← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§98.3-99.22

第二格同质前提非推论组合与特称不定性

菲洛波庞论述了第二格中同质前提的非推论式(全称否定大前提与特称否定小前提、全称肯定大前提与特称肯定小前提、特称否定大前提与全称否定小前提),借助特称命题的不定性,通过归谬法和反例词项证明了这些格式的不成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.95

" Τοῦ δὲ παντὶ ὑπάρχειν οὐκ ἔστι λαβεῖν ὅρους." Εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν ὅτι ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν ἰσοδυναμεῖ τῇ καθόλου ἀποφατικῇ ποτὲ δὲ τῇ μερικῇ καταφατικῇ· ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης τῇ μερικῇ καταφατικῇ ἰσοδυναμεῖ· εἰ γὰρ ἀληθὲς ὅτι μὴ πᾶς ἄνθρωπος λευκός, ἀληθὲς καὶ ὅτι τὶς ἄνθρωπος λευκός· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης τῇ καθόλου ἀποφατικῇ· εἰ γὰρ μηδεὶς πτερωτός, καὶ οὐ πᾶς πτερωτός. ὥστε τὴν ἀλήθειαν ἔχει ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν δι’ ἑαυτὴν ποτὲ δὲ διὰ τὴν καθόλου· ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης δι’ ἑαυτήν· διὸ καὶ ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ· ἐπὶ δὲ τῆς ἀδυνάτου διὰ τὴν καθόλου ἀποφατικήν· διὸ καὶ ἰσοδυναμεῖ αὐτῇ. ἐπειδὴ οὖν νῦν ἡ ἐλάττων πρότασις μερική ἐστιν ἀποφατική, ἐὰν ληφθῇ δι’ ἑαυτὴν οὖσα ἀληθής, οὐκ ἔστιν εὑρεῖν ὅρους τὸ παντὶ ὑπάρχειν συνάγοντας. τῇ δὲ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυσιν ὅτι οὐ δυνατὸν τὸ παντὶ συνάγειν ἐκ τῶν τοιούτων ὅρων. εἰ γὰρ δυνατόν, φησίν, ὑπαρχέτω τὸ Ν παντὶ τῷ Ξ· ἐπειδὴ οὖν ὑπέκειτο τὸ Μ μηδενὶ τῷ Ν ὑπάρχειν, ἔστι δὲ καὶ τὸ Ν παντὶ τῷ Ξ, τὸ ἄρα Μ οὐδενὶ τῷ Ξ ὑπάρξει. ὑπέκειτο δὲ καὶ τινί· οὕτω γὰρ ἐλήφθη ἡ μερικὴ ἀποφατική, ἰσοδυναμοῦσα τῇ μερικῇ καταφατικῇ. τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον [ἄρα] ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς δυνατὸν εἶναι λαβεῖν ὅρους συνάγοντας τὸ παντὶ τῷ Ξ τὸ Ν τῆς Μ Ξ προτάσεως, τουτέστι τῆς ἐλάττονος, τινὶ μὲν ὑπαρχούσης τινὶ δὲ μή.1 οὐκ ἄρα δυνατὸν τὸ παντὶ συναγαγεῖν οὕτω λαμβανομένης τῆς μερικῆς, τουτέστιν ἐπαμφοτεριζούσης.

