- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:101.9-102.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
解释第三格中大项、小项的定义(依其述谓关系与中项的亲缘性)及中项的位置,随后通过小前提换位的直接证明与归谬法,论证了该格第一式(两全称肯定前提得出特称肯定结论)。
" Μεῖζον δ’ ἄκρον τὸ πορρώτερον τοῦ μέσου, ἔλαττον δὲ τὸ ἐγγύτερον." Ὁ μείζων ὅρος ἐν τούτῳ τῷ σχήματι δὶς κατηγορεῖται, τοῦ τε γὰρ μέσου καὶ τοῦ συμπεράσματος· ὁ δὲ ἐλάττων ἅπαξ κατηγορεῖται, τοῦ γὰρ μέσου μόνον, ὑπόκειται δὲ τῷ μείζονι ἐν τῷ συμπεράσματι· ὁ δὲ μέσος μόνως ὑπόκειται, οὐδέποτε δὲ κατηγορεῖται. διὸ μείζονα ὅρον τὸν πορρωτέρω τοῦ μέσου φησί· πορρωτέρω γὰρ ἂν εἴη κατὰ συγγένειαν τοῦ μηδὲ ὅλως κατηγορουμένου ἀεὶ δὲ ὑποκειμένου ὁ ἀεὶ κατηγορούμενος καὶ οὐδέποτε ὑποκείμενος,1 ὅπερ ἐστὶν ὁ μείζων. ἔγγιον δὲ μᾶλλον ὁ ποτὲ μὲν ὑποκείμενος ποτὲ δὲ κατηγορούμενος· οὗτος δέ ἐστιν ὁ ἐλάττων.
“而大极端是离中项较远的,小极端是较近的。” 大项在这个格中被述谓两次,因为既述谓中项,又在结论中被述谓;而小项被述谓一次,因为仅述谓中项,但在结论中作为大项的主词;而中项则仅仅作为主词,决不被述谓。因此他说离中项较远的是大项;因为依亲缘性而言,那个总是被述谓而决不作主词的项——也就是大项——比起完全不被述谓而总是作主词的项要更远。而有时作主词有时被述谓的项则较近;这就是小项。
"Τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, ἔσχατον δὲ τῇ θέσει." Ἔξω μέν, διότι οὐ κατ’ εὐθεῖαν τῶν ἄκρων, ἔσχατον δέ, διότι ὑποκάτω.
“中项被置于两极端之外,但在位置上次序在最后。” 所谓在外,是因为它不在两极端的直线上;所谓在最后,是因为它在下方。
"Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων, ὅταν καὶ τὸ Π καὶ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχῃ." Πρῶτος οὗτος τρόπος συλλογιστικὸς ἐν τούτῳ τῷ σχήματι, ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· οἷον ζῷον κατὰ παντὸς ἀνθρώπου, οὐσία κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα ζῷον κατὰ τινὸς οὐσίας. ἐπεὶ γὰρ ἡ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει καταφατικήν, εἰ ἡ οὐσία παντὶ ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος τινὶ οὐσίᾳ· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατά τινὸς οὐσίας, ζῷον ἄρα τινὶ οὐσίᾳ. δεῖ δὲ λαμβάνειν ἐπὶ τούτου τοῦ τρόπου, ὥσπερ ἐπὶ τοῦ τρίτου τρόπου τοῦ πρώτου σχήματος, γένος καὶ εἶδος καὶ κοινὸν ἀμφοῖν καὶ τὸ μὲν γένος μείζονα ὅρον τιθέναι, τὸ δὲ εἶδος μέσον, τὸ δὲ κοινὸν ἀμφοῖν ἐλάττονα. καὶ ἡ μὲν ἐπ’ εὐθείας δεῖξίς ἐστιν αὕτη. λαμβάνει δὲ στοιχεῖα τὸ Π καὶ τὸ Ρ καὶ τὸ Σ τὴν ὕφεσιν δεικνὺς τοῦ τρίτου σχήματος καὶ διὰ τῆς ὑφέσεως τῆς κατὰ τὴν τάξιν τῶν στοιχείων· τίθησι δὲ τὸ Σ μέσον ὅρον δεικνὺς τὴν ὕφεσιν αὐτοῦ τὴν πρὸς τοὺς ἄκρους διὰ τῆς κατὰ τὴν τάξιν ὑφέσεως τοῦ Σ τῆς πρὸς τὸ Π καὶ τὸ Ρ. ἔστι δὲ καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν.2 εἰ γὰρ ἐπὶ παντὸς ἀνάγκη ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν τὰς ἀντιφατικῶς ἀντικειμένας, εἴ τις ὑπόθοιτο ψεῦδος εἶναι τὸ τινὶ τῷ Ρ τὸ Π ὑπάρχειν, ἀνάγκη τὸ ἀντιφατικῶς ἀντικείμενον εἶναι ἀληθὲς τὸ οὐδενί· ὑποκείσθω οὖν τὸ Π, τουτέστι τὸ ζῷον, καθὼς ὁ ἀντιλέγων βούλεται, μηδενὶ τῷ Ρ ὑπάρχειν, τουτέστι τῇ οὐσίᾳ. ὑπέκειτο δὲ τὸ Ρ, τουτέστιν ἡ οὐσία, παντὶ τῷ Σ ὑπάρχειν, τουτέστι τῷ ἀνθρώπῳ· γίνεται οὖν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Π οὐδενὶ τῷ Σ ὑπάρχει, τουτέστι τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ. ὑπέκειτο δὲ καὶ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ὅτι τὸ Π οὐδενὶ τῷ Ρ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινὶ τῷ Ρ τὸ Π, ὅπερ ἔδει δεῖξαι.
