← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§80.10-81.26

第一格中特称大前提与全称小前提组合的驳斥

菲洛波诺斯解释了第一格中由特称大前提与全称小前提构成的四种非推论性组合,通过相同的具体项证明它们既能得出全称肯定也能得出全称否定与特称结论,并将其驳斥扩展至不定前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67

" Οἷον εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει." Πρότερον ἐκτίθεται τὰς δύο συζυγίας ἅμα, τήν τε ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς καὶ τὴν ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δείκνυσιν αὐτὰς διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συναγούσας.1 ἐν δὲ τῷ εἰπεῖν ὑπάρχει ἢ μὴ ὑπάρχει τὴν μερικὴν καταφατικήν τε ἅμα καὶ ἀποφατικὴν ἐσήμανεν. καὶ ταύτας ποτὲ μὲν τῇ καθόλου καταφατικῇ συμπλέξας ποτὲ δὲ τῇ ἀποφατικῇ ποιεῖ τέσσαρας συζυγίας ἀσυλλογίστους. οὐχ ὥσπερ δὲ ἐπὶ τῆς μερικῆς καταφατικῆς προσέθηκεν ἅμα καὶ τὴν ἀποφατικὴν εἰπὼν εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει, οὕτω καὶ ἐπὶ τῆς καθόλου καταφατικῆς ἅμα ἐπήγαγε καὶ τὴν ἀποφατικήν, ἀλλ’ εἰπὼν τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει οὐκέτι ἐπήγαγεν2 ‘ἢ μὴ ὑπάρχει’, διότι αἱ μὲν μερικαὶ ἰσοδυναμοῦσιν ἀλλήλαις καὶ δύνανται ἅμα συναληθεύειν καὶ διὰ τοῦτο κοιναὶ καὶ αἱ περὶ αὐτῶν ἀποδείξεις, αἱ δὲ καθόλου συναληθεύειν οὐ δύνανται, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας. παραδείγματα δὲ τῆς μὲν ἐκ τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῶν οὐσῶν· ἀγαθὸν τινὶ ἕξει, ἕξις πάσῃ φρονήσει, καὶ συμπέρασμα ἀγαθὸν πάσῃ φρονήσει. καὶ οὕτω μὲν τὸ παντὶ συνάγεται. τὸ δὲ μηδενὶ οὕτως· ἀγαθὸν τινὶ ἕξει, ἕξις πάσῃ ἀμαθίᾳ, καὶ συμπέρασμα ἀγαθὸν οὐδεμιᾷ ἀμαθίᾳ. δυνατὸν δὲ τὰ μερικὰ συνάγειν οὕτως· ἀγαθὸν τινὶ διαθέσει, διάθεσις πάσῃ ἕξει, καὶ ἀγαθὸν τινὶ ἕξει καὶ οὐ πάσῃ. ἢ οὕτως· λευκὸν τινὶ σώματι, σῶμα παντὶ ζῴῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ παντὶ ζῴῳ. τῆς δὲ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς τοῦ μὲν παντὶ οὕτως· ἀγαθὸν οὐ πάσῃ ἕξει,3 ἕξις πάσῃ φρονήσει, καὶ συμπέρασμα ἀγαθὸν πάσῃ φρονήσει· τοῦ δὲ μηδενί· ἀγαθὸν οὐ πάσῃ ἕξει, ἕξις πάσῃ ἀμαθίᾳ, καὶ συμπέρασμα ἀγαθὸν οὐδεμιᾷ ἀμαθίᾳ. πάλιν δὲ καὶ τὰ μερικὰ συνάξεις οὕτως· ἀγαθὸν οὐ πάσῃ διαθέσει, διάθεσις πάσῃ ἕξει, ἀγαθὸν ἄρα καὶ τινὶ ἕξει καὶ οὐ πάσῃ· καὶ πάλιν λευκὸν οὐ παντὶ σώματι, σῶμα παντὶ ζῴῳ, καὶ λευκὸν οὐ παντὶ καὶ τινὶ ζῴῳ. τῆς δὲ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς τοῦ μὲν παντί· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ, καὶ συμπέρασμα λευκὸν παντὶ κύκνῳ· τοῦ δὲ μηδενί· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι. κἀνταῦθα δὲ πάλιν καὶ τὰ μερικὰ συνάξεις, εἰ πρὸς τῷ ἐλάττονι ὅρῳ θείης τὸν ἄνθρωπον ἤ τι τοιοῦτον, ᾧτινι τὸ μὲν μέσον οὐδενί, τὸ δὲ μεῖζον τινὶ ὑπάρχει· λευκὸν τινὶ ἵππῳ, ἵππος οὐδενὶ ἀνθρώπῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ παντὶ ἀνθρώπῳ ὑπάρχει. οἱ αὐτοὶ δὲ ὅροι καὶ ἐπὶ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. καὶ τὸ μὲν παντί· οἷον λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ· καὶ τὸ μηδενὶ ὁμοίως· λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι, καὶ λευκὸν οὐδενὶ κόρακι. πάλιν δέ, εἰ κἀνταῦθα πρὸς τῷ ἐλάττονι ὅρῳ θείης ἄνθρωπον, συνάξεις τὰ μερικά· λευκὸν οὐ παντὶ ἵππῳ, ἵππος οὐδενὶ ἀνθρώπῳ, λευκὸν ἄρα καὶ τινὶ καὶ οὐ παντὶ ἀνθρώπῳ. οὗτοι μὲν τέσσαρες ἐδείχθησαν ἀσυλλόγιστοι τρόποι, ἐκ τῆς μείζονος μερικῆς καὶ τῆς ἐλάττονος καθόλου. ἐπειδὴ δὲ ἰσοδυναμοῦσιν αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς, εὑρήσεις ἑτέρας τέσσαρας συζυγίας, καὶ ταύτας ἀσυλλογίστους, τὴν μείζονα τιθεὶς ἀπροσδιόριστον ποικίλλων δὲ ἀμφοτέρας κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικόν· συνάγουσι γὰρ ἐπὶ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ μηδενί.