“然而,对于属于所有,则不可能选取词项。” 正如在前文中所说过的,特称否定有时等价于全称否定,有时等价于特称肯定。因为在偶有质料中,它等价于特称肯定;因为如果“并非每个人都是白的”为真,那么“某个人是白的”也为真。但在不可能质料中,它等价于全称否定;因为如果没有人有翼,那么并非每个人有翼也是真的。因此特称否定有时凭借自身具有真理性,有时凭借全称而具有真理性;在偶有质料中是凭借自身,因此它等价于特称肯定;而在不可能质料中则是凭借全称否定,因此它等价于全称否定。因此,既然现在的下前提是特称否定,如果它被取为凭借自身为真,就无法找到得出属于所有的词项。于是他通过归谬法证明,从这样的词项中不可能得出“属于所有”。因为他说,如果可能的话,设Ν属于所有Ξ。那么,既然已假定Μ不属于任何Ν,且Ν属于所有Ξ,所以Μ将不属于任何Ξ。但它也被假定属于某个;因为特称否定就是这样被选取的,即等价于特称肯定。因此同一事物既属于某个又不属于任何,这是不可能的。因此,得出不可能的结论,是因为我们假设了当ΜΞ前提(即下前提)属于某个而不属于某个时,有可能选取使Ν属于所有Ξ成立的词项。因此,当特称前提被如此选取(即兼具两面)时,不可能得出“属于所有”。

§1.96

"Ἐκ δὲ τοῦ ἀδιορίστου δεικτέον." Ἀδιόριστον καλεῖ τὸ τινὶ μὴ ὑπάρχειν διὰ τὸ μὴ ἔχειν, ὡς εἴπομεν, ὡρισμένην τὴν σημασίαν ἀλλὰ δύνασθαι καὶ ἀντὶ τῆς μερικῆς καταφατικῆς λαμβάνεσθαι καὶ ἀντὶ τῆς καθόλου ἀποφατικῆς. ἐπεὶ οὖν, φησίν, ἀδιόριστος ἡ σημασία, ἐὰν ληφθῇ ἡ ἰσοδυναμοῦσα τῇ καθόλου ἀποφατικῇ, δῆλον ὅτι ἀσυλλόγιστος ἔσται· τηνικαῦτα γὰρ συνάγει καὶ παντί· οἷον ζῷον οὐδενὶ ἀψύχῳ, ζῷον οὐ παντὶ λίθῳ, καὶ συμπέρασμα ἄψυχον παντὶ λίθῳ.

“但必须从不定者中来证明。” 他之所以称“不属于某个”为不定者,正如我们所说过的,是因为它没有确定的涵义,而是既可以用来代替特称肯定,也可以用来代替全称否定。因此他说,既然涵义是不定的,如果它被取为等价于全称否定,显然它将是非推论性的;因为那时它也得出“属于所有”。例如:动物不属于任何无生物,动物并非属于所有石头,结论是:无生物属于所有石头。

§1.97

"Πάλιν ἔστωσαν κατηγορικαί, καὶ τὸ καθόλου κείσθω ὁμοίως." Ἕκτος τρόπος ἀσυλλόγιστος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς διὰ τὸ ὁμοιόσχημον πάλιν τῶν προτάσεων. παράδειγμα τοῦ μὲν μηδενί· λευκὸν παντὶ κύκνῳ, λευκὸν τινὶ λίθῳ, καὶ συμπέρασμα κύκνος οὐδενὶ λίθῳ. τοῦ δὲ παντὶ οὐκ ἔστιν ἁπλῶς οὐδὲ ἐνταῦθα λαβεῖν ὅρους διὰ τὴν εἰρημένην ἔμπροσθεν αἰτίαν, ὅτι γὰρ ἰσοδυναμεῖ ἡ μερικὴ καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ ὑποδυομένη τὴν συλλογιστικὴν συζυγίαν.2 διὸ πάλιν ἐκ τοῦ ἀδιορίστου κατασκευαστέον ἰσοδυναμοῦσαν λαμβάνοντας τὴν μερικὴν καταφατικὴν τῇ καθόλου καὶ οὐ δι’ ἑαυτὴν ἀληθεύουσαν, καὶ οὕτω δεικτέον ἀσυλλόγιστον τὴν συζυγίαν καὶ συνάγουσαν καὶ τὸ παντὶ οὕτως· οὐσία παντὶ ζῴῳ, οὐσία τινὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ.

