- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:84.12-85.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明了第一格中小前提为特称否定的组合之非推论性,解释了将前提称为“间隔”的几何学比喻,用共同名词检验并排除了其余十六种无效组合,并注解了第一格成立的必要条件及各格的命名方式。
" Ληφθέντων δὲ τοιούτων ὅρων ὥστε μηδενὶ ὑπάρχειν οὐ γίνεται συλλογισμός." Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ ληφθῇ ἡ μερικὴ ἀποφατικὴ ἐπὶ τῆς καθόλου ἀποφατικῆς, αὐτόθεν δῆλον ὅτι ἀσυλλόγιστος γίνεται ἡ συζυγία· εἰ γὰρ ποιεῖ συλλογιστικήν, καὶ ἐπὶ τῶν κυρίως ἀποφατικῶν ἔδει γενέσθαι·1 τοῦτο γὰρ δηλοῖ τὸ ἦν γὰρ ἂν καὶ ἐπὶ τούτων. φανερὸν οὖν, φησίν, ὅτι εἴ ποτε γίνεται συλλογιστικὴ συζυγία, οὐ διὰ τὴν τοιαύτην τῶν ὅρων τάξιν γίνεται, λέγω δὴ διὰ τὸ τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν εἶναι, ἀλλὰ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν ἐπὶ ἐνδεχομένης ὕλης τῇ μερικῇ καταφατικῇ καὶ διὰ τοῦτο ἐπὶ τῶν αὐτῶν ὅρων δύνασθαι συναληθεύειν τὴν κατάφασιν τῇ ἀποφάσει· καταφατικῆς δὲ οὔσης τῆς ἐλάττονος γίνεται συλλογισμός.
“但是,如果取用了使其不属于任何事物的这种名词,推论便不能成立。” 他的意思是这样的:如果特称否定被取用于全称否定的情形中,那么该组合成为非推论性的就是显而易见的;因为如果它构成推论性的[组合],它本来在严格意义的否定情形中也应当成立;这正是“因为在这些情形中本来也会成立”所表明的。因此他说,显然,即使有时成立推论性组合,也并非由于名词的这种排列方式——我是指由于小前提是特称否定——而成立,而是由于在可能质料的情形中它与特称肯定具有同等效力,并由于这个缘故,在相同名词的情形中肯定能够与否定同真;而当小前提是肯定的时候,推论便成立了。
"Οὐδέ γε ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ἢ κατηγορικῶς ἢ στερητικῶς." Διαστήματα τὰς προτάσεις καλεῖ δι’ ἣν ἐν τοῖς ἔμπροσθεν εἴπομεν αἰτίαν, κατὰ ζῆλον λέγω γεωμετρικόν. ὥσπερ γὰρ ἐκεῖνοι τὰ μὲν σημεῖα πάντων ἁπλούστερα ὄντα καὶ οἷον ἀρχοειδέστερα ὅρους καλοῦσι, τὰ δὲ ἀπὸ τούτων, τουτέστι τὰς γραμμάς, διαστήματα, ἔτι δὲ τὰ ἐκ τούτων συγκείμενα σχήματα, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς τὸ μὲν ὄνομα καὶ τὸ ῥῆμα, ἅ ἐστιν ἁπλούστερα καὶ εἰς ἃ ἀναλύεται ὁ συλλογισμός, ὅρους ὠνόμασεν, τὰς δὲ ἐκ τούτων συγκειμένας προτάσεις διαστήματα, τὰ δὲ ἐκ τούτων αὐτῶν σχήματα, πρῶτον καὶ δεύτερον καὶ τρίτον καλῶν.2 καὶ ταῦτα μὲν περὶ τοῦ ὀνόματος τοῦ διαστήματος. βούλεται δὲ ἐνταῦθα τὰς ἐπιλοίπους ιςʹ συζυγίας ἐλέγξαι καὶ δεῖξαι ἀσυλλογίστους τὰς ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων καὶ τὰς ἐκ τῆς μιᾶς μερικῆς τῆς δὲ ἑτέρας ἀπροσδιορίστου. γίνονται γὰρ ἐκ μὲν τῶν ἐξ ἀμφοτέρων μερικῶν συζυγίαι τέσσαρες, ἢ καταφατικῶν οὐσῶν ἢ ἀποφατικῶν, ἢ τῆς μὲν καταφατικῆς τῆς δὲ ἀποφατικῆς, καὶ τοῦτο διχῶς. ὁμοίως καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἀπροσδιορίστων γίνονται τέσσαρες, ὡσαύτως ποικιλλόμεναι κατὰ τὸ καταφατικόν τε καὶ ἀποφατικόν. καὶ αἱ λοιπαὶ ὀκτὼ ἐκ τῆς μιᾶς μερικῆς τῆς δὲ ἑτέρας ἀπροσδιορίστου· ἢ γὰρ ἡ μὲν μείζων ἐστὶ μερικὴ ἡ δὲ ἑτέρα ἀπροσδιόριστος, καὶ κατὰ τὴν ἐναλλαγὴν τοῦ ποιοῦ γίνονται τέσσαρες συζυγίαι, ἢ τοὐναντίον, καὶ ὁμοίως πάλιν γίνονται τέσσαρες. λαμβάνει δὲ ὅρους κοινοὺς ἀρκοῦντας αὐτῷ ἐπὶ πασῶν τῶν συζυγιῶν πρὸς τὸ δεῖξαι ὅτι καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ συνάγουσι, τοῦ μὲν παντὶ ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μηδενὶ ζῷον, λευκόν, λίθος. οἷον ζῷον τινὶ λευκῷ, τὸ λευκὸν τινὶ ἀνθρώπῳ, καὶ συμπέρασμα τὸ ζῷον παντὶ ἀνθρώπῳ· καὶ πάλιν τὸ ζῷον τινὶ λευκῷ, τὸ λευκὸν τινὶ λίθῳ, καὶ ζῷον οὐδενὶ λίθῳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν μεταφέρων εὑρήσεις. καὶ συνάξεις κἀνταῦθα καὶ τὸ τινὶ καὶ τὸ οὐ παντὶ οὕτως· ζῷον τινὶ λευκῷ, λευκὸν τινὶ ἐμψύχῳ, καὶ ζῷον τινὶ καὶ οὐ παντὶ ἐμψύχῳ.
