- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:91.23-93.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了第二格全称推论被称为“不完全”的原因(需要换位和归谬法),通过反例项表明具有相同质的全称前提组合是非推论性的,并进而引入一前提为特称的情况(其中仅有两个有效式)。
" Ὅτι μὲν οὖν γίνεται συλλογισμὸς οὕτως ἐχόντων τῶν ὅρων, φανερόν, ἀλλ’ οὐ τέλειος· οὐ γὰρ μόνον ἐκ τῶν ἐξ ἀρχῆς ἀλλὰ καὶ ἐξ ἄλλων1 ἐπιτελεῖται τὸ ἀναγκαῖον." Φησὶ γίνεσθαι συλλογισμὸν οὕτως ἐχόντων τῶν ὅρων, ἀλλ’ οὐ τέλειον, καὶ ἀποδίδωσι δύο αἰτίας, μίαν μὲν διότι δι’ ἀντιστροφῆς δείκνυται (τοῦτο δὲ ἐσήμανε διὰ τοῦ εἰπεῖν οὐ γὰρ μόνον ἐκ τῶν ἐξ ἀρχῆς· τὰ γὰρ ἐξ ἀρχῆς εἰλημμένα οὐδὲν ἕτερόν εἰσιν ἢ αἱ προτάσεις), ἑτέραν δὲ ὅτι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς δείκνυται. ἐσήμανε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ἀλλὰ καὶ ἐξ ἄλλων ἐπιτελεῖται· ἐπὶ γὰρ τῆς εἰς ἀδύνατον δείξεως ἄλλου τινὸς ἔξωθεν δεόμεθα παρὰ τὰ ἐξ ἀρχῆς εἰλημμένα· τοῦ γὰρ συναγομένου τὸ ἀντικείμενον ἔξωθεν παρεισάγομεν.
“因此,显然当词项如此相联时就会产生推论,但不是完全的;因为必然的结论不仅来自最初设定的东西,而且也来自其他东西得以完成。” 他说,当词项如此相联时就会产生推论,但不是完全的推论,并给出了两个原因:其一是因为它是通过换位被证明的(而他通过说“因为不仅来自最初设定的东西”指明了这一点;因为最初取用的东西不外乎就是前提);其二是因为它也是通过归谬法被证明的。他通过说“而且也来自其他东西得以完成”指明了这一点;因为在归谬证明中,除了最初取用的东西之外,我们还需要从外部引入别的某种东西;因为我们从外部引入了所推结论的对立命题。
"Ἐὰν δὲ τὸ Μ παντὸς τοῦ Ν καὶ τοῦ Ξ κατηγορῆται, οὐκ ἔσται συλλογισμός." Εἰκότως· οὐδὲ γάρ ἐστιν ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ ἴδιον τοῦ δευτέρου σχήματος, λέγω δὴ τὸ ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις·2 συνάγουσι γὰρ αἱ συζυγίαι αὗται καὶ τὸ παντὶ καὶ τὸ μηδενί. ὅροι τοῦ παντὶ οὐσία, ζῷον, ἄνθρωπος, μέσον οὐσία· οὐσία παντὶ ζῴῳ ὑπάρχει, οὐσία παντὶ ἀνθρώπῳ ὑπάρχει, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει. τοῦ δὲ μηδενὶ οὐσία, ζῷον, ἀριθμός· οὐσία παντὶ ζῴῳ, οὐσία παντὶ ἀριθμῷ, καὶ ζῷον οὐδενὶ ἀριθμῷ. τὸν δὲ ἀριθμὸν οὐσίαν ἐκάλεσε κατὰ τὴν δόξαν τῶν Πυθαγορείων· ἐκεῖνοι γὰρ πρώτας οὐσίας ἐκάλουν τοὺς ἀριθμούς. διὸ πρὸς τὸ σαφέστερον παραληψόμεθα ἡμεῖς ἀντὶ τοῦ ἀριθμοῦ λίθον ἤ τι τῶν ἀψύχων λαμβάνοντες. εἰκότως δὲ ἡ ἐκ δύο καθόλου καταφατικῶν προτάσεων ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ δι’ ἀντιστροφῆς ἔχουσι τὸ ἀναγκαῖον3 καὶ τῆς ἀναγωγῆς τῆς ἐπὶ τὸ πρῶτον σχῆμα, ἀντιστρέφοντες δὲ αὐτὰς ἀσυλλογίστους ποιοῦμεν συμπλοκάς, εἰκότως ἄρα οὐδὲ ἐν δευτέρῳ σχήματι συλλογιστικαί εἰσιν. εἰ μὲν γὰρ τὴν ἑτέραν μόνον πρότασιν ἀντιστρέψωμεν ὁποιανοῦν, ποιοῦμεν τὴν μὲν ἐλάττονα καθόλου καταφατικὴν τὴν δὲ μείζονα μερικὴν καταφατικήν· εἰ δὲ τὰς δύο, ἀμφοτέρας ποιοῦμεν μερικάς.
