← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§10.26-12.12

前提、词项与推论的定义顺序及逻辑关系

斐洛波诺斯从教学法和定义顺序的角度辩护了亚里士多德对前提、词项与推论的界定顺序,阐明了同一底层基底因关系不同而区分为词项/名词或前提/结论,并解释了主谓项之间的双向关系(24a11–24a13)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Εἶτα διορίσαι τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός, καὶ ποῖος τέλειος καὶ ποῖος ἀτελής." Μιμεῖται κἀν τοῖς ἐνταῦθα ὁ Ἀριστοτέλης τὴν γεωμετρικὴν διδασκαλίαν· ὥσπερ γὰρ ἐκεῖνοι προλαμβάνειν εἰώθασι θεωρήματά τινα συμβαλλόμενα αὐτοῖς πρὸς τὰ δειχθησόμενα, οὕτω καὶ αὐτὸς ἐνταῦθα τὰ ἐσόμενα αὐτῷ χρήσιμα πρὸς τὴν τῶν συλλογισμῶν διδασκαλίαν προλαμβάνει. ἄξιον δὲ ζητῆσαι τί δήποτε μὴ ἀπὸ τοῦ ὅρου ἤρξατο ὡς ἁπλουστέρου, εἶτα ἐπὶ τὰ συνθετώτερα ἔληξεν, ἢ εἰ ἀπὸ τῶν συνθέτων ἠβούλετο τὴν ἀρχὴν ποιήσασθαι, διὰ τί μὴ ἀπὸ τοῦ συλλογισμοῦ τὴν ἀρχὴν ἐποιήσατο καὶ κατέληξεν εἰς τὸν ὅρον. καὶ τινές φασιν ὅτι, ἐπειδὴ ἐν τῷ Περὶ ἑρμηνείας διελέχθη περὶ προτάσεων, διὰ τοῦτο ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἄρξασθαι βουλόμενος ἀπὸ τῆς προτάσεως ἤρξατο. καὶ ἄλλως τὴν μὲν πρότασιν ᾔδει ὠνομασμένην οὐ μόνον φιλοσόφοις ἀλλὰ καὶ ῥήτορσι, τὸν δὲ ὅρον αὐτὸς ὠνόμασεν, ὡς καὶ ὑποκατιὼν δείκνυσι. τούτου οὖν ἕνεκεν δεύτερον αὐτὸν ἔταξεν ὡς δυσχερέστερον διὰ τὴν καινοφωνίαν. ἡ δὲ ἀληθεστέρα ἐπίλυσίς ἐστιν αὕτη· δεῖ τὰ πρὸς διδασκαλίαν τινῶν παραλαμβανόμενα γνωριμώτερα εἶναι ἐκείνων ὧν παρελήφθησαν εἰς διδασκαλίαν·1 ἐπειδὴ τοίνυν μέλλει ἐν τῷ ὁρισμῷ τοῦ ὅρου παραλαμβάνειν τὴν πρότασιν λέγων “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”, διὰ τοῦτο πρότερον περὶ αὐτῆς διδάσκει· δεῖ γὰρ τὰ πρὸς ὁρισμόν τινων παραλαμβανόμενα γνωριμώτερα ἐκείνων εἶναι, εἴπερ μέλλοιμεν συνήσειν τὸν ὁρισμόν. προέταξε δὲ ἂν τὸν συλλογισμὸν τῆς προτάσεως, εἰ ἐδέετο αὐτοῦ ἐν τῷ τῆς προτάσεως ὁρισμῷ. νῦν δὲ τοὐναντίον· προσχρῆται γάρ πως τῇ προτάσει ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ λέγων “ἐν ᾧ τεθέντων τινῶν”,2 ὅπερ ἐστὶ ‘τῶν προτάσεων’. διά τε τοίνυν τὸ ἁπλουστέρας εἶναι τὰς προτάσεις καὶ διὰ τὸ μεμνῆσθαί πως αὐτῶν ἐν τῷ περὶ συλλογισμοῦ λόγῳ, εἰκότως προτέραν τὴν περὶ αὐτῶν διδασκαλίαν ποιεῖται τοῦ συλλογισμοῦ. ἰστέον μέντοι ὅτι ὅρος καὶ φάσις καὶ ἁπλῆ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν· ὅταν μὲν γὰρ ὡς συλλογισμοῦ μέρος λαμβάνηται, ὅρος λέγεται, ὅταν δὲ ὡς μέρος προτάσεως, φάσις, ὅταν δὲ ὡς ὑποκείμενον ἐν τῇ προτάσει, ὄνομα, ὅταν δὲ ὡς κατηγορούμενον, ῥῆμα, ὅταν δὲ ὡς φωνὴ ἁπλῶς σημαντική, ἁπλῆ φωνή. καὶ ἄλλως· ὄνομα μέν, ὅταν μετὰ ἄρθρου λέγηται, ῥῆμα δέ, ὅταν προσσημαίνῃ χρόνον. ὥσπερ καὶ πρότασις καὶ πρόβλημα καὶ ἔνστασις καὶ συμπέρασμα καὶ ἀπόφανσις πάλιν ἓν καὶ ταὐτὸν τῷ ὑποκειμένῳ εἰσίν, ὡς ἤδη καὶ ἐν ἄλλοις εἴρηται, τῇ σχέσει δὲ διαφέρουσιν· ὅταν μὲν γὰρ συλλογισμὸν κατασκευάσαι βουλόμενοι ὡς μέρος αὐτὴν παραλαμβάνωμεν συλλογισμοῦ, πρότασις λέγεται· ὅταν δὲ εἰς τὸ δεῖξαι ἑτέρῳ προβαλλώμεθα, ὡς ὅταν λέγωμεν ‘δεῖξον εἰ ἡ ψυχὴ ἀθάνατος’, πρόβλημα· ὅταν δέ τινος καταφήσαντός τι ἢ ἀποφήσαντος ἡμεῖς τὰ ἐναντία ἀποφαινώμεθα, ἔνστασις, οἷον εἴ τινος εἰπόντος ὅτι ἡ ψυχὴ ἀθάνατος ἡμεῖς εἴπωμεν ὅτι οὐκ ἀθάνατος· συμπέρασμα δὲ αὐτὸ τοῦτο, ὅπερ ἂν ὁ συλλογισμὸς συμπεραίνηται, οἷον ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ δὲ αὐτοκίνητον ἀεικίνητον, τὸ δὲ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀπόφανσις δέ, ὅταν ἁπλῶς ἀποφαινώμεθά τι κατά τινος ἤ τι ἀπό τινος. τελείους δὲ καλεῖ συλλογισμοὺς πάντας τοὺς ἐν τῷ πρώτῳ σχήματι, ἀτελεῖς δὲ τοὺς ἐν τῷ δευτέρῳ καὶ τρίτῳ. ὅπως δὲ οἱ μέν εἰσι τέλειοι οἱ δὲ ἀτελεῖς, ἐν τοῖς ἑξῆς λεχθήσεται.

