← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§93.19-95.17

第二格第三式第四式的证明与有效组合总结

菲洛波诺斯讨论了第二格的第三式(Festino)和第四式(Baroco),指出前者通过大前提换位化归为第一格第四式,而后者因无法换位而借助归谬法加以证明。随后,他总结了第二格中全部六种有效的推论组合(包括引入不定命题的情形)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.89

" Εἰ γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν." Οὗτος τρίτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον λογικὸν οὐδενὶ ἀλόγῳ, λογικὸν τινὶ ζῴῳ, καὶ συμπέρασμα ἄλογον οὐ παντὶ ζῴῳ. ἐπεὶ γὰρ ἀντιστρέφει ἡ καθόλου ἀποφατική, ὥσπερ τὸ λογικὸν οὐδενὶ ἀλόγῳ, καὶ τὸ ἄλογον οὐδενὶ λογικῷ· εἰ τοίνυν τὸ ἄλογον οὐδενὶ λογικῷ, τὸ δὲ λογικὸν τινὶ ζῴῳ, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα ἄλογον οὐ παντὶ ζῴῳ. εὐπορήσεις δὲ ὑλῶν ἐνταῦθα ὥσπερ καὶ ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ πρώτου σχήματος τὰ ἀντιδῃρημένα τοῦ αὐτοῦ γένους λαμβάνων καὶ τὸ μὲν μείζονα ὅρον1 τιθεὶς τὸ δὲ μέσον, τὸ δὲ τούτων γένος ἐλάττονα ὅρον. προέταξε δὲ τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἥνπερ καὶ ἐπὶ τοῦ πρώτου τρόπου εἴπομεν, διότιπερ αὕτη διὰ μιᾶς μόνης ἀντιστροφῆς δείκνυται· ἡ γὰρ ἑτέρα οὐδὲ δι’ ἀντιστροφῆς ὅλως ἀλλὰ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀποδείκνυται.

“因为如果Μ不属于任何Ν,而属于某个Ξ,那么Ν必然不属于某个Ξ。” 这是第二格中的第三种推论式,它从全称否定的大前提和特称肯定的小前提得出特称否定的结论。例如,有理性的不属于任何无理性的,有理性的属于某种动物,结论是:无理性的并非属于所有动物。因为既然全称否定是可换位的,正如“有理性的不属于任何无理性的”,同样“无理性的也不属于任何有理性的”;因此,如果无理性的不属于任何有理性的,而有理性的属于某种动物,就会形成第一格的第四式,得出特称否定的结论:因此无理性的并非属于所有动物。如同在第一格的第四式中一样,在这里你通过选取同一属下的并列同级种,并将其中之一设为大词,另一个设为中词,将它们的属设为小词,你就不会缺少[实例的]材料。而他之所以把由全称否定大前提构成的[格式]放在前面,是由于我们在讨论第一式时所说的同一个原因,因为这个格式仅通过一次换位就被证明;而另一个则根本不能通过换位证明,而只能通过归谬法被证明。

§1.90

"Πάλιν εἰ τῷ μὲν Ν παντὶ τὸ Μ τῷ δὲ Ξ τινὶ μὴ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν." Τέταρτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι ὁ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς ἀποφατικῆς τῆς ἐλάττονος μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα. ἰστέον δὲ ὅτι δι’ ἀντιστροφῆς οὐ δυνατὸν δεῖξαι ταύτην τὴν συζυγίαν· εἴτε γὰρ ἡ μείζων ἀντιστραφῇ καθόλου καταφατικὴ οὖσα, πρὸς τὴν μερικὴν ἀντιστρέφει, καὶ ἀσυλλόγιστος γίνεται ἡ συζυγία, εἴτε ἡ ἐλάττων ἀντιστραφῇ μερικὴ οὖσα ἀποφατική, πρὸς οὐδεμίαν ἀντιστρέφει, ὡς δέδεικται. διὸ μόνως διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς δεικτέον τὴν συζυγίαν οὕτως. τὸ Μ τῷ μὲν Ν παντὶ ὑπαρχέτω, τῷ δὲ Ξ μὴ παντί· λέγω ὅτι ἐξ ἀνάγκης τὸ Ν τῷ Ξ οὐ παντὶ ὑπάρξει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, λέγω δὴ τὸ παντὶ τῷ Ξ τὸ Ν ὑπάρχειν. εἰ τοίνυν ὑπέκειτο μὲν ἐξ ἀρχῆς τὸ Μ παντὶ τῷ Ν, νῦν δὲ κατὰ τὴν τῶν ἀντιλεγόντων ὑπόθεσιν τὸ Ν παντὶ τῷ Ξ, ἀνάγκη τὸ Μ παντὶ τῷ Ξ ὑπάρχειν· ὁ γὰρ πρῶτος τρόπος γίνεται τοῦ πρώτου σχήματος. ἦν δὲ καὶ οὐ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἄτοπον. ψεῦδος ἄρα τὸ παντὶ τὸ Ν τῷ Ξ ὑπάρχειν, ἀληθὲς δὲ τὸ οὐ παντί. εὐπορήσεις δὲ κἀνταῦθα ὑλῶν ὁμοίως τῷ τρίτῳ τρόπῳ τοῦ πρώτου σχήματος λαμβάνων εἶδος καὶ γένος καὶ κοινὸν ἀμφοτέρων καθολικώτερον καὶ τιθεὶς τὸ μὲν γένος μέσον ὅρον, τὸ δὲ εἶδος μείζονα, τὸ δὲ ἐπὶ πλέον ἀμφοτέρων ἐλάττονα, ὥσπερ καὶ ἐν τῷ πρώτῳ σχήματι. ἐν μὲν γὰρ τῷ πρώτῳ κατὰ μερικὴν καταφατικὴν τίθεται, ἐν δὲ τῷ δευτέρῳ κατὰ μερικὴν ἀποφατικήν· οἷον ζῷον παντὶ ἀνθρώπῳ, ζῷον οὐ παντὶ ἐμψύχῳ, καὶ συμπέρασμα ἄνθρωπος οὐ παντὶ ἐμψύχῳ. Τοσοῦτοι καὶ ἐν δευτέρῳ σχήματι οἱ συλλογιστικοὶ τρόποι προσδιωρισμένων οὐσῶν τῶν προτάσεων. ἐὰν δὲ ἐπὶ τῆς ἐλάττονος μερικῆς οὔσης προτάσεως ἀπροσδιόριστον λάβωμεν καταφατικὴν ἢ ἀποφατικὴν ὡς ἰσοδυναμοῦσαν τῇ μερικῇ, τῆς μείζονος καθόλου οὔσης ἢ καταφατικῆς ἢ ἀποφατικῆς γενήσονται ἄλλαι δύο συλλογιστικαὶ συζυγίαι, ἥ τε ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου ἀποφατικῆς, ὡς εἶναι τὰς πάσας συλλογιστικὰς συζυγίας ἐν δευτέρῳ σχήματι ἕξ.2 αἱ δὲ παρὰ ταύτας πᾶσαι ἀσυλλόγιστοι δείκνυνται διὰ τὸ μὴ φυλάττειν τὰ τοῦ σχήματος ἴδια. Αἱ συλλογιστικαὶ συζυγίαι ἐν δευτέρῳ σχήματί εἰσιν αʹ ἐκ δύο καθόλου, τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς. βʹ ἐκ δύο καθόλου, τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς. γʹ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς. δʹ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς. εʹ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς. ϛʹ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου ἀποφατικῆς.