“但如果Μ被述说于所有Ν和所有Ξ,就不会有推论。” 理所当然;因为在这一对组合中并不具有第二格的固有特性,我指的是前提是不同质的;因为这些组合既推导出“属于所有”,又推导出“不属于任何”。“属于所有”的词项是实体、动物、人,中项是实体:实体属于所有动物,实体属于所有人,结论是动物属于所有人。而“不属于任何”的词项是实体、动物、数:实体属于所有动物,实体属于所有数,动物不属于任何数。他按照毕达哥拉斯学派的观点把数称为实体;因为他们把数称为第一实体。因此,为了更清楚起见,我们将取石头或某种无生命物来代替数。而在这个格中,由两个全称肯定前提构成的组合是非推论性的,这是理所当然的;因为如果它们是通过换位以及化归到第一格而具有必然性,但换位它们就会使我们构成非推论性的组合,那么理所当然地它们在第二格中也不是推论性的。因为如果我们只换位其中任意一个前提,我们就会使小前提成为全称肯定,大前提成为特称肯定;如果换位两个前提,我们就会使两者都成为特称。
"Οὐδὲ ὅταν μήτε τοῦ Ν μήτε τοῦ Ξ μηδενὸς κατηγορῆται τὸ Μ." Τὴν ἑτέραν ἐκ δύο καθόλου ἀποφατικῶν συζυγίαν ἐκτίθεται ἀσυλλόγιστον οὖσαν· συνάγει γὰρ καὶ αὕτη τὸ παντὶ καὶ τὸ μηδενί.
“当Μ既不被表述为任何Ν,也不被表述为任何Ξ时,同样没有推论。” 他指明由两个全称否定前提构成的另一对组合是非推论性的;因为这一对组合同样既推导出“属于所有”,又推导出“不属于任何”。
"Ὅροι τοῦ παντὶ γραμμή, ζῷον, ἄνθρωπος, τοῦ μηδενὶ γραμμή, ζῷον, λίθος." Μέσον γραμμή· γραμμὴ κατ’ οὐδενὸς ζῴου, γραμμὴ κατ’ οὐδενὸς ἀνθρώπου, καὶ συμπέρασμα ζῷον κατὰ παντὸς ἀνθρώπου· καὶ πάλιν γραμμὴ κατ’ οὐδενὸς ζῴου, γραμμὴ κατ’ οὐδενὸς λίθου, καὶ ζῷον κατ’ οὐδενὸς λίθου.
“‘属于所有’的词项是线、动物、人;‘不属于任何’的词项是线、动物、石头。” 中项是线:线不被表述为任何动物,线不被表述为任何人,结论是动物被表述为所有人;再次,线不被表述为任何动物,线不被表述为任何石头,动物不被表述为任何石头。
"Φανερὸν οὖν ὅτι, ἐὰν ᾖ συλλογισμὸς καθόλου τῶν ὅρων ὄντων, ἀνάγκη τοὺς ὅρους ἔχειν ὡς ἐν ἀρχῇ εἴπομεν." Ἐν ἀρχῇ γὰρ εἶπεν ὅτι συλλογιστικός ἐστι τρόπος, ἐὰν τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ τὸ μέσον, δηλῶν τὸ ἀνομοιόσχημον τῶν προτάσεων.
