- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:86.1-87.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞对《前分析篇》第一卷第五章开端(26b34–26b37)进行注解,阐明了从第一格到第二格、第三格的排列理由(与论证、辩证术和诡辩术的对应),给出了第二格中项两度作谓项的定义与全称前提的组合,并解释了“大端项邻接于中项”的含义(依品位、图式配置或设定而定)。
" Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον καλῶ δεύτερον." Ἰστέον ὅτι ὑγιῶς μετὰ τὸ πρῶτον σχῆμα τὸ δεύτερον παραδίδωσι, μετὰ δὲ ταῦτα τὸ τρίτον· ἐπειδὴ γὰρ μετὰ τὴν ἀποδεικτικὴν ἡ διαλεκτικὴ καὶ οὕτως ἡ σοφιστική, ἔοικε δὲ τῇ μὲν ἀποδεικτικῇ τὸ πρῶτον σχῆμα, ὅτι συμπεραίνει τὸ καθόλου καταφατικόν, ὅπερ φίλον τῷ ἀποδεικτικῷ, τὸ δὲ δεύτερον τῇ διαλεκτικῇ, ὅτι πάντα ἀποφατικὰ συνάγει (ὁ γὰρ διαλεκτικὸς ἀνασκευάζειν ἐπιχειρεῖ τὰ ὑπὸ τοῦ προσδιαλεγομένου 〈λεγόμενα〉, ὅμοιον δὲ τὸ ἀνασκευάζειν τῷ ἀποφάσκειν), τὸ δὲ τρίτον τῷ σοφιστικῷ ἔοικεν (ἐκεῖνος γὰρ διὰ ἔκπτωσιν τῶν ὄντων σοφῶν περὶ τὰ μερικὰ διατρίβει· ὁμοίως δὲ καὶ τὸ τρίτον σχῆμα ὅλα μερικὰ συνάγει), εἰκότως καὶ τὰ σχήματα τοιαύτην τάξιν εἰλήφασιν.1 Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί, τὸ μὲν σχῆμα τὸ τοιοῦτον καλῶ δεύτερον. ὁ περὶ τοῦ πρώτου σχήματος λόγος πέρας ἀπείληφε, καὶ πασῶν τῶν ἐν ἐκείνῳ συζυγιῶν ἀνελλιπῶς [καὶ] αἱ μὲν συλλογιστικὸν ἔχουσαι τὸ εἶδος ἀπεδείχθησαν, αἱ δὲ τῶν ἀσυλλογίστων ἠλέγχθησαν οὖσαι. νῦν οὖν ἐπὶ τὸ δεύτερον μεταβέβηκε, καὶ πρώταις κἀνταῦθα ταῖς καθόλου συζυγίαις ἐπεξέρχεται. ἔστι δὲ ἴδιον τούτου τοῦ σχήματος τὸ τὴν μείζονα εἶναι καθόλου τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ μείζονι κατὰ τὸ ποιόν. Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί. τοῦτο δῆλον, ὅτι ἐν τούτῳ τῷ σχήματι ὁ μέσος ὅρος ἀμφοτέρων κατηγορεῖται τῶν ἄκρων, καὶ ἢ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς ἢ ἀμφοτέρων καταφατικῶς ἢ ἀμφοτέρων ἀποφατικῶς. ἄρχεται δέ, ὥσπερ εἴπομεν, ἐκ τῶν καθόλου συζυγιῶν. τεσσάρων δὲ οὐσῶν τῶν ἐκ δύο καθόλου διὰ μὲν τοῦ εἰπεῖν τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ τὰς καθόλου δύο ἀνομοιοσχήμονας ἐσήμανε συζυγίας, αἵτινες καὶ συλλογιστικαί εἰσιν. διὰ δὲ τοῦ εἰπεῖν ἢ ἑκατέρῳ παντὶ ἢ μηδενὶ τὰς ὁμοιοσχήμους καὶ λοιπὰς δύο συζυγίας ἐσήμανεν, αἵτινες καὶ ἀσυλλόγιστοί εἰσι διὰ τὸ ὡς ἐλέγομεν δεῖν ἐν τούτῳ τῷ σχήματι τὴν μίαν πρότασιν ἀνομοιοσχήμονα εἶναι τῇ ἑτέρᾳ, εἰ μέλλοι συλλογιστικὴ ἔσεσθαι ἡ συζυγία.