“因此,当词项是全称的,每当Π和Ρ两者都属于所有Σ时。” 这是该格中的第一种推论式,从两个全称肯定前提得出特称肯定结论:例如,动物述谓所有人,实体述谓所有人,结论是动物述谓某种实体。因为全称肯定命题换位为特称肯定命题,如果实体属于所有人,那么人也属于某种实体;因为产生了第一格的第三式,由全称肯定大前提和特称肯定小前提得出特称肯定结论:动物述谓所有人,人述谓某种实体,因此动物属于某种实体。在这种格式中,正如在第一格第三式中一样,必须选取一个属、一个种和两者的共有者,并将属作为大项,种作为中项,共有者作为小项。这就是直接的证明。他选取字母Π、Ρ、Σ,也通过字母顺序的递降来显示第三格的递降;他将Σ置为中项,通过Σ相对于Π和Ρ在次序上的递降,来显示中项相对于两极端的递降。并且也可以通过归谬法以及通过设置词项来进行证明。因为如果在所有事物上,矛盾对立的肯定或否定中必有一者为真,那么如果有人假设Π属于某个Ρ是假的,其矛盾对立的“不属于任何”就必然为真;那么就如反对者所希冀的那样,假设Π(即动物)不属于任何Ρ(即实体)。但是Ρ(即实体)曾被假设属于所有Σ(即人);于是产生了第一格的第二式,由全称否定大前提和全称肯定小前提得出全称否定结论:因此Π不属于任何Σ,即动物不属于任何人。但它也曾被假设属于所有;因此同一事物既属于所有又不属于任何,这是不可能的。这一不可能的结论是因为假设了Π不属于任何Ρ而引起的;因此这是假的,而矛盾对立的命题(即Π属于某个Ρ)为真;这正是所要证明的。
- 1.104πορρωτέρω γὰρ ἂν εἴη κατὰ συγγένειαν τοῦ μηδὲ ὅλως κατηγορουμένου ἀεὶ δὲ ὑποκειμένου ὁ ἀεὶ κατηγορούμενος καὶ οὐδέποτε ὑποκείμενος
此句包含倒装与离隔结构:核心骨架为 ὁ ἀεὶ κατηγορούμενος καὶ οὐδέποτε ὑποκείμενος(主语)+ πορρωτέρω ἂν εἴη(潜在希求法谓语)+ τοῦ μηδὲ ὅλως κατηγορουμένου ἀεὶ δὲ ὑποκειμένου(比较属格)。其意思为:总是被述谓而决不作主词者(大项),在亲缘性上比起完全不被述谓而总是作主词者(中项)更远。
- 1.106ἔστι δὲ καὶ διὰ τοῦ ἀδυνάτου καὶ τῷ ἐκθέσθαι ποιεῖν τὴν ἀπόδειξιν
表示可能性的非人称 ἔστι 支配不定式 ποιεῖν(“可以进行证明”)。表示手段的成分由介词短语 διὰ τοῦ ἀδυνάτου(通过归谬法)与带冠词的与格不定式 τῷ ἐκθέσθαι(通过设置/列举)并列构成。