“因此显然,如果当词项是全称时有推论,诸词项就必然像我们最初所说的那样发生关联。” 因为他在最初曾说,如果中项属于一个的所有而不属于另一个的任何,它就是推论式,这表明了前提的质的相异性。
"Ὅταν δὲ πρὸς τὸν ἕτερον ᾖ καθόλου τὸ μέσον." Εἰπὼν περὶ τῶν ἐξ ἀμφοτέρων καθόλου προτάσεων καὶ δείξας δύο μὲν τὰς συλλογιστικάς, δύο δὲ τὰς ἀσυλλογίστους, νῦν βούλεται εἰπεῖν περὶ τῶν ἐκ τῆς ἑτέρας μερικῆς τῆς δὲ ἑτέρας καθόλου. ὀκτὼ δὲ συζυγιῶν ἐκ τούτων γινομένων δύο μόνας δείκνυσι τὰς συλλογιστικάς, τὰς δὲ λοιπὰς ἀσυλλογίστους.
“而当中项相对于其中之一是全称时。” 在讨论了两个前提都是全称的情况并指明两个是推论性的、两个是非推论性的之后,他现在希望讨论由一个是特称而另一个是全称的前提构成的情况。在由这些组合形成的八种对式中,他表明只有两种是推论性的,其余都是非推论性的。
"Ὅταν μὲν πρὸς τὸν μείζω γένηται τὸ καθόλου ἢ κατηγορικῶς ἢ στερητικῶς, πρὸς δὲ τὸν ἐλάττονα κατὰ μέρος καὶ ἀντικειμένως τῷ καθόλου.4" Τὰς δύο συλλογιστικὰς διὰ τούτων σημαίνει συζυγίας ἀνομοιοσχήμονας οὔσας, τήν τε ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς, αἵτινες μερικὰ ἀποφατικὰ συνάγουσι συμπεράσματα.
“当相对于大词在肯定上或在否定上成为全称,而相对于小词成为部分地且与全称对立地时。” 他通过这些话指明了质相异的两种推论性组合:由全称否定的大前提和特称肯定的小前提构成的组合,以及由全称肯定的大前提和特称否定的小前提构成的组合,它们得出特称否定的结论。
- 1.82οὐ μόνον ἐκ τῶν ἐξ ἀρχῆς ἀλλὰ καὶ ἐξ ἄλλων
介词短语 ἐκ τῶν ἐξ ἀρχῆς(“来自最初设定的东西”)和 ἐξ ἄλλων(“来自其他东西”)修饰动词 ἐπιτελεῖται。菲洛波诺斯将这两者分别解释为:依赖最初设定的前提(τὰ ἐξ ἀρχῆς εἰλημμένα = αἱ προτάσεις)本身的换位证明,以及需要从外部引入结论之矛盾对立命题(ἔξωθεν παρεισάγομεν)的归谬证明。
- 1.83ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις
带不定词的宾格短语,由 λέγω δή 引导,作为同位语说明名词短语 τὸ ἴδιον τοῦ δευτέρου σχήματος(“第二格的固有特性”)。术语 ἀνομοιόσχημον 指前提在肯定或否定上的质的相异性。
- 1.83εἰ γὰρ δι’ ἀντιστροφῆς ἔχουσι τὸ ἀναγκαῖον
动词 ἔχουσι 的未表达主语指第二格的诸推论(或有效格式)。该从句为条件从句(“因为如果它们通过换位和还原到第一格而具有必然性”),连接后续主句 εἰκότως ἄρα οὐδὲ ἐν δευτέρῳ σχήματι συλλογιστικαί εἰσιν(其中阴性复数形容词 συλλογιστικαί 与潜在的主语组合 συζυγίαι 一致)。这一论证骨架指出,两个全称肯定前提若经换位只能变成第一格中的无效结合,因此在第二格中也是非推论性的。
- 1.88ἀντικειμένως τῷ καθόλου
副词 ἀντικειμένως(“对立地”)支配与格 τῷ καθόλου(“与全称的”)。它承接前文的 ἢ κατηγορικῶς ἢ στερητικῶς(“或者肯定地,或者否定地”),指质上的对立关系:若全称大前提是肯定的,则小前提是否定的;若大前提是否定的,则小前提是肯定的。