“但是,当同一事物属于一方的所有而不属于另一方的任何事物,或者属于两者的所有或不属于任何事物时,我把这样的格称为第二格。” 应当知道,他在第一格之后传授第二格,并在这些之后传授第三格,是十分妥当的。因为由于辩证术在论证[之学]之后,而诡辩术又以此方式在后;第一格由于得出全称肯定结论——这正是论证者所偏爱的——而与论证[之学]相类;第二格由于得出全是否定的结论而与辩证术相类(因为辩证家企图驳斥对话者[所说的话],而驳斥与否定相似);第三格则与诡辩[之术]相类(因为那个[执业者]由于从真正有智慧的人中堕落而专务于个别事物,同样第三格也全部得出特称结论)——因此各格顺理成章地获得了这样的次序。“但是,当同一事物属于一方的所有而不属于另一方的任何事物,或者属于两者的所有或不属于任何事物时,我把这样的格称为第二格。”关于第一格的讨论已经告一段落,在其中的所有组合中,毫无遗漏地,具有推论形式的已被证明,而非推论性的已被驳斥为非推论的。因此现在他过渡到了第二格,并在这里同样首先考察全称组合。这个格所特有的是:大前提是全称的,而小前提在质上与大前提具有不同的形式。“但是,当同一事物属于一方的所有而不属于另一方的任何事物,或者属于两者的所有或不属于任何事物时。”这是显而易见的:在这个格中,中项被述及两个端项,要么对一方肯定地述及而对另一方否定地述及,要么对两者都肯定地述及,或者对两者都否定地述及。正如我们所说,他是从全称组合开始的。由两个全称前提构成的组合有四个,通过说“同一事物属于一方的所有而不属于另一方的任何事物”,他指明了在质上形式不同的两个全称组合,它们确实是推论性的;而通过说“或者属于两者的所有或不属于任何事物”,他指明了形式相同的其余两个组合,它们确实是非推论性的,因为正如我们所说过的,在这个格中,如果组合要是推论性的,一个命题必须在质上与另一个命题形式不同。
"Μεῖζον δὲ ἄκρον τὸ πρὸς τῷ μέσῳ κείμενον.2" Ἀντὶ τοῦ ‘συγγενέστερον καὶ ἐγγύτερον τοῦ μέσου’, οὐ τῇ θέσει ἀλλὰ τῷ ἀξιώματι. ἐπειδὴ γὰρ ὁ μέσος ὅρος δεύτερον κατηγορεῖται, ὁ δὲ μείζων ἅπαξ ἐν τῷ συμπεράσματι, ὁ δὲ ἐλάττων οὐδὲ ἅπαξ, ἐγγυτέρω ἂν εἴη τοῦ δεύτερον κατηγορουμένου, τουτέστι τοῦ μέσου, ὁ ἅπαξ κατηγορούμενος ἢ ὁ μηδὲ ἅπαξ· διόπερ ἀκουσόμεθα αὐτοῦ ἐν τῷ τρίτῳ σχήματι ἐγγυτέρω μὲν τοῦ μέσου καλοῦντος τὸν ἐλάττονα διὰ τὴν συγγένειαν (ὑπόκεινται γὰρ ἀμφότεροι), πορρωτέρω δὲ τὸν μείζονα. ἴσως δὲ καὶ τῇ καταγραφῇ ἐγγυτέρω μᾶλλον τοῦ μέσου βούλεται τίθεσθαι τὸν μείζονα ὅρον, πορρωτέρω δὲ τὸν ἐλάττονα. τὸ δὲ μεῖζον ἄκρον ἐν τούτῳ τῷ σχήματι τῶν δύο προτάσεων καθόλου οὐσῶν οὐκ ἔστι φύσει ἀλλὰ θέσει· ὃ γὰρ ἂν τῶν ἄκρων πρῶτον ὑποκείμενον ἐν τῷ δευτέρῳ σχήματι λάβῃς συλλογιζόμενος, τοῦτο ἂν εἴη τὸ ἔλαττον ἄκρον,3 τὸ δὲ λοιπὸν μεῖζον· οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν φυτὸν ζῷον, οὐδεὶς ἄρα ἄνθρωπος φυτόν. ὁμοίως, ἐὰν ἐκ τοῦ φυτοῦ τὴν ἀρχὴν ποιησώμεθα, τοῦτο γίνεται ἐλάττων ὅρος, ὁ δὲ ἄνθρωπος μείζων· οἷον οὐδὲν φυτὸν ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ἄρα φυτὸν ἄνθρωπος. θέσει ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐν τούτοις καὶ οὐ φύσει. εἰ μέντοι ἡ ἑτέρα τῶν προτάσεων εἴη μερική, ὥρισται τὸ μεῖζον καὶ ἔλαττον· εἴπομεν γὰρ ὅτι δεῖ ἐν τούτῳ τῷ σχήματι τὴν καθόλου μείζονα εἶναι.
