- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:83.5-84.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德《前分析篇》26b14,考察了关于以特称否定为小前提的组合是非推论性的第二种论据。他结合具体术语实例,说明了特称否定在不可能质料中等效于全称否定因而不产生推论,并解释了亚里士多德所说的“不定的”含义。
" Ἔτι ἐπεὶ ἀδιόριστον τὸ τινὶ τῷ Γ τὸ Β μὴ ὑπάρχειν." Ἕτερον ἐπιχείρημα λαμβάνει, δι’ οὗ δείκνυσιν ἀσυλλογίστους τὰς εἰρημένας προτάσεις, λέγω δὴ τὰς ἐκ τῆς ἐλάττονος μερικῆς ἀποφατικῆς τῆς δὲ μείζονος καθόλου εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς. ὃ δὲ λέγει τοιοὗτόν ἐστιν. ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν δι’ ἑαυτὴν ἀληθεύει ποτὲ δὲ διὰ τὴν καθόλου, ὡς ἐμάθομεν ἐν τῷ Περὶ ἑρμηνείας. καὶ ὅτε μὲν δι’ ἑαυτὴν ἀληθεύει, ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ, οἷον ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’ συναληθεύει καὶ ἰσοδυναμεῖ τῇ ‘τὶς ἄνθρωπος λευκός’· καὶ τοῦτο συμβαίνει ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ὅταν δὲ διὰ τὴν καθόλου, οὐκέτι αὐτῇ ἰσοδυναμεῖ, οἷον οὐ πᾶς ἄνθρωπος πτερωτός· ἐπειδὴ γὰρ οὐδείς, διὰ τοῦτο καὶ οὐ πᾶς· καὶ τοῦτο συμβαίνει ἐπὶ τῆς ἀδυνάτου ὕλης. ἐπειδὴ οὖν, φησίν, ἀδιόριστος ἡ οὐ πᾶς πρότασις,1 〈ἐπεὶ〉 ἐπὶ μὲν τῆς ἐνδεχομένης ὕλης ἰσοδυναμεῖ τῇ τίς, ἐπὶ δὲ τῆς ἀδυνάτου οὐκέτι (ἕπεται γὰρ τηνικαῦτα τῇ οὐδείς, ᾗτινι ἀντιφατικῶς ἀντίκειται ἡ τίς), ἐὰν ληφθῶσιν ὅροι τῆς ἀδυνάτου ὕλης, δῆλον ὅτι οὐ μεταληφθήσεται εἰς τὴν τίς, ἀλλ’ ἔσται ἰσοδυναμοῦσα τῇ καθόλου ἀποφατικῇ, καὶ οὕτως ἔσται ἀσυλλόγιστος ἡ συζυγία· ἐδείχθη γὰρ ὅτι πᾶσα [πρότασις] ἔχουσα τὴν ἐλάττονα καθόλου ἀποφατικὴν ἀσυλλόγιστός ἐστιν. εἰ δὲ καί ποτε ὑποδύεται συλλογιστικὴν συζυγίαν, οὐ διὰ τοῦτο αὐτὴν παραδεξόμεθα, πρῶτον μέν, ὅτι οὐ δι’ ἑαυτήν ἐστι συλλογιστικὴ ἀλλὰ διὰ τὴν παραληφθεῖσαν ὕλην, λέγω δὴ τὴν ἐνδεχομένην, ἔπειτα, ὅτι περὶ τῶν καθόλου ζητοῦμεν κανόνων καὶ οὐ ποτὲ μὲν ἐπταισμένων ποτὲ δὲ ὑγιῶν. ὁ αὐτὸς δὲ λόγος, εἴτε καταφατικὴ ἡ μείζων εἴη εἴτε ἀποφατική· ἀμφότεραι γὰρ ἀσυλλόγιστοι. παραδείγματα δὲ πάλιν 〈τῆς μὲν〉 ἐκ τῆς μείζονος καταφατικῆς καθόλου τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς τοῦ μὲν παντί· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ ἵππῳ, καὶ συνάγεται ζῷον παντὶ ἵππῳ· τοῦ δὲ οὐδενί· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λίθῳ, καὶ συνάγεται ζῷον οὐδενὶ λίθῳ. τῆς δὲ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς ἀποφατικῆς οὕτως τοῦ μὲν παντί· ζῷον οὐδενὶ λίθῳ, λίθος οὐ παντὶ ἀνθρώπῳ, καὶ συμπέρασμα ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενί· ζῷον οὐδενὶ λίθῳ, λίθος οὐ παντὶ φυτῷ, καὶ συμπέρασμα ζῷον οὐδενὶ φυτῷ. ὅτι δὲ ἐξὸν οὕτω λέγειν τὴν οὐ πᾶς2 ὡς μὴ συνεισφέρουσαν τὸ τίς, ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν. ἴδωμεν δὲ καὶ τὰ τῆς λέξεως. Ἔτι ἐπεὶ ἀδιόριστον τὸ τινὶ τῷ Γ τὸ Β μὴ ὑπάρχειν. ἀδιόριστόν φησιν οὐ διὰ τὸ μὴ ἔχειν προσδιορισμόν3 (ἔχει γὰρ τὸ τὶς μερικόν) ἀλλὰ διὰ τὸ μὴ ὁρίζειν ἐν ἑαυτῷ τὴν ποσότητα τῶν ὑποκειμένων πραγμάτων, ἀλλὰ ποτὲ μὲν ποιεῖν καθόλου ἀποφατικὴν ποτὲ δὲ μερικήν. διόπερ τοῦτο δηλῶν ἐπήγαγεν ἀληθεύεται δέ, καὶ εἰ μηδενὶ ὑπάρχει καὶ εἰ μὴ παντί, ὅτι τινὶ οὐχ ὑπάρχει. τοῦτό φησιν ὅπερ ἐλέγομεν, ὅτι ἡ ‘τινὶ μὴ ὑπάρχει’, τουτέστιν ἡ μερικὴ ἀποφατική, ποτὲ μὲν διὰ τὴν καθόλου ἀληθεύει, τὴν οὐδείς, ποτὲ δὲ δι’ ἑαυτήν.
