάντων κοινῶν ὅρων, δι’ ὧν πάσας ἀσυλλογίστους δείκνυσιν ὡς καὶ τὸ παντὶ καὶ οὐδενὶ συναγούσας· τοῦ μὲν παντί· λευκὸν τινὶ ζῴῳ, λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενί· λευκὸν τινὶ ζῴῳ, λευκὸν τινὶ ἀψύχῳ, καὶ ζῷον οὐδενὶ ἀψύχῳ.

“但即使对两者中的每一个属于或不属于某个,也是如此。” 在此处,他接着编织了十六组非推论组合。因为在这些情况中共有四个前提——特称否定与特称肯定,以及不定肯定与不定否定——且大前提依照其中之一选取时,小前提依照这四者而变化;因此四的四倍是十六。他对于所有这些组合都具备充足的共通词项,通过这些词项,他证明所有组合都是非推论性的,因为它们既得出“属于所有”又得出“不属于任何”。关于“属于所有”:白属于某种动物,白属于某个人,得出的结论是:动物属于所有人;关于“不属于任何”:白属于某种动物,白属于某种无生物,结论是:动物不属于任何无生物。

§1.101

"Ἃ ἢ ἐνυπάρχει τοῖς ὅροις ἐξ ἀνάγκης ἢ τίθενται ὡς ὑποθέσεις." Ἐνυπάρχει μὲν τὰ κατὰ ἀντιστροφὴν περαινόμενα, τίθενται δὲ ὡς ὑποθέσεις τὰ λήμματα τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς.

“这些命题要么必然从属于词项,要么作为假设被设定。” 通过换位得出的是从属于[词项]的,而归谬法的前提则是作为假设被设定的。

§1.102

"Ἐὰν δὲ τῷ αὐτῷ τὸ μὲν παντὶ τὸ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἄμφω παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον καλῶ τρίτον." Πέρας ἀπείληφε καὶ τὸ δεύτερον σχῆμα· ἐντεῦθεν λοιπὸν τὸ τρίτον, ἐν ᾧ ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται. διὸ ἐν μὲν τῷ δευτέρῳ σχήματι εἶπεν “ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενί”, ἐπειδὴ ἀμφοτέρων ἐκεῖ κατηγορεῖτο ὁ μέσος· ἐνταῦθα δέ φησιν ἐὰν δὲ τῷ αὐτῷ. ἴδιον δὲ τούτου τοῦ σχήματος τὴν ἐλάττονα μόνον ἔχειν καταφατικήν·2 ὅθεν καὶ τῶν ἄλλων σχημάτων ἀνὰ τέσσαρας ἐχόντων συλλογιστικὰς συζυγίας τοῦτο ἓξ συζυγιῶν συλλογιστικῶν εὐπόρησεν. ἐπ’ ἐκείνων μὲν γὰρ πλείους ἦσαν αἱ διαφοραὶ αἷς τὰς συλλογιστικὰς προτάσεις ἐπεγινώσκομεν, οἷον ἐπὶ μὲν τοῦ πρώτου καὶ τὸ τὴν μείζονα εἶναι καθόλου καὶ τὸ τὴν ἐλάττονα καταφατικήν, ἐπὶ δὲ τοῦ δευτέρου τὸ τὴν μὲν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα· ἐπὶ δὲ τοῦ τρίτου ἐξαρκεῖ εἰς τὸ ποιῆσαι τὰς συλλογιστικὰς προτάσεις τὸ τὴν ἐλάττονα μόνην εἶναι καταφατικήν. ὅτι δὲ ἔνθα πλείους αἱ διαφοραί, ὁ ἀριθμὸς τοῦ ὑποκειμένου συστέλλεται, δῆλον· καὶ γοῦν τὸ ζῷον, ἐν ὅσῳ μὲν τὰς δύο μόνας ἔχει διαφοράς, τό τε ἔμψυχον καὶ τὸ αἰσθητικόν, ἐπὶ πλέον ἐστὶ τοῦ ἀνθρώπου· γενομένης δὲ τῆς τοῦ λογικοῦ καὶ θνητοῦ διαφορᾶς εἰς μόνον περιέστη τὸν ἄνθρωπον· ἀεὶ γὰρ ἡ προσθήκη τῶν προσδιορισμῶν ἐλλείπειν τὰ πράγματα ποιεῖ. πάντα δὲ τὰ συμπεράσματα μερικὰ συνάγεται ἐν τούτῳ τῷ σχήματι.

