- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:9.21-10.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《前分析篇》24a10的开篇句,菲洛波庞首先在语法上解释了雅典方言中的不定式结构(省略χρή),继而阐明了提问与回答之间的对应关系,并解释了为何《前分析篇》虽直接讨论单全推论,却将“证明”昭示为全篇的根本主旨。
" Πρῶτον εἰπεῖν.1" Κατὰ τὸ Ἀττικὸν ἔθος τὸ ‘χρή’ παρέλειψε· τοῦ γὰρ ‘χρή’ καὶ ‘δεῖ’ πρὸς τὰ ἀπαρέμφατα συνταττομένου, οἷον χρὴ γράφειν, δεῖ ἀναγινώσκειν, καὶ τῆς προκειμένης συντάξεως τοῦτο ἀπαιτούσης, πρῶτον εἰπεῖν χρή, ἔθος Ἀττικοῖς κατ’ ἔλλειψιν τοῦ ‘χρή’ καὶ ‘δεῖ’ τὰ τοιαῦτα προφέρεσθαι.
“首先说明。” 他依照雅典的习惯省略了“应当”;因为“应当”与“必须”是与不定式搭配的,例如“应当书写”、“必须阅读”,而眼前的句法也要求这样,即“首先应当说明”,但雅典人的习惯是通过省略“应当”与“必须”来表达这类句式。
"Περὶ τί καὶ τίνος ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς." Πρὸς ἑκατέραν τῶν προτάσεων ἀποδέδωκε, πρὸς μὲν τὸ περὶ τί εἰπὼν περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ καὶ τίνος ἐστὶν ἡ σκέψις τὸ καὶ ἐπιστήμης ἀποδεικτικῆς. διαφέρει δὲ τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπόδειξις τῷ τὴν μὲν ἐπιστήμην ἕξιν εἶναι τῆς ψυχῆς, τὴν δὲ ἀπόδειξιν ἐνέργειαν ἀπὸ τῆς ἐπιστήμης προϊοῦσαν.2 ὁ μέντοι Ἀριστοτέλης ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς πραγματείας φησὶν ὅτι οὐδὲν διαφέρει ἀπόδειξις ἐπιστήμης ἀποδεικτικῆς, λέγων οὕτως “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί ἑκάτερόν ἐστι καὶ πῶς γίνεται, φανερόν ἐστιν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· τὸ αὐτὸ γάρ ἐστιν”. τὸν δὲ σκοπὸν ἐκ προοιμίων ἀνακηρύττει τοῦ βιβλίου, ἀπόδειξιν αὐτῷ παραδοῦναι τὸ προκείμενον εἶναι λέγων. εἰ δέ τις εἴποι ὅτι Ἀριστοτέλης οὐ δεόντως οὐδὲ ἀκολούθως ἀνεκήρυξε τὸν σκοπόν (οὐ γὰρ διαλέγεται ἐν τῷ πρώτῳ βιβλίῳ οὐδὲ ἐν τῷ δευτέρῳ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ· αὐτὸς δὲ ὡς εὐθὺς περὶ αὐτοῦ διαλεξόμενος, οὕτως ἐποιήσατο τὴν ἀρχὴν εἰρηκὼς ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς), ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁ κυρίως σκοπὸς τοῦ Ἀριστοτέλους οὗτός ἐστι, τὸ διαλαβεῖν περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ· ἀλλ’ ἐπειδὴ ἀδύνατον ἦν διαλαβεῖν περὶ αὐτοῦ πρὶν ἢ παραδοῦναι τὸν ἁπλῶς συλλογισμόν, τούτου χάριν πρῶτον περὶ τούτου ποιεῖται τὴν διδασκαλίαν. ἐπεὶ οὖν καὶ ἡ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διδασκαλία σκοπὸν ἔχει τὴν ἀπόδειξιν, εἰκότως καὶ τὴν προκειμένην πραγματείαν ὡς πρὸς τὸν σκοπὸν ἀναφέρων εἶπεν εἶναι αὐτὴν περὶ ἀποδείξεως, ὥσπερ ἂν εἰ καὶ γεωργὸς λέγοι σκοπὸν εἶναι αὐτῷ τῆς γεωργίας τὴν ἀρτοποιίαν3 καὶ δρυοτόμος τὴν ναυπηγίαν. ἄλλως τε μιᾶς οὔσης τῆς ἀναλυτικῆς πραγματείας ἐν μὲν τοῖς πρώτοις περὶ τῶν πρὸς τὴν ἀπόδειξιν συμβαλλομένων διδάξει οἱονεὶ τὴν ὕλην τῆς ἀποδείξεως καὶ τὸ γένος παραδιδούς, ἐν δὲ τοῖς τελευταίοις περὶ αὐτῆς τῆς ἀποδείξεως· πάντα δὲ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται. ἀμέλει καὶ αὐτὸς ἐν τῷ τέλει τῆς Ἀποδεικτικῆς, λέγω δὴ τῶν Ὑστέρων ἀναλυτικῶν, ὡς δὴ τέλος λαβούσης τῆς ἐξ ἀρχῆς προτεθείσης πραγματείας, ἣν προανεφώνησεν ἐν τῷ παρόντι προοιμίῳ, εἶπεν, οὗπερ ἤδη ἀρτίως ἐμνήσθημεν, “περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως” καὶ τὰ ἑξῆς, συμπεραινόμενος ἐκεῖ τὰ ἐνταῦθα προβληθέντα.