“而且,即使两个间隔都是特称的,无论表述性地还是剥夺性地,[推论都不能成立]。” 他把前提称为“间隔”,是由于我们先前所说过的原因,我是指出于对几何学的效仿。因为正如他们把点——由于它们比一切都更单纯,且可以说是更具本原性的——称为“界限”,把由点产生者,即线,称为“间隔”,进而把由这些构成者称为“图形”一样;以完全相同的方式,他也把较单纯的、推论分解于其中的名词和动词称为“名词(端项)”,把由这些构成的命题称为“间隔”,把由这些前提本身构成的称为“格(图形)”,称其为第一、第二和第三格。关于“间隔”这个名称就谈这些。而他在这里意在检验其余的十六种组合,并表明由两个特称命题或不定命题构成的组合,以及由一个特称命题和一个不定命题构成的组合是非推论性的。因为由两个特称命题构成的组合共有四个:要么都是肯定的,要么都是否定的,要么一肯一否(且这有两种方式)。同样,在两个不定命题的情形中也产生四个,依肯定与否定作同样的变异。其余的八个则由一个特称和一个不定构成:因为要么大前提是特称的而另一前提是不定的,依质的交替产生四种组合;要么反过来,同样又产生四种。而他选取了在所有组合中对他都足够的共同名词,以表明它们既推导出“属于所有”,也推导出“不属于任何”:对于“属于所有”,是动物、白的、人;对于“不属于任何”,是动物、白的、石头。例如,动物属于某些白的东西,白的东西属于某些人,结论为动物属于所有的人;再次,动物属于某些白的东西,白的东西属于某些石头,动物不属于任何石头。同样,在其余组合中转换名词,你也会发现这一结果。而且在这里你也会以如下方式推导出“属于某些”和“不属于所有”:动物属于某些白的东西,白的东西属于某些有生命之物,动物属于某些有生命之物,且并非属于所有有生命之物。
"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη3 τοὺς ὅρους οὕτως ἔχειν ὡς εἴπομεν." Καλῶς προσέθηκεν ἐν τούτῳ τῷ σχήματι· ἐν γὰρ τῷ δευτέρῳ δυνατὸν τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν εἶναι τῆς μείζονος καταφατικῆς καθόλου οὔσης.
“因此,由所言者显然可知,如果在这个格中存在特称推论,名词必然如我们所说的那样成立。” 他加上“在这个格中”是很恰当的;因为在第二格中,当大前提是全称肯定时,小前提可以是特称否定的。
"Καλῶ δὲ τὸ τοιοῦτον σχῆμα πρῶτον." Εἴρηται πολλάκις, καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ, ὅτι ὁπηνίκα αὐτὸς τίθησι τὰ ὀνόματα πρῶτος τῶν πρὸ αὐτοῦ μὴ οὕτω χρησαμένων, οὕτω φησίν, ὅτι καλῶ καὶ ὅτι λεγέσθω καὶ τὰ τοιαῦτα. ὥστε δῆλον ὅτι αὐτοῦ ἐστι θέσις ἡ τῶν σχημάτων ὀνομασία.
“我把这样的格称为第一格。” 在这里和在别处都常常说到,每当他自己在前人未曾如此使用的情况下率先制定名称时,他就会这样说,如“我称”、“当被称为”等等。因此显然,各格的命名是他自己的制定。
- 1.70εἰ γὰρ ποιεῖ συλλογιστικήν, καὶ ἐπὶ τῶν κυρίως ἀποφατικῶν ἔδει γενέσθαι
ἔδει 是非人称动词的未完成过去时直陈式,不带 ἄν 而表示过去未实现的义务或反事实推论(“本来应当……”)。它与前半句的直陈式现在时假设 εἰ ποιεῖ 相对照,说明假设的前提在实际中并不成立。
- 1.71τὸν αὐτὸν τρόπον καὶ αὐτὸς τὸ μὲν ὄνομα καὶ τὸ ῥῆμα, ἅ ἐστιν ἁπλούστερα καὶ εἰς ἃ ἀναλύεται ὁ συλλογισμός, ὅρους ὠνόμασεν, τὰς δὲ ἐκ τούτων συγκειμένας προτάσεις διαστήματα, τὰ δὲ ἐκ τούτων αὐτῶν σχήματα, πρῶτον καὶ δεύτερον καὶ τρίτον καλῶν
该主句与前面的 ὥσπερ γάρ... 相呼应。动词 ὠνόμασεν 带双宾语结构:以 τὸ ὄνομα καὶ τὸ ῥῆμα 为直接宾语,以 ὅρους 为宾语补足语(谓词性宾格);随后的两个并列小句(τὰς δὲ... διαστήματα 与 τὰ δὲ... σχήματα)承前省略了 ὠνόμασεν。分词 καλῶν 与主语 αὐτός 一致,表伴随方式。
- 1.72ὡς ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη
引文(标目)内部的句法结构。紧接在由 φανερόν 引导的从属连词 ὡς 之后插入了条件从句 ἐὰν ᾖ...,导致在进入间接引语的主句(ἀνάγκη...)前赘生性地复现了连接词 ὅτι(连词重复)。
