- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:81.27-83.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释第一格中大前提为全称而小前提为特称否定的两种组合(26a39)为何是非推论性的,并论述特称否定为何必须被视作凭借全称否定而为真。
" Οὐδ’ ὅταν τὸ μὲν πρὸς τῷ μείζονι ἄκρῳ καθόλου γένηται ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δὲ πρὸς τῷ ἐλάττονι στερητικὸν κατὰ μέρος, οὐκ ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος.1" Τὰς παραλελειμμένας αὐτῷ ἀσυλλογίστους δύο συζυγίας νῦν λοιπὸν ἐλέγξαι βούλεται, πρότερον ἀναβαλλόμενος ὡς ἐργωδεστέρας οὔσης τῆς δείξεως αὐτῶν διὰ τήνδε τὴν αἰτίαν· ἴσμεν ὅτι ἡ μερικὴ ἀποφατικὴ ποτὲ μὲν δι’ ἑαυτὴν ἀληθεύει, ὡς ὅταν λέγωμεν ‘οὐ πᾶς ἄνθρωπος λευκός’, ποτὲ δὲ διὰ τὴν καθόλου ἀποφατικήν, ὡς ὅταν εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος πτερωτός’, καὶ ὅταν δι’ ἑαυτὴν ἀληθεύῃ, ἰσοδυναμεῖ τῇ μερικῇ καταφατικῇ. διὰ τοῦτο καὶ βουληθεὶς τὰς συζυγίας ταύτας ἀσυλλογίστους ἀποδεῖξαι οὐκ ἠδύνατο τοῦτο ποιῆσαι λαμβάνων τὴν μερικὴν ἀποφατικὴν ὡς δι’ ἑαυτὴν ἀληθεύουσαν· ὑποδύεται γὰρ αὕτη συλλογιστικὸν τρόπον,2 τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς, μεταληφθεῖσα εἰς τὴν μερικὴν καταφατικὴν ὡς ἰσοδυναμοῦσαν. οἷον τί λέγω; ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος οὐ παντὶ λευκῷ· ἐὰν τὸ λευκὸν τοῦτο λάβωμεν τὸ ἐπὶ τοῦ Σκύθου, δυνατὸν ἔσται μεταλαβεῖν τὴν μερικὴν ἀποφατικὴν εἰς τὴν μερικὴν καταφατικήν, ὅτι ὁ ἄνθρωπος τινὶ λευκῷ ὑπάρχει, οἷον τῷ Σκύθῃ, διότι ἡ μερικὴ δι’ ἑαυτὴν ἀληθεύει· τὸ γὰρ αὐτὸ τοῦτο καὶ τινὶ ὑπάρχει καὶ οὐ παντὶ ὑπάρχει, οἷον τῷ Αἰθίοπι· μεταληφθεῖσα δὲ εἰς τὴν μερικὴν καταφατικὴν ποιεῖ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. διά τοι τοῦτο λαμβάνει τὴν μερικὴν ἀποφατικὴν οὐ δι’ ἑαυτὴν ἀληθεύουσαν ἀλλὰ διὰ τὴν καθόλου. ὁμοίως καὶ ἡ ἑτέρα συζυγία ἡ ἐξ ἀμφοτέρων ἀποφατικῶν ὑποδύεται τὸν τέταρτον συλλογιστικὸν τρόπον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς, μεταληφθείσης ὁμοίως τῆς μερικῆς ἀποφατικῆς εἰς μερικὴν καταφατικήν. λαμβάνει οὖν αὐτὴν πάλιν ὡς ἰσοδυναμοῦσαν τῇ καθόλου ἀποφατικῇ εἰσφέρων ὑποκείμενά τινα τῷ λευκῷ ὅρῳ, ὧν τοῦ μὲν τὸ ζῷον κατηγορεῖται παντὸς τοῦ δὲ οὐδενός,3 καὶ οὕτως ἀποδείκνυσι τὰς ἐξ αὐτῆς συζυγίας τὸ ἐναντίον συναγούσας, τὸ παντὶ καὶ τὸ οὐδενί. καὶ πάλιν τῷ λευκῷ τινα ὑποκείμενα εἰσφέρει, ὧν τοῦ μὲν παντὸς κατηγορεῖται τὸ ἄψυχον τοῦ δὲ οὐδενός, καὶ οὕτω δείκνυσι καὶ τὴν δευτέραν συζυγίαν ἀσυλλόγιστον καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσαν. παράδειγμα τῆς μὲν προτέρας οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος οὐ παντὶ λευκῷ, καὶ συμπέρασμα ζῷον παντὶ λευκῷ, τουτέστι τῷ κύκνῳ. καὶ οὕτω μὲν τὸ παντί. τὸ δὲ μηδενὶ οὕτως· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λευκῷ, καὶ συμπέρασμα ζῷον οὐδενὶ λευκῷ, τουτέστι τῇ χιόνι. τῆς δὲ δευτέρας· ἄψυχον οὐδενὶ ἀνθρώπῳ, ἄνθρωπος οὐ παντὶ λευκῷ, καὶ συμπέρασμα ἄψυχον παντὶ λευκῷ, ἵνα πάλιν λάβωμεν ἐπὶ χιόνος. ὁμοίως καὶ οὐδενί, ἵνα λάβωμεν ἐπὶ τοῦ κύκνου. πάλιν δὲ εἰ καὶ ἡ προκειμένη ἰσοδυναμεῖ τῇ ἐκ δύο καθόλου ἀποφατικῶν, ἐπ’ ἐκείνης δὲ τὰ μερικὰ συνήγετο, οὐκοῦν καὶ ἐπὶ ταύτης. ὅροι δὲ οἱ αὐτοὶ οὕσπερ κἀκεῖ παρειλήφαμεν· ζῷον οὐδενὶ ἀψύχῳ, ἄψυχον οὐ παντὶ ἐμψύχῳ, ἐπεὶ καὶ οὐδενί· λαμβάνεται γὰρ νῦν διὰ τὴν καθόλου ἀποφατικὴν ἡ μερικὴ ἀληθεύουσα· συμπέρασμα ζῷον τινὶ καὶ οὐ τινὶ ἐμψύχῳ.