“探讨是关于何物以及属于何物的:即关于证明且属于证明的科学。” 他分别对应了两个提问项:对于“关于何物”,他回答说“关于证明”;而对于“以及探讨属于何物”,他回答说“且属于证明的科学”。证明与证明的科学之所以不同,在于科学是灵魂的一种品质,而证明则是源自科学的一种活动。然而亚里士多德在《证明论》末尾却说证明与证明的科学毫无二致,他是这样说的:“那么,关于推论与证明,它们各自是什么以及如何生成,已经阐明了,同时也阐明了关于证明的科学;因为这是同一回事。” 他从本书的绪论就昭示了其主旨,说明摆在他面前的任务乃是传授证明。但若有人说,亚里士多德昭示主旨既不恰当也不连贯(因为他在第一卷和第二卷中都没有论述证明的推论;他却仿佛要立即论述它一样,以断言本篇是‘关于证明且属于证明的科学’而作了开端),我们将对他说:亚里士多德本来的主旨正是这个,即探讨证明的推论;但由于在传授单全推论之前不可能探讨证明的推论,为了这个缘故,他首先对单全推论进行讲授。既然关于单全推论的讲授也是以证明为主旨,他将眼前的这部著作同样关联于这一主旨,并说它是关于证明的,这便是顺理成章的,正如农夫可以说自己耕作的主旨是制面包,伐木工可以说自己的主旨是造船一样。况且,分析论的著作本是一体的,在最初的卷册中他将讲授有助于证明的事物,可以说传授的是证明的质料和属,而在最后的卷册中他则探讨证明本身;而一切在终点之前的事物都关联于终点。确实,他自己在《证明论》的末尾——我指的是《后分析篇》——正如最初提出的、并在眼前的绪论中预先宣布的著作已经达到终点那样,说了我们刚才提到的那段话:“那么,关于推论与证明”等等,在那里对这里所提出的话题作了总结。
- 1.1Πρῶτον εἰπεῖν
表达义务或指令的独立不定式结构。正如注疏者在下文中所指出的,雅典散文中常省略无人称动词χρή或δεῖ,由单立的不定式表示“首先应当说明(……)”。
- 1.2διαφέρει δὲ τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπόδειξις τῷ τὴν μὲν ἐπιστήμην ἕξιν εἶναι τῆς ψυχῆς, τὴν δὲ ἀπόδειξιν ἐνέργειαν ἀπὸ τῆς ἐπιστήμης προϊοῦσαν
带冠词的与格不定式结构(τῷ加上宾格-不定式小句)表示由动词διαφέρει所支配的差异准则或原因(“……在于科学是灵魂的品质,而证明则是源自科学的活动”)。
- 1.2ὥσπερ ἂν εἰ καὶ γεωργὸς λέγοι σκοπὸν εἶναι αὐτῷ τῆς γεωργίας τὴν ἀρτοποιίαν
结构ὥσπερ ἂν εἰ加上希求法动词(λέγοι)引导假设性的比喻(“正如农夫若说……那样”)。ἄν与希求法λέγοι结合,表示假定的情况。