“再次,设它们为肯定命题,且全称命题同样被放置。” 第六种非推论式,由全称肯定大前提与特称肯定小前提构成,这是因为各前提再次为同质的。关于“不属于任何”的实例如下:白属于所有天鹅,白属于某种石头,结论是:天鹅不属于任何石头。但关于“属于所有”,由于前述原因,在此处同样不能简单地选取词项;因为特称肯定由于等价于特称否定,便伪装成了推论性的组合。因此必须再次从不定者中来确立,将特称肯定取为等价于全称而非凭借自身为真,并以此方式证明该组合是非推论性的,并且也得出“属于所有”,如下所示:实体属于所有动物,实体属于某个人,结论是:动物属于所有人。

§1.98

"Εἰ δὲ τὸ καθόλου πρὸς τὸ ἔλαττον ἄκρον ἐστίν." Ἕβδομος οὗτος τρόπος ἀσυλλόγιστος, ἐκ μερικῆς ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. οἷον τοῦ μὲν παντὶ ὅροι οὕτως· λευκὸν οὐ παντὶ ζῴῳ, λευκὸν οὐδενὶ κόρακι, καὶ συμπέρασμα ζῷον παντὶ κόρακι· τοῦ δὲ μηδενί· λευκὸν οὐ παντὶ λίθῳ, λευκὸν οὐδενὶ κόρακι, καὶ συνάγεται λίθος οὐδενὶ κόρακι. οὐδὲν δὲ ἡμῖν δυσχερὲς διὰ τὴν μερικὴν ἀποφατικὴν ἐν ταύτῃ τῇ συζυγίᾳ,3 ἐπειδή, κἂν ληφθῇ ἰσοδυναμοῦσα τῇ μερικῇ καταφατικῇ, οὐδὲν ἧττόν ἐστιν ἀσυλλόγιστος· ἡ γὰρ μείζων ὁποία ποτ’ ἂν ᾖ (μερικὴ γάρ), ἀσυλλόγιστον ποιεῖ τὴν συζυγίαν.

“但如果全称命题是相对于小极端而言的。” 这是第七种非推论式,由特称否定大前提和全称否定小前提构成。例如,关于“属于所有”的词项如下:白并非属于所有动物,白不属于任何乌鸦,结论是:动物属于所有乌鸦。关于“不属于任何”如下:白并非属于所有石头,白不属于任何乌鸦,得出的结论是:石头不属于任何乌鸦。但在这一组合中,由于特称否定,我们不会遇到任何困难,因为即使它被取为等价于特称肯定,它也同样是非推论性的;因为大前提无论具有何种质(因为它是特称的),都会使该组合成为非推论性的。

语法注3 条
  1. 1.95τῆς Μ Ξ προτάσεως, τουτέστι τῆς ἐλάττονος, τινὶ μὲν ὑπαρχούσης τινὶ δὲ μή

    属格独立结构,补充说明主句中假设前提(διὰ τὸ ὑποθέσθαι ἡμᾶς δυνατὸν εἶναι λαβεῖν ὅρους...)成立时的条件,即小前提(ΜΞ)在偶有质料中处于“属于某些而不属于某些”的兼具两面(ἐπαμφοτερίζουσα)的状态。

  2. 1.97ὑποδυομένη τὴν συλλογιστικὴν συζυγίαν

    现在分词 ὑποδυομένη 修饰主语 ἡ μερικὴ καταφατικὴ,意为“伪装成”或“扮演……的角色”。它说明了特称肯定由于等价于特称否定,便表现得宛如一个有效的推论组合(即第二格的 Baroco),从而阻碍了在单纯偶有质料中直接为“属于所有”选取词项。

  3. 1.98οὐδὲν δὲ ἡμῖν δυσχερὲς διὰ τὴν μερικὴν ἀποφατικὴν ἐν ταύτῃ τῇ συζυγίᾳ

    省略系词 ἐστί 的非人称结构,ἡμῖν 为关涉与格(“对我们而言”)。与前两个格式(§1.95、§1.97)中特称下前提因其兼具两面的偶有性质而在选取词项时造成困难不同,此处由于大前提是特称的,无论其质如何解释都直接使组合成为非推论性的,因而不产生困难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:98.3-99.22