← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§95.18-98.2

第二格中大前提为特称的非推论性组合之反驳

对亚里士多德《前分析篇》第1卷第5章(27b4–27b10)的注解。约翰·斐劳波诺斯通过具体项驳斥了第二格中因大前提为特称而非推论性的两种格式(第三、第四非推论式),进而讨论前提同质(同为肯定或否定)时的非推论性组合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91

" Ἐὰν δὲ τοῦ μὲν Ξ παντὸς τοῦ δὲ Ν μὴ παντὸς κατηγορῆται, οὐκ ἔσται συλλογισμός." Ἐντεῦθεν βούλεται τὰς ἀσυλλογίστους ἐλέγξαι συζυγίας τὰς μὴ ἐκ τῶν δύο καθόλου· τὰς γὰρ ἐκ τῶν δύο καθόλου ἤδη ἀπήλεγξε. πρῶτον δὲ περὶ τῶν ἀνομοιοσχήμων διαλαμβάνει καὶ δείκνυσιν ὡς ἀσυλλόγιστοί εἰσιν· ἐπειδὴ γὰρ ἀνάγκη, εἰ συλλογιστικὸς εἴη ὁ τρόπος, καὶ ἐν τούτῳ τῷ σχήματι τὴν μείζονα εἶναι καθόλου, νῦν δὲ μερικὴ γέγονεν, εἰκότως ἀσυλλόγιστος ὁ τρόπος. διαλαμβάνει οὖν πρῶτον περὶ τῆς ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ἔοικε δὲ αὐτῷ ἡ τάξις τῶν συζυγιῶν εἰλῆφθαι ἐκ τοιαύτης διαιρέσεως.1 Διαλαβὼν οὖν ἐκ τῆς τοιαύτης διαιρέσεως πρότερον περὶ τῶν δύο πρώτων τμημάτων τῶν συλλογιστικῶν μέτεισιν ἐπὶ τὰς ἀσυλλογίστους. καὶ πρῶτον ἐλέγχει τὸν πρῶτον μὲν τῶν ἀσυλλογίστων τρίτον δὲ τῆς διαιρέσεως τὸν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. ἐλέγχει δὲ πάλιν καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσαν τὴν συζυγίαν, ὅπερ ἀνοίκειον συλλογιστικῆς μεθόδου, μὴ ὡρισμένα καὶ ἀεὶ ταὐτὰ ἐκ τῶν αὐτῶν προτάσεων συνάγειν τὰ συμπεράσματα. ὅροι δὲ τοῦ μὲν παντὶ οὕτως· ζῷον οὐ πάσῃ οὐσίᾳ, ζῷον παντὶ κόρακι, καὶ συμπέρασμα ἡ οὐσία παντὶ κόρακι· τοῦ δὲ μηδενὶ οὕτως· ζῷον οὐ παντὶ λευκῷ, ζῷον παντὶ κόρακι, καὶ συμπέρασμα λευκὸν οὐδενὶ κόρακι. οὗτος τρίτος τρόπος ἀσυλλόγιστος ἐν δευτέρῳ σχήματι.

“但如果它被述谓于所有Ξ,而并非被述谓于所有Ν,就不会有推论。” 从这里开始,他意图驳斥那些并非由两个全称构成的非推论性组合;因为由两个全称构成的组合他此前已经驳斥过了。首先,他论述那些异质的前提构成的组合,并证明它们是非推论性的;因为既然该格式若要成为推论性的,在这一格中大前提也必然是全称的,而现在它变成了特称,所以该格式是非推论性的乃是理所当然的。因此,他首先论述由特称否定大前提与全称肯定小前提构成的组合。在他看来,组合的次序似乎是从这样一种划分中取得的。因此,根据这样一种划分,在首先论述了推论性的前两个部分之后,他转向非推论性的部分。首先他驳斥非推论性组合中的第一个(即该划分中的第三个),即由特称否定大前提与全称肯定小前提构成的组合。他再次通过指出该组合既得出“属于所有”又得出“不属于任何”来加以驳斥,因为从相同的前提不能得出确定的、始终相同的结论,这与推论方法是不相容的。关于“属于所有”的词项如下:动物不属于所有实体,动物属于所有乌鸦,结论是:实体属于所有乌鸦。关于“不属于任何”的词项如下:动物不属于所有白色的事物,动物属于所有乌鸦,结论是:白色的事物不属于任何乌鸦。这是第二格中的第三种非推论式。

§1.92

"Οὐδὲ ὅταν τοῦ μὲν Ξ μηδενὸς τοῦ δὲ Ν τινός." Τέταρτος τρόπος ἀσυλλόγιστος ἐν δευτέρῳ σχήματι ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. αἰτία δὲ κἀνταῦθα τοῦ ἀσυλλογίστου ἡ αὐτή, τὸ τὴν μείζονα μερικὴν εἶναι. παράδειγμα τοῦ μὲν παντὶ οὕτως· ζῷον τινὶ οὐσίᾳ, ζῷον οὐδενὶ λίθῳ, καὶ συμπέρασμα οὐσία παντὶ λίθῳ. ἀντὶ δὲ τοῦ λίθου αὐτὸς ἐν τῷ ἐλάττονι ὅρῳ μονάδα ἔλαβε κατὰ τοὺς Πυθαγορικούς, ὡς εἴρηται, τὴν μονάδα οὐσίαν καλῶν. τοῦ δὲ μηδενί· ζῷον τινὶ οὐσίᾳ, ζῷον οὐδεμιᾷ ἐπιστήμῃ, καὶ συμπέρασμα οὐσία οὐδεμιᾷ ἐπιστήμῃ.