“而且,当涉及大极端项的[前提]是全称的——无论是肯定还是否定——而涉及小极端项的[前提]是特称否定时,无论它是作为不定的还是特称的被取用,都不会有推论。” 他此前遗漏的两种非推论性组合,他现在终于想要予以反驳了;此前之所以推迟它们,是因为它们的证明更为费力,其原因如下:我们知道,特称否定有时凭借自身为真(例如当我们说“并非所有人都是白的”时),有时则凭借全称否定为真(例如当我们说“并非所有人都有翼”时);而当它凭借自身为真时,它与特称肯定具有同等效力。因此,当他想要证明这些组合是非推论性的时候,他不能通过将特称否定取作凭借自身为真来进行证明;因为当它被转换为同等效力的特称肯定时,它就会潜入一种推论性形式——即由全称肯定大前提和特称肯定小前提构成的第三种形式。例如,我是什么意思呢?动物[述说]所有的人,人不属于所有白的事物;如果我们把这个“白”取在斯基泰人身上,就能够将特称否定转换为特称肯定,即人属于某种白的事物(例如斯基泰人),因为该特称是凭借自身为真的;因为这同一事物既属于某些,又不属于所有(例如埃塞俄比亚人);而一旦转换为特称肯定,它就构成了第一格的第三种形式。正因如此,他并不将特称否定取作凭借自身为真,而是取作凭借全称否定为真。同样,由两前提皆为否定构成的另一种组合,当特称否定同样被转换为特称肯定时,也会潜入第四种推论性形式——即由全称否定大前提与特称肯定小前提构成的形式。因此,他再次将其取作与全称否定具有同等效力,为“白”这一项引入某些底层事物,动物被述说于其中之一的所有,而不被述说于另一者的任何;他就这样证明由其构成的组合得出了相反的结论,即“属于所有”和“不属于任何”。并且他再次为“白”引入某些底层事物,无生命被述说于其中之一的所有,而不被述说于另一者的任何;他就这样表明第二种组合也是非推论性的,并且既得出“属于所有”,又得出“不属于任何”。前一种情况的例子如下:动物[述说]所有的人,人不属于所有白的事物,结论为动物属于所有白的事物,也就是天鹅。如此便[得出了]“属于所有”。而“不属于任何”则如下:动物属于所有的人,人不属于所有白的事物,结论为动物不属于任何白的事物,也就是雪。第二种情况的例子如下:无生命不属于任何人,人不属于所有白的事物,结论为无生命属于所有白的事物,如果我们再次就雪来取用的话。同样对于“不属于任何”,如果我们取在天鹅身上的话。再次,如果所讨论的组合与由两个全称否定构成的组合具有同等效力,并且在那种组合中特称结论曾被得出,那么在这种组合中也必然会被得出。各项与我们在那里采用的相同:动物不属于任何无生命的事物,无生命不属于所有有生命的事物(因为它确实不属于任何;因为现在该特称是被取作凭借全称否定而为真的);结论为动物属于某些有生命的事物,且不属于某些[有生命的事物]。
- 1.68ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος
属格绝对结构,省略了逻辑主语(即小前提 τὸ πρὸς τῷ ἐλάττονι),表示“无论[小前提]是作为不定还是特称被取用”。
- 1.68ὑποδύεται γὰρ αὕτη συλλογιστικὸν τρόπον
动词 ὑποδύεται 意为“潜入”或“伪装为”。其主语 αὕτη 指前文的特称否定(ἡ μερικὴ ἀποφατική),与后随的分词 μεταληφθεῖσα(阴性单数主格)相呼应,具有条件意味(“一旦被转换为特称肯定,它便会潜入推论性形式”)。
- 1.68ὧν τοῦ μὲν τὸ ζῷον κατηγορεῖται παντὸς τοῦ δὲ οὐδενός
关系代词 ὧν(复数属格)指代先行词 ὑποκείμενά τινα,其后的 τοῦ μὲν ... τοῦ δὲ ... 为表示部分的部分属格;各分句中的 παντός 和 οὐδενός 分别与 τοῦ μὲν 和 τοῦ δὲ 一致,由述谓结构所支配。
