- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:8.1-9.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺论证了逻辑即使被其他技艺使用也仍是哲学的工具,并依据部分与工具的本质区别(包括手与灵魂的比喻)彻底反驳了斯多亚派的“部分”说。随后他调和了柏拉图的观点,指出脱离质料的形式辩证术是“工具”,而应用于具体质料时则充当“部分”。
εἰ δὲ χρῶνται ταύτῃ καὶ ἕτεραι τέχναι, οὐκ ἄτοπον· τῷ γοῦν ὅπλῳ ὁ στρατιώτης χρῆται τῆς ὁπλοποιητικῆς ἀποτελέσματι, καὶ ὁ ἡνίοχος χαλινῷ ὄντι χαλινοποιητικῆς ἀποτελέσματι. καὶ πολλαὶ δὲ ἄλλαι τῶν τεχνῶν καὶ ἑαυταῖς καὶ ἑτέραις τὰ αὐτὰ κατασκευάζουσιν ὄργανα· ὁ γοῦν τέκτων καὶ ἑαυτῷ καὶ λαοξόῳ καὶ ἑτέροις κανόνα κατασκευάζει καὶ ἄλλα τοιαῦτα μυρία. ἄλλως τε εἰ μέρος τῆς φιλοσοφίας ἡ λογική, ταύτῃ δὲ οἱ ῥήτορες καὶ οἱ ἰατροὶ φαίνονται ὡς ἰδίῳ ὀργάνῳ προσχρώμενοι, 〈οἳ〉 καὶ αὐτοὶ συλλογίζονται, συμβήσεται τὴν φιλοσοφίαν ἀτιμοτέραν ἰατρικῆς τε καὶ ῥητορικῆς εἶναι. ἐὰν γὰρ δύο τινὲς ὦσι τέχναι καὶ τὸ τῆς ἑτέρας μέρος ἢ ἀποτέλεσμα ὄργανον ᾖ τῆς ἑτέρας, τιμιωτέρα ἔσται καὶ βελτίων καὶ τὸν οὗ ἕνεκα λόγον ἔχουσα1 ἡ ὡς ὀργάνῳ χρωμένη τῷ τῆς ἑτέρας μέρει, ὡς ἔχει ἡ χαλινοποιητικὴ ἢ ἁπλῶς χαλκευτικὴ καὶ ἱππική· ὄργανον γὰρ ἱππικῆς ὁ χαλινός, μέρος δὲ καὶ ἀποτέλεσμα χαλκευτικῆς· διὰ τοῦτο καὶ χειρουργικὴ πάλιν χαλκευτικῆς κρείττων. ἀτιμοτέρα ἄρα ἔσται φιλοσοφία ἰατρικῆς τε καὶ ῥητορικῆς· αἱ μὲν γὰρ ὡς ὀργάνῳ χρῶνται τῇ λογικῇ· φιλοσοφίας δέ ἐστι μέρος. οὐ μόνον δὲ ἀλλὰ καὶ πλεῖσται τῶν βαναύσων τεχνῶν ἢ πᾶσαι κρείττους ἔσονται φιλοσοφίας· κἀκεῖναι γὰρ κατὰ τὴν κοινὴν ἔννοιαν συλλογίζονται λαμβάνουσαί τινα προηγούμενα καὶ ἑπόμενα· λέγει γὰρ ὁ οἰκοδόμος ὅτι, ἐπειδὴ τὴν οἰκίαν ἀσφαλῶς στῆσαι βουλόμεθα, τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ καταβληθέντων θεμελίων, καταβλητέον ἄρα· καὶ αἱ λοιπαὶ ὁμοίως. ὥστε καὶ τῶν βαναύσων τεχνῶν ἔσται χείρων ἡ φιλοσοφία. ἔτι καθόλου τοῦτό ἐστι μέρος ὃ καὶ παρὸν συντελεῖ τῷ ὅλῳ καὶ ἀπὸν λυμαίνεται τὸ ὅλον· εἰ οὖν συνίσταται καὶ χωρὶς τῆς λογικῆς ἡ φιλοσοφία κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική, οἱ δὲ ἄνθρωποι τῆς ἀποδείξεως εἰς κατάληψιν αὐτῆς ἐδεήθημεν, οὐκ ἔσται μέρος αὐτῆς ἡ λογική. ἔτι τὸ μέρος μὲν ἑαυτοῦ χάριν παραλαμβάνεται, τὸ δὲ ὄργανον ἑτέρου· ἡ δὲ λογικὴ ἑαυτῆς μὲν χάριν οὐ παραλαμβάνεται, ἀποδείξεως δὲ ἕνεκα. ἔτι τὰ μέρη μὲν ἀναιρούμενα συναναιρεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· ἀναιρεθέντος γὰρ τοῦ σκεπάρνου ἔστι τὸ ἀβάκιον· καὶ λογικῆς ἀναιρεθείσης φιλοσοφία οὐδὲν ἧττον ἔστι. καὶ πάλιν συντιθέμενα τὰ μέρη ποιεῖ τὸ ὅλον, τὰ δὲ ὄργανα οὐδαμῶς· τὰ ἄρα μέρη οὐκ ὄργανα. εἰ δέ τις εἴποι ‘καὶ μὴν ἡ χεὶρ μέρος οὖσα ἐστὶ καὶ ὄργανον, ὥστε οὐκ ἄτοπον τὴν λογικὴν καὶ ὄργανον οὖσαν εἶναι καὶ μέρος’, φαμὲν ὅτι ἀλλ’ οὐ τοῦ αὐτοῦ·2 οὐ γὰρ οὗ ἐστι μέρος ἡ χείρ, τούτου ἐστὶ καὶ ὄργανον, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· μέρος μὲν γὰρ τοῦ σώματος ὡς σώματος, ὄργανον δὲ τῆς ψυχῆς. οὕτως οὖν καὶ ἡ λογικὴ ὄργανον μὲν τῆς ἀληθοῦς καταλήψεως, μέρος δὲ οὔ, ὡς οὐδὲ ἡ χεὶρ τῆς ψυχῆς· καὶ ἄνευ γὰρ αὐτῆς ἔστιν, ὡς εἴρηται, φιλοσοφία. ἀλλ’ ἐπεὶ τῶν Στωικῶν ἱκανῶς τὴν δόξαν ἠλέγξαμεν καὶ τὴν λογικὴν ἄντικρυς φιλοσοφίας ἀπεδείξαμεν ὄργανον, εἴπωμεν καὶ περὶ τῆς τοῦ Πλάτωνος δόξης. οὗτος γὰρ καὶ ὄργανον καὶ μέρος φησὶ τὴν διαλεκτικὴν οὐκ ἐναντία ἑαυτῷ δοξάζων οὐδὲ ἀντιφάσει περιπίπτων· ἀλλ’ ὅταν μὲν τὴν διαλεκτικὴν αὐτὴν καθ’ αὑτὴν χωρὶς ὕλης καὶ πραγμάτων λαμβάνῃ, τουτέστι τῷ λόγῳ καὶ τῇ διανοίᾳ γυμνὴν θεωρουμένην τῆς χρήσεως, τότε ὡς ὄργανον αὐτὴν λαμβάνει, ὅταν δὲ ἐν χρήσει καὶ γυμνασίᾳ πραγμάτων, τότε αὐτῷ τὴν τοῦ μέρους ἀναπληροῖ χρείαν.3 οἷον τὸ μὲν ἐκ δύο καθόλου καταφατικῶν συνάγεσθαι καταφατικὸν καθόλου συμπέρασμα, τοῦτο ἔσται αὐτῷ ὡς ὄργανον ὕλῃ μὴ προσαπτόμενον· ὅταν δὲ προσάπτοντες ὕλην λέγωμεν, οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον ἔμψυχον, πᾶς ἄνθρωπος ἄρα ἔμψυχον, τότε ἔσται ὡς μέρος. καθάπερ ὁ πῆχυς καὶ μέρος ἐστίν, ὅταν τὸ μετρούμενον μέρος τοῦ σώματος λέγωμεν, καὶ ὄργανον, ὅταν αὐτὸν καθ’ αὑτὸν τὸν μετροῦντα θεωρῶμεν· καὶ ἡ αὐτὴ ὀνομασία τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου· εἰ μὲν μεθ’ ὕλης λαμβάνοιτο, ἔσται μέρος τοῦ μετρουμένου, εἰ δὲ ἄνευ ὕλης, τουτέστιν αὐτὸ τὸ μέτρον, ἔσται ὄργανον. οὕτω καὶ ἡ διαλεκτικὴ παρὰ τῷ Πλάτωνι· ἐν μὲν γὰρ τῷ Φαίδρῳ καὶ Φαίδωνι μεθ’ ὕλης αὐτὴν ὡς μέρος λαμβάνει, ἐν δὲ τῷ Παρμενίδῃ ὡς ὄργανον ἄνευ ὕλης. καὶ ἁπλῶς ἄνευ μὲν ὕλης ἔσται ὡς κανὼν καὶ ὄργανον, ἐν πράγμασι δὲ καὶ μεθ’ ὕλης μέρος.
