- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:89.9-90.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论第二格第二式(由全称肯定大前提与全称否定小前提得出全称否定结论),解释为何它不同于第一式而需要两次换位(小前提与结论)才能归约为第一格,并给出了具体事例。
" Πάλιν εἰ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ξ μηδενί, οὐδὲ τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρξει." Δεύτερος οὗτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι, ἐκ καθόλου καταφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα. ὁ αὐτὸς δέ ἐστιν οὗτος σχεδὸν τῷ προτέρῳ, πλὴν ὅσον ἐκεῖνος μὲν μιᾶς ἀντιστροφῆς ἐδεήθη, οὗτος δὲ δύο. αἴτιον δὲ τούτου τὸ τὴν μείζονα εἶναι καταφατικὴν καὶ διὰ τοῦτο μὴ δύνασθαι ἡμᾶς αὐτὴν ἀντιστρέψαι· ἀντιστρέφουσα γὰρ πρὸς τὴν μερικὴν ἀντέστρεφε καὶ ἀσυλλόγιστον ἐποίει τὴν συζυγίαν τῆς μείζονος οὐκ ἐχούσης τὸ καθόλου. διὰ τοῦτο ἀνάγκη τὴν ἐλάττονα ἀντιστρέψαι οὕτως. βουλόμεθα δεῖξαι, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει, διὰ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος, καὶ λέγομεν οὕτως· τὸ Μ παντὶ τῷ Ν ὑπαρχέτω, τὸ Μ μηδενὶ τῷ Ξ ὑπαρχέτω· εἶτα ἐπεὶ ἡ καθόλου στερητικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει,1 καὶ τὸ Ξ οὐδενὶ τῷ Μ ὑπάρχει· οὐκοῦν τὸ Ξ οὐδενὶ τῷ Μ ὑπάρχει, τὸ Μ παντὶ τῷ Ν· γίνεται πάλιν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος ἀπὸ τοῦ Ξ ἀρξαμένων πλέκειν·2 τὸ ἄρα Ξ οὐδενὶ τῷ Ν ὑπάρχει. ἀλλ’ οὐ τοῦτο ἠβουλόμεθα δεῖξαι, ὅτι τὸ Ξ οὐδενὶ τῷ Ν, ἀλλὰ τοὐναντίον ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ. ἐπειδὴ οὖν ἀντιστρέφει ἡ καθόλου στερητική, ἀντιστρέψαντες τὸ συμπέρασμα ἔχομεν τὸ ζητούμενον· εἰ γὰρ τὸ Ξ οὐδενὶ τῷ Ν, καὶ τὸ Ν οὐδενὶ τῷ Ξ. δύο ἄρα ἀντιστροφῶν ἐπὶ τοῦ δευτέρου τρόπου ἐδεήθημεν, τῆς τε ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος. ὁμοίως δὲ εὐπορήσεις ὑλῶν καὶ ἐν τούτῳ τῷ τρόπῳ τῷ πρὸ αὐτοῦ, μόνον ἐνταῦθα τὸ μὲν εἶδος μείζονα ὅρον τιθεὶς τὸ δὲ ἀλλότριον ἐλάττονα. ἔστωσαν γὰρ ὅροι ζῷον, ἄνθρωπος, λίθος· μείζων ὁ ἄνθρωπος, μέσον τὸ ζῷον· ζῷον κατὰ παντὸς ἀνθρώπου, ζῷον κατ’ οὐδενὸς λίθου, καὶ συνάγει μὲν οὐκέτι τὸν μείζονα ὅρον συνάπτων τῷ ἐλάττονι, ἀλλὰ τὸ ἀνάπαλιν. τὴν ἐλάττονα γὰρ ἀντιστρέψαντες οὕτως ἐπάγομεν τὸ συμπέρασμα λέγοντες ‘εἰ τὸ ζῷον κατ’ οὐδενὸς λίθου, καὶ ὁ λίθος κατ’ οὐδενὸς ζῴου· εἰ δὲ τοῦτο, ζῷον δὲ κατὰ παντὸς ἀνθρώπου, καὶ ὁ λίθος ἄρα κατ’ οὐδενὸς ἀνθρώπου’· γεγένηται γὰρ πάλιν ὁ δεύτερος τρόπος ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐπεὶ οὐ τοῦτο ἦν ἡμῖν ἀποδεῖξαι ἀλλ’ ὅτι ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου, δεησόμεθα ἑτέρας ἀντιστροφῆς ἐν τῷ συμπεράσματι λέγοντες ‘εἰ τοίνυν λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ ἄνθρωπος κατ’ οὐδενὸς λίθου’.
“再次,如果Μ属于所有Ν,但不属于任何Ξ,那么Ν也将不属于任何Ξ。” 这是第二格中的第二推论式,由全称肯定的大前提和全称否定的小前提得出全称否定的结论。这个格式实际上与前一个格式相同,只是前一个格式需要一次换位,而这个格式需要两次。其原因在于大前提是肯定的,因此我们无法对其进行换位;因为换位时,它将换位为特称命题,并且由于大前提不再具有全称性而使这一组合无法构成推论。因此,必须如下对小前提进行换位。我们希望通过第二格的第二式表明Ν不属于任何Ξ,并如下论述:设Μ属于所有Ν,Μ不属于任何Ξ;接着,既然全称否定命题可以向自身换位,Ξ也就不属于任何Μ。因此Ξ不属于任何Μ,Μ属于所有Ν;当我们从Ξ开始编织推论时,第一格的第二式再次形成:因此Ξ不属于任何Ν。但这并不是我们想要表明的,即Ξ不属于任何Ν,恰恰相反,我们要表明的是Ν不属于任何Ξ。因此,既然全称否定命题是可以换位的,通过对结论进行换位,我们就得到了所寻求的结果;因为如果Ξ不属于任何Ν,那么Ν也就不属于任何Ξ。所以,在第二式中我们需要两次换位,即小前提的换位和结论的换位。同样,在这一格式中获得项的材料的方式与前一格式相同,只是在这里将种设为大项,将相异者设为小项。设各项为动物、人、石头;人是大项,动物是中项;动物述及所有人,动物不述及任何石头,并且得出的结论不再是将大项连接于小项,而是相反。因为在对小前提进行换位之后,我们如下引出结论,说:“如果动物不述及任何石头,石头也不述及任何动物;如果是这样,并且动物述及所有人,那么石头也就不述及任何人”;因为第一格的第二式再次形成了。但是既然我们要证明的不是这个,而是人述及任何石头都不成立,我们便需要在结论中进行另一次换位,说:“因此,如果石头不述及任何人,人也就不述及任何石头”。
- 1.80πρὸς ἑαυτὴν ἀντιστρέφει
短语 πρὸς ἑαυτήν(向自身)表示单纯换位(conversio simplex),即全称否定命题(E)在不改变数量的情况下换位为相同的全称否定命题,这与全称肯定命题(A)换位为特称肯定命题(πρὸς τὴν μερικήν)形成对比。
- 1.80ἀπὸ τοῦ Ξ ἀρξαμένων πλέκειν
ἀρξαμένων 是阳性属格复数不定过去时关身语态分词,与省略的 ἡμῶν(指语境中构建推论的“我们”)构成独立属格,表示从项Ξ开始组织(πλέκειν)推论命题的步骤。