“其次应当规定什么是前提,什么是词项,什么是推论,以及哪一种是完全的,哪一种是不完全的。” 亚里士多德在这里同样模仿了几何学的讲授方法;因为正如几何学家们习惯于预先设定某些有助于即将证明之事的定理一样,他自己在这里也预先设定了对推论的讲授有用的诸项。然而值得探究的是,究竟为什么他不从作为更单纯者的词项开始,进而止于更复合的事物,或者,如果他想从复合的事物出发,为什么他不从推论开始而止于词项。有人说,由于他在《解释篇》中论述过命题,因此为了从对我们而言更熟知的事物开始,他便从前提开始。此外,他知道“前提”不仅被哲学家们而且也被修辞学家们命名,而“词项”则是他自己命名的,正如他在后文中表明的那样。因此为了这个缘故,由于新造用语而较难理解,他便把词项排在第二位。然而更真实的解答乃是:为了讲授某些事物而引入的事物,必须比引入它们来加以讲授的那些对象更为熟知;既然他在词项的定义中将要引入前提,说“我称词项为前提分解进入的那个东西”,因此他预先讲授前提;因为为了定义某些事物而引入的事物必须比它们更为熟知,如果我们真要理解该定义的话。如果他在前提的定义中需要推论,他就会把推论置于前提之前了。然而现在事实恰恰相反;因为他在推论的定义中以某种方式用到了前提,说“其中某些事物被设定之后”,这也就是指“前提”。因此,既由于前提更为单纯,也由于在推论的说明中以某种方式提及了它们,他把关于前提的讲授置于推论之前,这是顺理成章的。然而应当知道的是,词项、词组、单纯话语、名词和动词在底层基底上是同一的,但在关系上有所不同;因为当作为推论的一个组成部分被采用时,被称为词项;当作为前提的一个组成部分时,被称为词组;当作为前提中的主词时,被称为名词;当作为谓词时,被称为动词;当仅仅作为具有指称意义的话语时,被称为单纯话语。从另一角度来说:当带有冠词被说出时,是名词;而当附带指示时间时,则是动词。正如前提、论题、反驳、结论和断言同样在底层基底上是一而且同一的,正如在其他地方已经说明过的那样,但在关系上有所不同;因为当我们想要构建推论并将其作为推论的一个组成部分采用时,被称为前提;当我们向他人提出以待证明时,例如当我们说‘请证明灵魂是否不死’时,被称为论题;而当某人肯定或否定了某事,我们断言相反之事时,被称为反驳,例如若某人说灵魂是不死的,而我们说灵魂并非不死的;结论则是推论所推导出的那件事物本身,例如灵魂是自身运动的,自身运动的是永恒运动的,永恒运动的是不死的,因此灵魂是不死的;断言则是我们单纯地关于某物肯定某事,或从某物否定某事的时候。他称第一格中的一切推论为完全的,而称第二格和第三格中的推论为不完全的。它们如何一些是完全的而另一些是不完全的,将在后文中论述。

