- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:90.8-91.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了归谬法(归于不可能)的证明步骤,并通过假设第二格第一式(Cesare)和第二式(Camestres)结论的矛盾对立命题,经由第一格(分别为Ferio和Darii)推导出荒谬结论,从而证明原来的结论。
" Ἔστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντας." Τῶν συλλογισμῶν οἱ μὲν ἐπ’ εὐθείας ἀποδείκνυνται, οἱ δὲ δι’ ἀντιστροφῆς, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἥντινα καὶ καλοῦσι κύκλῳ δεῖξιν. καὶ ἐπ’ εὐθείας μὲν πάντες οἱ ἐν τῷ πρώτῳ σχήματι ἀπεδείχθησαν, δι’ ἀντιστροφῆς δὲ καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οἵ τε ἐν τούτῳ καὶ τῷ τρίτῳ σχήματι. ἀποδείξας οὖν τοὺς πρώτους συλλογιστικοὺς δύο τρόπους διὰ τῆς ἀντιστροφῆς νῦν διὰ τοῦ ἀδυνάτου δείκνυσιν. δεῖ δὲ πρότερον ἡμᾶς εἰπεῖν τίνα τρόπον γίνεται ἡ εἰς ἀδύνατον ἀπαγωγή. ἐπειδὰν ἀποτελεσθῇ ὁ συλλογισμὸς ἐν τούτοις τοῖς τρόποις, τὸ δὲ συμπέρασμα θέλωμεν ἐπιβεβαιῶσαι, οὐκέτι τῇ κατ’ εὐθεῖαν δείξει χρώμεθα, ἀλλ’ ὥσπερ τινὸς ἀντιλέγοντος συγχωροῦμεν καθ’ ὑπόθεσιν τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι, καὶ προσάγοντες αὐτῷ τι τῶν ὁμολογουμένων καὶ κειμένων ἀναιροῦμεν ἕν τι τῶν ἐναργῶς ὡμολογημένων τε καὶ κειμένων· δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον,1 τοῦτο ἐλέγχεται ψεῦδος διὰ τῆς τοιαύτης ἀπαγωγῆς· τούτου δὲ δειχθέντος ψεύδους τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς εὑρίσκεται. οἷον ὡς ἐπὶ τοῦ πρώτου τρόπου τὸ Μ οὐδενὶ τῷ Ν, τὸ Μ παντὶ τῷ Ξ· λέγω, φησίν, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. αὕτη μὲν οὖν δι’ εὐθείας δεῖξις, ἐν ᾗ συμπεραίνεται καθόλου ἀποφατικὸν συμπέρασμα, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. εἴ τις οὖν ταύτῃ τῇ δείξει ἀντιλέγοι ψευδὲς εἶναι λέγων τὸ συμπέρασμα, ἀνάγκη τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον ὑποθέσθαι, λέγω δὲ ὅτι τὸ Ν τινὶ τῷ Ξ ὑπάρχει· ἀνάγκη γὰρ πᾶσα ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων, εἰ τὸ ἕτερον ψεῦδός ἐστι, τὸ ἀντικείμενον εἶναι ἀληθές. τοῦτο οὖν τὸ λῆμμα προχειρισάμενοι δείκνυμεν αὐτῷ ἀδύνατόν τι ἀκολουθοῦν, καὶ οὕτως ὡς ψεῦδος ἐκβαλόντες, ἐπεὶ μηδεμιᾷ ἀληθεῖ ὑποθέσει ἀδύνατόν τι ἀκολουθεῖ, εἰσάγομεν τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μηδενὶ τῷ Ξ τὸ Ν ὑπάρχειν, ὅπερ ἦν ἐξ ἀρχῆς. εἰ γάρ, καθὼς ὁ ἀντιλέγων βούλεται, τὸ Ν τινὶ τῷ Ξ ὑπάρχει, ὑπῆρχε δὲ ἐξ ἀρχῆς τὸ Μ οὐδενὶ τῷ Ν, γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα,2 ὅτι τὸ Μ οὐ παντὶ τῷ Ξ, οὕτως· τὸ Μ οὐδενὶ τῷ Ν· τοῦτο γὰρ ὑπέκειτο ἐξ ἀρχῆς· τὸ Ν τινὶ τῷ Ξ· τοῦτο γὰρ ὁ ἀντιλέγων βούλεται· τὸ ἄρα Μ οὐ παντὶ τῷ Ξ· ὁ γὰρ τέταρτος τρόπος τοῦ πρώτου σχήματος. ὑπέκειτο δὲ καὶ παντὶ τὸ Μ τῷ Ξ· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον [ἄρα] ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ, ὅπερ ἔδει δεῖξαι. οὕτως ἐπὶ τοῦ πρώτου τρόπου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου. τὸ Μ τῷ μὲν Ν παντί, τῷ δὲ Ξ μηδενὶ ὑπαρχέτω· λέγω ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, ὅτι τὸ Ν τινὶ τῷ Ξ· εἰ οὖν τὸ Μ παντὶ τῷ Ν ὑπέκειτο, λέγει δὲ ὁ ἀντιλέγων ὅτι τὸ Ν τινὶ τῷ Ξ, γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν καταφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Μ τινὶ τῷ Ξ. ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. τὸ ἄτοπον πάλιν ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς ὅτι τὸ Ν τινὶ τῷ Ξ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ οὐδενὶ τῷ Ξ τὸ Ν, ὅπερ ἔδει δεῖξαι.