“此外,由于B不属于某些Γ是不定的。” 他采取了另一个论据,藉此表明上述前提组合是非推论性的——我是指那些由特称否定小前提与全称肯定或否定大前提构成的组合。他的意思是这样的:特称否定有时凭借自身为真,有时则凭借全称为真,正如我们在《解释篇》中学到的那样。当它凭借自身为真时,它与特称肯定具有同等效力;例如,“并非所有人都是白的”与“有的人是白的”同真且具有同等效力;而这发生在可能质料的情形中。但当它凭借全称为真时,它便不再与其具有同等效力;例如“并非所有人都有翼”;因为由于没有任何人有翼,因此也并非所有人都有翼;而这发生在不可能质料的情形中。因此他说,既然“并非所有”这一前提是不定的——因为在可能质料的情形中它与“有的”具有同等效力,而在不可能质料的情形中则不再如此(因为那时它随从于“没有任何”,而“有的”与后者是矛盾对立的)——如果取用不可能质料的各项,显然它就不会被转换为“有的”,而是会与全称否定具有同等效力,这样该组合就将是非推论性的;因为已证明凡是具有全称否定小前提的[组合]都是非推论性的。即使它有时潜入一种推论性组合,我们也不会因此就接纳它:首先,因为它并非凭借自身是推论性的,而是凭借所采用的质料,即可能质料;其次,因为我们所探求的是全称的规则,而不是有时出错有时健全的规则。无论大前提是肯定还是否定,道理都是一样的;因为两者都是非推论性的。再次,关于由全称肯定大前提与特称否定小前提构成的组合的例子:对于“属于所有”,动物属于所有的人,人不属于所有的马,推导出动物属于所有的马;对于“不属于任何”,动物属于所有的人,人不属于所有的石头,推导出动物不属于任何石头。关于由全称否定大前提与特称否定小前提构成的组合,则如下:对于“属于所有”,动物不属于任何石头,石头不属于所有的人,结论为动物属于所有的人;对于“不属于任何”,动物不属于任何石头,石头不属于所有的植物,结论为动物不属于任何植物。至于可以把“并非所有”说成这样,即不连带引入“有的”,这是我们在《解释篇》中学到过的。让我们也来看看文句:“此外,由于B不属于某些Γ是不定的。”他说“不定的”,并不是由于它没有限定词(因为它具有特称限定词“有的”),而是由于它自身并不限定底层事物的量,而是有时构成全称否定,有时构成特称[否定]。因此,在阐明这一点时他接着说:“而无论是在它不属于任何事物时,还是在它不属于所有事物时,它不属于某些事物都是真的。”他说的是我们之前说过的正是这件事:即“不属于某些”,亦即特称否定,有时凭借全称即“没有任何”为真,有时凭借自身为真。
- 1.69ἐπειδὴ οὖν, φησίν, ἀδιόριστος ἡ οὐ πᾶς πρότασις
从 ἐπειδὴ οὖν 开始的句子呈现复杂的复合句结构:在插入了解释性从句(〈ἐπεὶ〉 ἐπὶ μὲν τῆς ἐνδεχομένης... ᾗτινι ἀντιφατικῶς ἀντίκειται ἡ τίς)后,引入条件句 ἐὰν ληφθῶσιν ὅροι τῆς ἀδυνάτου ὕλης,并最终引出结论部分 δῆλον ὅτι οὐ μεταληφθήσεται...,统领着“因此该组合是非推论性的”这一核心推论。
- 1.69ὅτι δὲ ἐξὸν οὕτω λέγειν τὴν οὐ πᾶς
ἐξόν 是无人称动词 ἔξεστι 的中性单数主格分词,省略了系动词 ἐστί(即 ἐξόν [ἐστι]= ἔξεστι),在 ὅτι 从句中充当谓语(“即允许这样来谈论‘并非所有’……”)。整个 ὅτι 从句作为主句谓语动词 ἐμάθομεν(我们学过)的宾语。
- 1.69ἀδιόριστόν φησιν οὐ διὰ τὸ μὴ ἔχειν προσδιορισμόν
οὐ διὰ τὸ μὴ ἔχειν... ἀλλὰ διὰ τὸ μὴ ὁρίζειν 构成了平行的正反对比结构,使用 διά 支配两个冠词化不定词短语。斐洛庞努斯在此排除了第一种理解(即缺少限定词,因为已有特称限定词 τὶς),确立了第二种解释(即该命题未能限定基底事物的实际量)。