“但如果对于同一事物,一个属于所有而另一个不属于任何,或者两者都属于所有或不属于任何,这样的格我称为第三格。” 第二格也已告终;从这里开始剩下的是第三格,在其中中项作为两极端的下位词(主词)。因此在第二格中他说“当同一事物对一个属于所有而对另一个不属于任何时”,是因为在那里中项是两者的谓词;但在这里他说“如果对于同一事物”。而该格的特征在于,唯有小前提必须是肯定的;因此,在其他各格分别具有四组推论组合的情况下,此格拥有了六组推论组合。因为在那些格中,我们据以识别推论前提的差异数目更多:例如在第一格中,既要求大前提是全称的,又要求小前提是肯定的;在第二格中,要求大前提是全称的,小前提是异质的;但在第三格中,为了使前提具有推论性,仅有小前提是肯定的就足够了。显而易见,凡是差异越多的地方,主体的数目就越收缩;无论如何,动物只要仅具有两项差异(有灵魂和有感觉),其外延就大于人;但当出现了理性和必死的差异时,它就仅仅限定为人;因为限定成分的增加总是使事物的范围缩减。在这个格中,所有结论都作为特称命题被得出。

§1.103

"Μέσον δ’ ἐν αὐτῷ λέγω καθ’ οὗ ἄμφω κατηγορεῖται." Εἴρηται ὅτι ἡ τάξις τῶν σχημάτων ἐκ τῆς τοῦ μέσου πρὸς τὰ ἄκρα σχέσεως εἴληπται· διὰ τοῦτο νῦν ὡς τὴν ἐσχάτην ἔχοντος ἐν τούτῳ τῷ σχήματι τοῦ μέσου ὅρου τάξιν3 (ἀμφοτέροις γὰρ ὑπόκειται τοῖς ἄκροις) καὶ τὸ σχῆμα τὴν ἐσχάτην τῶν λοιπῶν ἀπείληφε τάξιν.

“在其中我所谓的中项,是指两者都以此作为谓词的主词。” 前面已经说过,各格的次序是根据中项对两极端的关系来决定的;正因如此,如今由于中项在这一格中占据最后的次序(因为它作为两极端的主词),这一格也在其余各格中占据了最后的次序。

语法注3 条
  1. 1.100τεσσάρων 〈γὰρ〉 οὐσῶν ἐν τούτοις προτάσεων... καὶ τῆς μείζονος κατὰ μίαν τούτων λαμβανομένης ἡ ἐλάττων ποικίλλεται κατὰ τὰς τέσσαρας

    两个属格绝对句(τεσσάρων οὐσῶν... 与 τῆς μείζονος... λαμβανομένης)连续并列,构成主句(ἡ ἐλάττων ποικίλλεται)的背景条件。前者确立了四种可能的前提类型,后者说明当大前提固定选取其中一种时的情况,从而解释了小前提有四种变化、总计十六种组合的计算结构。

  2. 1.102ἴδιον δὲ τούτου τοῦ σχήματος τὴν ἐλάττονα μόνον ἔχειν καταφατικήν

    ἴδιον 是谓语形容词,支配表示所有或特征的属格 τούτου τοῦ σχήματος,并以带有不定式的宾格从句 τὴν ἐλάττονα μόνον ἔχειν καταφατικήν 作为真正的主语。在不定式结构中,τὴν ἐλάττονα 是宾语,καταφατικήν 作补足语,μόνον 作副词用,表示唯独小前提必须是肯定的这一第三格规则。

  3. 1.103ὡς τὴν ἐσχάτην ἔχοντος ἐν τούτῳ τῷ σχήματι τοῦ μέσου ὅρου τάξιν... καὶ τὸ σχῆμα τὴν ἐσχάτην τῶν λοιπῶν ἀπείληφε τάξιν

    ὡς 搭配属格绝对结构(ἔχοντος... τοῦ μέσου ὅρου)表示理由(“鉴于中项处于……”),主句中的 καὶ 则与之呼应,表示强调和对应(“该格本身也获得了……”)。宾语 τὴν ἐσχάτην... τάξιν 构成了跨越介词短语与主语属格的倒装(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:99.23-101.8