§1.4

"Μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι τόδε τῷδε, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι." Δύο σχέσεων οὐσῶν ἐν ταῖς προτάσεσι, τοῦ τε ὑποκειμένου πρὸς τὸν κατηγορούμενον καὶ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον,3 ἡ μὲν τοῦ ὑποκειμένου πρὸς τὸν κατηγορούμενον λέγεται ἐν ὅλῳ, ὡς ὅταν εἴπωμεν τὸν ἄνθρωπον ἐν ὅλῳ τῷ ζῴῳ περιέχεσθαι ἢ ἐν οὐδενὶ λίθῳ εἶναι· ἡ δὲ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καλεῖται κατὰ παντός, ὡς ὅταν εἴπωμεν τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι ἢ κατ’ οὐδενὸς λίθου εἶναι. ταῦτα δὲ πάντα τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ σχέσει δὲ διαφέρουσιν.

“在这些之后,应当规定这个在作为整体的那个之中或不在其中是什么意思,以及我们所说的关于一切被述说或关于无一被述说是指什么。” 在前提中存在两种关系,即主词对谓词的关系以及谓词对主词的关系,主词对谓词的关系被称为‘在整体之中’,例如当我们说人包含在作为整体的动物之中,或者说人在任何石头之中都不存在;而谓词对主词的关系被称为‘关于一切’,例如当我们说动物关于每一个人被述说,或者关于任何石头都不被述说。这一切在底层基底上是同一的,但在关系上有所不同。

语法注3 条
  1. 1.3γνωριμώτερα εἶναι ἐκείνων ὧν παρελήφθησαν εἰς διδασκαλίαν

    关系代名词 ὧν(先行词为比较属格 ἐκείνων)与前文 πρὸς διδασκαλίαν τινῶν 中的 τινῶν 一样,是受 διδασκαλίαν 支配的客观属格,表示“〔所引入之物〕为了讲授它们而被引入的那些对象”。

  2. 1.3ἐν ᾧ τεθέντων τινῶν

    此处引述了亚里士多德在后文(24b18)对推论的定义(“在其中某些事物被设定之后……”)。τεθέντων τινῶν 为属格绝对结构,斐洛波诺斯明确指出其中的 τινῶν 实际上指代“诸前提(τῶν προτάσεων)”。

  3. 1.4Δύο σχέσεων οὐσῶν ἐν ταῖς προτάσεσι, τοῦ τε ὑποκειμένου πρὸς τὸν κατηγορούμενον καὶ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον

    Δύο σχέσεων οὐσῶν 为属格绝对结构。随后的并列短语 τοῦ τε ὑποκειμένου... καὶ τοῦ κατηγορουμένου... 中,τοῦ ὑποκειμένου 与 τοῦ κατηγορουμένου 为阳性单数属格(省略 ὅρου,与紧接着的阳性宾格 τὸν κατηγορούμενον、τὸν ὑποκείμενον 一致),具体说明这两种关系(σχέσεων)的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:10.26-12.12