“而大端项是邻接于中项而设置的。” 意思是“在亲缘性上更近于且更接近于中项”,不是就位置而言,而是就品位而言。因为既然中项被述及两次,大项在结论中被述及一次,而小项连一次也没有被述及,那么被述及一次的相较于一次也没有被述及的,将更接近于被述及两次者(即中项)。因此,我们将在第三格中听到他由于亲缘性(因为两者都是主项)而把小项称为更接近于中项,把大项称为更疏远。不过,也许在图形配置上他也希望把大项放置得更靠近中项,而把小项放置得更疏远。然而在这个格中,当两个命题都是全称命题时,大端项不是依本性而是依设定而定的。因为无论你在第二格中进行推论时将哪一个端项首先作为主项选取,这都将是小端项,而其余的一个将是大端项。例如:所有人都是动物,没有植物是动物,因此没有人是植物。同样,如果我们从植物开始,这便成为小项,而人成为大项:例如,没有植物是动物,所有人都是动物,因此没有植物是人。所以在这些情形中,大项和小项是依设定而非依本性而定的。然而,如果命题中的一个是特称的,大项和小项就被确定了;因为我们说过,在这个格中全称命题必须是大前提。
- 1.74ἐπειδὴ γὰρ μετὰ τὴν ἀποδεικτικὴν ἡ διαλεκτικὴ ... εἰκότως καὶ τὰ σχήματα τοιαύτην τάξιν εἰλήφασιν.
连词 ἐπειδή 引导了一个包含三组平行对应(第一格、第二格、第三格分别对应论证、辩证术与诡辩术)的长大原因从句,而主句最终在 εἰκότως καὶ τὰ σχήματα τοιαύτην τάξιν εἰλήφασιν 处出现。阅读时需把握贯穿其中各嵌套解释从句(ὅτι 从句与解释性 γάρ 分句)的整体主干。
- 1.75τὸ πρὸς τῷ μέσῳ κείμενον
菲洛波诺斯对亚里士多德“邻接于中项而设置者”这一表述给出了双重解读:首先并非空间位置(τῇ θέσει)上的相邻,而是基于被述及次数而在品位或亲缘性(τῷ ἀξιώματι / συγγενέστερον)上的接近;其次也可理解为图式或书写排列(ἴσως δὲ καὶ τῇ καταγραφῇ)上的靠近。介词 πρός 加与格在此被从逻辑位阶与图形配置两个层面予以分析。
- 1.75ὃ γὰρ ἂν τῶν ἄκρων πρῶτον ὑποκείμενον ἐν τῷ δευτέρῳ σχήματι λάβῃς συλλογιζόμενος, τοῦτο ἂν εἴη τὸ ἔλαττον ἄκρον
在条件性泛指关系从句 ὃ ἂν ... λάβῃς 中,πρῶτον ὑποκείμενον 作 λάβῃς 的宾语补足语(宾格表述语,即“首先作为主项选取”)。主句 τοῦτο ἂν εἴη 以代词 τοῦτο 承接该关系从句,并使用潜在希求法指明由此确定的小端项。