“也可以通过归谬法来证明这些。” 在各种推论中,有些是直接证明的,有些是通过换位证明的,有些则是通过归谬法证明的,人们也称归谬法为循环论证。并且在第一格中的所有推论都是直接证明的,而通过换位和归谬法证明的则是这一格和第三格中的推论。因此,在通过换位证明了前两个推论式之后,他现在通过不可能来表明它们。但我们必须首先说明归谬法是如何进行的。每当推论在这些格式中完成,而我们希望证实结论时,我们就不再使用直接论证,而是仿佛有人提出异议一样,在假设中承认与结论矛盾对立的命题,并将已商定并设定的前提之一与它结合起来,从而推翻明晰地被商定并设定的前提之一;因为正是由于其被假设而使明晰且已商定的前提被推翻的那一命题,通过这样的归谬被驳斥为假;而当这一命题被证明为假时,与它对立的命题就被发现为真。例如像在第一式中,Μ不属于任何Ν,Μ属于所有Ξ;他说,我主张Ν不属于任何Ξ。这就是直接论证,其中得出全称否定的结论,即Ν不属于任何Ξ。因此,如果有人反驳这一论证,说结论是假的,就必须假设与它矛盾对立的命题,我指的是Ν属于某个Ξ;因为在矛盾对立的命题中,如果其中一个是假的,对立的那个完全必然是真的。因此,我们拿起这个假定,表明有某种不可能的事物随之而来,并且既然没有任何不可能的事物会随真的假设而来,我们便如此将其作为假的予以排除,引入矛盾对立的命题,即Ν不属于任何Ξ,这正是最初就有的。因为如果按照反驳者所希望的,Ν属于某个Ξ,而最初Μ不属于任何Ν,那么第一格的第四式就形成了,它由全称否定的大前提和特称肯定的小前提得出特称否定的结论,即Μ不属于所有Ξ,如下所示:Μ不属于任何Ν;因为这最初就已设定;Ν属于某个Ξ;因为这是反驳者所希望的;因此Μ不属于所有Ξ;因为这是第一格的第四式。但先前也已设定Μ属于所有Ξ;因此同一事物既属于所有又不属于所有,这是不可能的。所以,由于我们假设了Ν属于某个Ξ,不可能的事物随之发生;因此这是假的,而矛盾对立的命题是真的,即Ν不属于任何Ξ,这正是所应当证明的。在第一式中就是如此。在第二式中同样如此。设Μ属于所有Ν,但不属于任何Ξ;我主张Ν不属于任何Ξ。因为如果这是假的,矛盾对立的命题就是真的,即Ν属于某个Ξ;因此,如果先前已设定Μ属于所有Ν,而反驳者说Ν属于某个Ξ,那么第一格的第三式就形成了,它由全称的大前提和特称肯定的小前提得出特称肯定的结论;因此Μ属于某个Ξ。但先前也已设定它不属于任何Ξ;因此同一事物既属于某个又不属于任何,这是荒谬的。由于我们假设了Ν属于某个Ξ,荒谬的事物再次随之发生;因此这是假的,而矛盾对立的命题是真的,即Ν不属于任何Ξ,这正是所应当证明的。
- 1.81δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον
关系代词 ὃ 及其同格的中性单数分词 ὑποτεθέν 充当前置词 διά 的宾语,构成表示原因的名词性短语:“正是由于其被假设而导致……的事物”。主句中的指示代词 τοῦτο(τοῦτο ἐλέγχεται ψεῦδος)指代整个关系从句,而从句内部的主语是 τὸ ἐναργὲς καὶ ὁμολογούμενον。
- 1.81ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν ἀποφατικὸν συνάγων συμπέρασμα
冠词 ὁ 与其后的分词 συνάγων 相连,构成修饰结构“得出……的[格式]”。介词短语 ἐκ τῆς μείζονος... 修饰分词 συνάγων,指明前提的组合(全称否定的大前提和特称肯定的小前提)。在古代注释家对第一格格式的编号顺序中,第四式对应于Ferio(EIO),第三式对应于Darii(AII)。
