← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§87.20-89.8

第二格中项的设置与第一式的考察

菲洛波庞解释了第二格中中项的设置(因作为两端项的谓项居于其上而在位置上称为“第一”)以及全称和非全称前提成立推论的条件,随后考察第二格第一式(全称否定大前提与全称肯定小前提),论述了字母(Μ, Ν, Ξ)的选择理由以及因仅需一次换位即可明晰证明而将该式置于首位的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων πρῶτον δὲ τῇ θέσει." Τὴν κυρίως μὲν μέσην τάξιν ὁ μέσος ὅρος ἐκβεβηκὼς1 λοιπὸν ἔξω τῶν ἄκρων τίθεται, ἀλλ’ ὑπεράνω τούτων ἢ ὑποκάτω. ἀλλ’ εἰ μὲν ἐπάνω ᾖ ὡς ἀμφοτέρων κατηγορεῖσθαι, καλεῖται τῇ θέσει πρῶτος· εἰ δὲ κάτω ὡς ὑποκεῖσθαι, καλεῖται δεύτερος. διὸ ἐνταῦθα ὡς ἀμφοτέρων κατηγορούμενον τὸν μέσον ὅρον πρῶτον ὠνόμασεν· εἰ μὲν γὰρ ὑπέρκειται, πρῶτος τῇ θέσει. τῷ δὲ καὶ χωρὶς εἶναι τῶν ἄκρων ἔξω αὐτῶν τίθεται.

“但是中项被置于两端项之外,而在位置上居于第一。” 退出了严格意义上的中间位次的中项,此后便被置于两端项之外,要么位于它们之上,要么位于它们之下。但是,如果它位于上方从而被述及两者,它在位置上被称为第一;如果它位于下方从而作为两者的主项,它被称为第二。因此在这里,作为被述及两者的项,他[亚里士多德]将中项称为第一;因为如果它位于上方,在位置上就是第一。而由于它与两端项分离,它被置于它们之外。

§1.77

"Δυνατὸς δ’ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων." Ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι ἐνδέχεται γενέσθαι συλλογισμὸν ἐν τούτῳ τῷ σχήματι, κἄν τε ἀμφότεραι καθόλου εἶεν αἱ προτάσεις, κἄν τε ἡ μὲν μία μερικὴ ἡ δὲ ἑτέρα καθόλου. τὸ γὰρ μὴ καθόλου τοῦτο βούλεται· οὐ γὰρ ἐνδέχεται συλλογισμὸν γενέσθαι ἐξ ἀμφοτέρων μερικῶν.

“并且当各项是全称的以及不是全称的时候,[推论]都将是可能的。” 他想要说的是这一点:在这个格中,无论两个前提都是全称的,抑或一个前提是特称的而另一个是全称的,都能够产生推论。因为“不是全称的”意思就是这个;因为从两个特称前提中不可能产生推论。

§1.78

"Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων ἔσται συλλογισμός, ὅταν τὸ μέσον τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἂν πρὸς ὁποτερῳοῦν ᾖ τὸ στερητικόν· ἄλλως δὲ οὐδαμῶς." Δεῖ γάρ, ὡς εἴρηται πολλάκις, ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις, καὶ τὴν μὲν καταφατικὴν τὴν δὲ ἀποφατικὴν ἀορίστως, ὡρισμένως δὲ τὴν μείζονα καθόλου.

“因此,当各项是全称的时候,当中项属于一方的所有而不属于另一方的任何事物时——无论否定项附加于哪一方——都将存在推论;但在其他情况下绝不存在。” 因为正如屡次言及的那样,各前提必须具有不同的形式,非限定地是一个肯定而另一个否定,但限定地是大前提必须是全称的。