“当它不〔被述谓于〕任何Ξ,而〔被述谓于〕某个Ν时,同样也没有推论。” 第二格中的第四种非推论式,由特称肯定大前提与全称否定小前提构成。在此处非推论性的原因也是相同的,即大前提是特称的。“属于所有”的实例如下:动物属于某种实体,动物不属于任何石头,结论是:实体属于所有石头。但他自己在小词中选取了单子来代替石头,正如所说过的,他是按照毕达哥拉斯学派的观点称单子为实体。“不属于任何”的实例如下:动物属于某种实体,动物不属于任何知识,结论是:实体不属于任何知识。

§1.93

"Ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κατὰ μέρος, εἴρηται πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός." Δεῖται προσθήκης τινὸς ἔξωθεν ὁ λόγος οὕτως· πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμὸς ἀνομοιοσχημόνων αὐτῶν οὐσῶν.2 εἰ γὰρ μὴ προσυπακούσωμεν τοῦτο, εὑρεθήσεται ψευδὴς ὁ λόγος· οὐ γὰρ εἶπε περὶ τῶν ὁμοιοσχημόνων προτάσεων τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς. ἢ πάλιν τὰ ἐπιφερόμενα περιττά· μέλλει γὰρ εὐθέως διαλαβεῖν περὶ τῶν ἀντικείμενον ἐχουσῶν τὸ καθόλου τῷ μερικῷ.

“因此,当全称与特称相对立时,何时会有推论、何时不会有推论,已经说明了。” 这句话需要从外部作某种补充,即:“当它们是异质的时候”,何时会有、何时不会有推论。因为如果我们不这样补充理解,这句话就会被发现是假的;因为他尚未论述一为全称一为特称的同质前提。否则,接下来的内容就会是多余的;因为他马上就要论述那些具有全称与特称对立的前提了。

§1.94

"Ὅταν δὲ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, οἷον ἀμφότεραι στερητικαὶ ἢ καταφατικαί, οὐδαμῶς ἔσται συλλογισμός. " Ἴδιον τούτου τοῦ σχήματος, ὡς πολλάκις εἰρήκαμεν, [εἶναι] τὸ δεῖν τὴν μὲν μείζονα εἶναι καθόλου3 τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ μείζονι. οἱ μὲν οὖν εἰρημένοι ἀσυλλόγιστοι δύο τρόποι κατὰ τὸ ποσὸν ἐσφάλλοντο· τὴν γὰρ μείζονα μερικὴν ἐλάμβανον, ἣν ἐχρῆν εἶναι καθόλου, εἴπερ ἔμελλον συλλογιστικαὶ γίνεσθαι συζυγίαι. οἱ δὲ νῦν λεγόμενοι κατὰ τὸ ποιὸν ἡμάρτηνται· λαμβάνουσι γὰρ ὁμοιοσχήμονας ἀμφοτέρας τὰς προτάσεις. δείκνυσιν οὖν αὐτὰς ὁ φιλόσοφος ἀσυλλογίστους. λαμβάνει δὲ πρώτην τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς. παράδειγμα τοῦ μὲν μηδενὶ ὑπάρχειν οὕτως· ζῷον οὐδεμιᾷ χιόνι, ζῷον οὐ παντὶ μέλανι, καὶ συμπέρασμα χιὼν οὐδενὶ μέλανι.

“而当诸前提是同质的时候,例如两者都是否定的或肯定的,则决不会有推论。” 正如我们多次说过的,这一格的特有性质在于:大前提必须是全称的,而小前提必须与大前提在质上相异。因此,上述两种非推论式是在量上出错的;因为它们把若要成为推论性组合本应是全称的大前提取作了特称。而现在所讨论的这些格式则是在质上出错的;因为它们把两个前提都取成了同质的。因此哲学家证明它们是非推论性的。他首先选取由全称否定大前提和特称否定小前提构成的组合。“不属于任何”的实例如下:动物不属于任何雪,动物并非属于所有黑色的事物,结论是:雪不属于任何黑色的事物。

语法注3 条
  1. 1.91ἔοικε δὲ αὐτῷ ἡ τάξις τῶν συζυγιῶν εἰλῆφθαι ἐκ τοιαύτης διαιρέσεως

    动词 ἔοικε 支配与格 αὐτῷ(表示判断者或施动者,“在他看来 / 由他”),并与主格主语 ἡ τάξις 以及完成时被动不定词 εἰλῆφθαι(源自 λαμβάνω)构成个人构造,意为“在他看来,组合的次序似乎是从这样一种划分中取得的”。

  2. 1.93ἀνομοιοσχημόνων αὐτῶν οὐσῶν

    一个属格独立结构,表示在语境中应当在亚里士多德原文中补足的前提条件。代词 αὐτῶν 指代诸前提(προτάσεις),为开头的 ὅταν 从句补充了“当它们[诸前提]在质上相异时”这一限制性条件。

  3. 1.94Ἴδιον τούτου τοῦ σχήματος, ὡς πολλάκις εἰρήκαμεν, [εἶναι] τὸ δεῖν τὴν μὲν μείζονα εἶναι καθόλου

    这是一个表语结构,Ἴδιον τούτου τοῦ σχήματος 作表语,带有定冠词的不定词短语 τὸ δεῖν... 作主语。底本中以方括号标示删去的不定词 [εἶναι] 除去后,本句作为名词性句成立。在 τὸ δεῖν 内部嵌套着宾格加不定词结构(τὴν μὲν μείζονα εἶναι...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:95.18-98.2