“例如,如果Α属于或不属于某些Β,而Β属于所有Γ。” 首先他同时列出了两种组合:即由特称肯定的大前提与全称肯定的小前提构成的组合,以及由特称否定的大前提与全称肯定的小前提构成的组合;并且他表明,通过相同的项,它们既能得出“属于所有”,也能得出“不属于任何”。在说“属于或不属于”时,他同时指明了特称肯定和特称否定。通过有时将它们与全称肯定相结合,有时与全称否定相结合,他构成了四种非推论性的组合。但他并没有像在特称肯定中通过说“如果Α属于或不属于某些Β”而同时添加否定那样,也在全称肯定中同时带出否定;而是说了“而Β属于所有Γ”之后,就不再接着带出“或不属于”,这是因为特称前提彼此效力相等且能够同时为真——因此关于它们的证明也是共通的——而全称前提则不能同时为真,正如在《解释篇》中所展示的那样。大前提为特称而小前提为全称且两者皆为肯定的例子如下:善属于某种品性,品性属于所有实践智慧,结论为善属于所有实践智慧。如此便得出了“属于所有”。而“不属于任何”则如下:善属于某种品性,品性属于所有无知,结论为善不属于任何无知。同样也可以如下推导出特称的结论:善属于某种状态,状态属于所有品性,善属于某种品性且不属于所有品性。或者如下:白属于某种物体,物体属于所有动物,因此白属于某些动物且不属于所有动物。关于由特称否定的大前提与全称肯定的小前提构成的组合,对于“属于所有”而言如下:善不属于所有品性,品性属于所有实践智慧,结论为善属于所有实践智慧;对于“不属于任何”而言:善不属于所有品性,品性属于所有无知,结论为善不属于任何无知。你同样可以再次如下推导出特称结论:善不属于所有状态,状态属于所有品性,因此善属于某种品性且不属于所有品性;又如,白不属于所有物体,物体属于所有动物,白不属于所有动物且属于某些动物。关于由特称肯定的大前提与全称否定的小前提构成的组合,对于“属于所有”而言:白属于某些马,马不属于任何天鹅,结论为白属于所有天鹅;对于“不属于任何”而言:白属于某些马,马不属于任何乌鸦,白不属于任何乌鸦。在这里,如果在小项处设定人或诸如此类的某种事物——中项不属于它,但大项属于其某些部分——你也同样会再次推导出特称结论:白属于某些马,马不属于任何人,因此白属于某些人且不属于所有人。相同的项也适用于大前提为特称否定而小前提为全称否定构成的组合。对于“属于所有”而言:例如,白不属于所有马,马不属于任何天鹅,白属于所有天鹅;对于“不属于任何”而言也类似:白不属于所有马,马不属于任何乌鸦,白不属于任何乌鸦。再次,如果在这里同样在小项处设定人,你就会得出特称结论:白不属于所有马,马不属于任何人,因此白属于某些人且不属于所有人。由特称大前提和全称小前提构成的这四种形式已被证明是非推论性的。由于不定前提与特称前提具有同等效力,通过将大前提设为不定,并根据肯定和否定使两前提有所变化,你会找到另外四种组合,而且它们也是非推论性的;因为在相同的项上,它们既得出“属于所有”,又得出“不属于任何”。

语法注3 条
  1. 1.67δείκνυσιν αὐτὰς διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συναγούσας

    分词 συναγούσας 是补充性/表语性分词,与主干动词 δείκνυσιν 的直接宾语 αὐτάς(指代前述两种组合)保持一致,表示“表明它们推导出……”。中性短语 καὶ τὸ παντὶ καὶ τὸ μηδενί 为带有定冠词的名词化与格短语,作为 συναγούσας 的宾语,指代结论中的“属于所有”与“不属于任何”。

  2. 1.67οὐχ ὥσπερ δὲ ἐπὶ τῆς μερικῆς καταφατικῆς προσέθηκεν... οὕτω καὶ ἐπὶ τῆς καθόλου καταφατικῆς ἅμα ἐπήγαγε... ἀλλ’ εἰπὼν... οὐκέτι ἐπήγαγεν

    句子的骨架为相关对比结构:οὐχ ὥσπερ... οὕτω καί... ἀλλʼ...(“并非如……那样,他也……,而是……”)。否定词 οὐχ 修饰整个对比主句(οὕτω καὶ... ἐπήγαγε),构成对比:他并没有像在特称肯定中那样在全称肯定中也同时引出否定,而是在说出了全称之后便不再附加上“或不属于”。分词 εἰπών 为伴随/时间性状语分词。

  3. 1.67ἀγαθὸν οὐ πάσῃ ἕξει

    否定词 οὐ 置于量词 πάσῃ 之前的 οὐ πᾶς 结构,意为“并非属于所有”(即特称否定:οὐ παντί 等同于 τινὶ οὐ),而非全称否定(οὐδενί),是亚里士多德逻辑学注疏中的标准表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:80.10-81.26