“再次,如果Μ属于所有Ν,而不属于某个Ξ,那么Ν必然不属于某个Ξ。” 这是第二格中的第四种推论式,它从全称肯定的大前提和特称否定的小前提得出特称否定的结论。应当知道,通过换位来证明这一对组合是不可能的;因为如果全称肯定的大前提被换位,它换位为特称,组合便成为非推论性的,而如果特称否定的小前提被换位,如前所示,它不能换位为任何命题。因此,必须仅仅通过归谬法按如下方式证明这一对组合:设Μ属于所有Ν,而不属于所有Ξ;我主张,Ν必然不属于所有Ξ。因为如果这是假的,那么与其矛盾对立的命题就是真的,我指的是Ν属于所有Ξ。因此,如果在最初曾假定Μ属于所有Ν,而现在根据反对者的假说Ν属于所有Ξ,那么Μ就必然属于所有Ξ;因为形成了第一格的第一式。但它原先也是并不属于所有;因此同一事物既属于所有又并非属于所有,这是荒谬的。因此,Ν属于所有Ξ是假的,而并非属于所有是真的。同第一格的第三式类似,在这里通过选取一个种、一个属以及两者共有的更普遍者,并将属设为中词,种设为大词,比两者更宽泛的设为小词,就像在第一格中那样,你在此同样不会缺乏材料。因为在第一格中它是按照特称肯定设立的,而在第二格中它是按照特称否定设立的;例如,动物属于所有人,动物并非属于所有有灵魂者,结论是:人并非属于所有有灵魂者。当前提具有量限定时,第二格中的推论式就只有这些。但如果当小前提为特称时,我们取与特称等值的肯定或否定不定命题,在大前提为全称(肯定或否定)的情况下,就会形成另外两个推论性组合:由全称否定大前提与不定肯定小前提构成的组合,以及由全称肯定大前提与不定否定小前提构成的组合,从而使第二格中所有的推论性组合为六个。而除此之外的所有组合都被证明是非推论性的,因为它们不保持该格的特有性质。 第二格中的推论性组合是: 1. 由两个全称构成,大前提为否定,小前提为肯定。 2. 由两个全称构成,大前提为肯定,小前提为否定。 3. 大前提为全称否定,小前提为特称肯定。 4. 大前提为全称肯定,小前提为特称否定。 5. 大前提为全称否定,小前提为不定肯定。 6. 大前提为全称肯定,小前提为不定否定。

语法注2 条
  1. 1.89εὐπορήσεις δὲ ὑλῶν ἐνταῦθα ὥσπερ καὶ ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ πρώτου σχήματος τὰ ἀντιδῃρημένα τοῦ αὐτοῦ γένους λαμβάνων καὶ τὸ μὲν μείζονα ὅρον τιθεὶς τὸ δὲ μέσον, τὸ δὲ τούτων γένος ἐλάττονα ὅρον.

    现在分词 λαμβάνων 与 τιθείς 作方式/手段状语分词,修饰主要动词 εὐπορήσεις。句子的基本骨架为:“通过选取……并将……设定为……(λαμβάνων... καὶ... τιθείς),你将不匮乏材料(εὐπορήσεις ὑλῶν)”。

  2. 1.90ὡς εἶναι τὰς πάσας συλλογιστικὰς συζυγίας ἐν δευτέρῳ σχήματι ἕξ

    连词 ὡς 与不定式 εἶναι 连用引导结果从句(相当于 ὥστε 加不定式)。不定式的逻辑主语是宾格的 τὰς πάσας συλλογιστικὰς συζυγίας,表语是 ἕξ,整个句式构成“以致第二格中所有的推论组合为六个”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:93.19-95.17