然而,即便其余技艺也使用它,这并无不当;无论如何,士兵使用作为制甲术产物的盔甲,驭手使用作为制辔术产物的马勒。许多其他技艺也是既为自身又为其他技艺制作同样的工具;无论如何,木工既为自己,也为石匠以及其他人制作直尺和无数诸如此类的事物。况且,如果逻辑是哲学的一部分,而演说家和医生们显然将它当作自己特有的工具来使用——他们自己也进行推论——那么结果就会是哲学比医学和修辞术更低贱。因为如果有两门技艺,而一门技艺的部分或产物是另一门技艺的工具,那么将另一门技艺的部分作为工具来使用的那门技艺,就将更为尊贵、更为优越,并且具有作为目的(为了何物)的地位,正如制辔术——或者径直说锻造术——与骑术的关系那样;因为马勒是骑术的工具,却是锻造术的部分和产物;因此外科学又优于锻造术。所以,哲学将比医学和修辞术更低贱;因为它们将逻辑作为工具来使用,而逻辑却是哲学的一部分。不仅如此,大多数或者所有的粗俗手艺都将优于哲学;因为它们也是依据共同概念,选取某些先行项和后继项来进行推论的。因为建筑工人说:“既然我们希望把房屋建造得稳固,而如果不奠定地基这就不会实现,所以必须奠定地基”;其余技艺也是类似。从而哲学甚至将逊色于粗俗的手艺。再者,普遍而言,部分乃是这样一种事物:它在场时有助于整体,缺失时则破坏整体;因此,如果哲学即便没有逻辑,其本性上作为理论的和实践的整体依然成立,而我们人类只是为了把握哲学才需要证明,那么逻辑就不会是哲学的一部分。再者,部分是因自身缘故而被选取的,工具则是为了他物;而逻辑并不是因自身缘故而被选取,而是为了证明的缘故。再者,部分被毁坏时会连带毁坏整体,工具却绝非如此;因为手斧被毁坏后,案板依然存在;逻辑被毁坏后,哲学同样存在。再者,部分组合起来构成整体,工具却绝非如此;因此部分不是工具。但若有人说:“可是手既是部分又是工具,因此逻辑既是工具又是部分并无不当”,我们便说:但手并非同一事物的部分与工具;因为手并不是它作为其部分的那一事物的工具,而是相对于不同的事物而言的;因为作为身体本身而言它是身体的一部分,但它是灵魂的工具。因此,逻辑同样也是真实把握的工具,却不是其部分,正如手不是灵魂的一部分一样;因为正如已经说过的,即便没有逻辑,哲学依然存在。不过,既然我们已经充分反驳了斯多亚派的看法,并证明了逻辑直接就是哲学的工具,那么我们也谈谈柏拉图的看法吧。因为他说辩证术既是工具又是部分,这既不是抱持相互冲突的看法,也不是陷入矛盾;相反,当他将辩证术自身独立于质料和具体事物来把握时——即在理智和思维中观照其脱离了实际运用的状态——他便将其视为工具;而当它处于具体事物的运用和演练中时,它便为他充当了部分的功用。例如,从两个全称肯定命题推导出全称肯定结论,这对他而言将是一个不涉及质料的工具;但当我们附上质料而说,例如“所有人都是动物,所有动物都是有生命的,所以所有人都是有生命的”时,它便作为部分存在。正如肘尺当我们指身体被度量的部分时它是部分,而当我们将其自身作为度量者来观照时它是工具;并且度量者与被度量者具有相同的名称;如果结合质料来理解,它将是被度量者的部分;但如果脱离质料,即作为尺度本身,它将是工具。柏拉图那里的辩证术也是如此;因为在《斐德罗篇》和《斐多篇》中他是结合质料将其作为部分来理解的,而在《巴曼尼得斯篇》中则是脱离质料将其作为工具。简而言之,脱离质料时它是规矩和工具,而在具体事物中且结合质料时则是部分。
- 1.0τὸν οὗ ἕνεκα λόγον ἔχουσα
介词短语 οὗ ἕνεκα(“为了何物”,即目的或目的因)由定冠词 τὸν 实词化,作为定语修饰 λόγον(“规定”、“地位”),整句意为“具有作为目的的地位”。
- 1.0ἀλλ’ οὐ τοῦ αὐτοῦ
对前文反对者所主张的“手既是部分又是工具(ἡ χεὶρ μέρος οὖσα ἐστὶ καὶ ὄργανον)”的省略式反驳。省略了谓语要素(μέρος καὶ ὄργανον),即“[既是部分又是工具]但并非相对于同一事物而言”。紧随其后的 οὐ γὰρ οὗ ἐστι μέρος ἡ χείρ, τούτου ἐστὶ καὶ ὄργανον 明确证实了这一句法逻辑。
- 1.0αὐτῷ τὴν τοῦ μέρους ἀναπληροῖ χρείαν
与格 αὐτῷ 是指代柏拉图(或运用辩证术的人)的关系与格(“对他而言”)。动词 ἀναπληρόω 支配宾格 χρείαν(“作用”、“需求”),构成“履行……的功用/满足……的角色”之惯用搭配。