§1.79

"Κατηγορείσθω γὰρ τὸ Μ τοῦ μὲν Ν μηδενὸς τοῦ δὲ Ξ παντός." Πρῶτος τρόπος συλλογιστικὸς ἐν δευτέρῳ σχήματι, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· οἷον ζῷον κατ’ οὐδενὸς λίθου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα λίθος κατ’ οὐδενὸς ἀνθρώπου. ἡ δὲ τῶν ὑλῶν εὐπορία γίνεται τὸν αὐτὸν τρόπον τῷ δευτέρῳ τρόπῳ τοῦ πρώτου σχήματος, ἐπεὶ καὶ διὰ τῶν αὐτῶν προτάσεων γίνεται ἀντιστραφείσης τῆς Μ Ν προτάσεως. λαμβάνει δὲ εἶδός τι καὶ γένος καὶ τοῦ γένους τι ἀλλότριον καὶ τὸ μὲν εἶδος τιθεὶς ἐλάττονα ὅρον, τὸ δὲ γένος μέσον, τὸ δὲ ἀλλότριον μείζονα. ὅρα δὲ πῶς διὰ τῆς φύσεως τῶν στοιχείων τὴν ὕφεσιν τοῦ δευτέρου ἡμῖν ἐνδείκνυται σχήματος, οὐκέτι τὸ Α καὶ τὸ Β καὶ τὸ Γ τιθεὶς ἀλλὰ τὸ Μ, Ν, Ξ. οὐκ ἔταξε δὲ τὸ Ν μέσον ὅρον, ὥσπερ ἐν τῷ πρώτῳ σχήματι τὸ Β στοιχεῖον ἐποίησε μέσον, ἐπειδὴ ἀκριβῶς ἐνταῦθα μέσος οὐκ ἔστιν, ἀλλ’ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται· διὸ ἐν τῷ τρίτῳ σχήματι λαμβάνων τὸ Π, Ρ, Σ στοιχεῖα μέσον ὅρον τίθησι τὸ Σ ὡς ἀμφοτέροις τοῖς ἄκροις ὑποκείμενον, καὶ χείρονι διὰ τοῦτο ὄντι τὸ ἔσχατον αὐτῷ ἁρμόζει στοιχεῖον. ζητήσειε δ’ ἄν τις τί δήποτε μὴ προτέραν τίθησι τὴν ἐκ τῆς μείζονος καταφατικῆς συζυγίαν ὡς μετὰ τοῦ ποσοῦ καὶ τῷ ποιῷ κεκοσμημένην. οὐκ ἔστιν οὖν πρὸς τοῦτο ἄλλην αἰτίαν ἀποδοῦναι ἢ ταύτην, ὅτι2 πρὸς τὸ σαφὲς τῆς δείξεως ἀπέβλεψεν ὁ φιλόσοφος· ἡ μὲν γὰρ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς δύο ἀντιστροφῶν δεῖται, ὡς μαθησόμεθα, ἡ δὲ ἐκ τῆς μείζονος ἀποφατικῆς μιᾶς. διὰ τοῦτο οὖν ταύτην προέταξεν ὡς εὐχερεστέραν ἔχουσαν τὴν δεῖξιν καὶ διὰ τοῦτο τῷ πρώτῳ σχήματι συγγενεστέραν οὖσαν. λέγω γὰρ οὕτως· τὸ Μ μηδενὶ τῷ Ν ὑπαρχέτω, τὸ Μ παντὶ τῷ Ξ ὑπαρχέτω· λέγω ὅτι καὶ τὸ Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. ὅτι γὰρ τοῦτο ἀληθές, εἰσόμεθα ἀντιστρέψαντες τὴν μείζονα πρότασιν· ἐπεὶ γὰρ τὸ Μ οὐδενὶ τῷ Ν ὑπάρχει, ἀντιστρέφει δὲ ἡ καθόλου ἀποφατική, ὡς δέδεικται, καὶ τὸ Ν οὐδενὶ ὑπάρξει τῷ Μ. τὸ Ν οὖν οὐδενὶ τῷ Μ, τὸ Μ παντὶ τῷ Ξ, καὶ γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα· τὸ ἄρα Ν οὐδενὶ τῷ Ξ ὑπάρχει. ὥστε μιᾶς ἐδεήθη ἀντιστροφῆς, τῆς μείζονος προτάσεως.

“因为设Μ不述及任何Ν,但述及所有Ξ。” 这是第二格中的第一推论式,由全称否定的大前提和全称肯定的小前提得出全称否定的结论;例如,动物不述及任何石头,动物述及所有人,结论是石头不述及任何人。而材料的获得与第一格第二式的方式相同,因为当Μ-Ν命题换位后,也是通过相同的前提成立的。他选取了某个种、属以及异于该属的事物,将种设为小项,属设为中项,相异者设为大项。请看他是如何通过字母的性质向我们表明第二格的降格的,他不再使用Α、Β、Γ,而是使用Μ、Ν、Ξ。他也没有把字母Ν排定为中项(正如他在第一格中使字母Β成为中项那样),因为在这里它并不严格是中间的,而是被述及两个端项;因此在第三格中,他选取字母Π、Ρ、Σ时,将Σ设为中项,因为它是两个端项的主项,并且由于这一原因而属于较次者,最末的字母适宜于它。但人们可能会探讨:为什么他究竟没有把源于肯定大前提的组合放在前面,既然它在具有数量之外还具有质的优越性?对此无法给出除此以外的任何其他原因:哲学家[亚里士多德]着眼于证明的明晰性。因为正如我们将要学到的,源于全称肯定大前提的组合需要两次换位,而源于否定大前提的组合只需要一次换位。因此正是由于这个原因,他将这一组合放在首位,因为它具有更简易的证明,并由于这一原因与第一格更为亲近。因为我是这样论述的:设Μ不属于任何Ν,Μ属于所有Ξ;我说Ν也不属于任何Ξ。因为这一结论的真实性,我们通过对大前提进行换位即可得知;因为既然Μ不属于任何Ν,且全称否定命题是可以换位的(正如已被证明的),那么Ν也将不属于任何Μ。因此,Ν不属于任何Μ,Μ属于所有Ξ,便形成了第一格的第二式,从全称否定的大前提和全称肯定的小前提得出全称否定的结论:因此Ν不属于任何Ξ。所以它只需要一次换位,即大前提的换位。

语法注2 条
  1. 1.76Τὴν κυρίως μὲν μέσην τάξιν ὁ μέσος ὅρος ἐκβεβηκὼς

    分词 ἐκβεβηκώς 修饰主语 ὁ μέσος ὅρος,表示原因或伴随状况。宾格短语 τὴν κυρίως μὲν μέσην τάξιν 作为复合动词 ἐκβαίνω 所支配的宾语(脱离的对象)。

  2. 1.79οὐκ ἔστιν οὖν πρὸς τοῦτο ἄλλην αἰτίαν ἀποδοῦναι ἢ ταύτην, ὅτι

    非人称结构 οὐκ ἔστιν(相当于 οὐκ ἔξεστιν,“不可能”)支配不定式 ἀποδοῦναι。短语 ἄλλην αἰτίαν ... ἢ ταύτην(“除此以外的任何其他原因”)中的代词 ταύτην 作为先行成分,由 ὅτι 从句充当同位语展开说明具体原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:87.20-89.8