← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§78.18-80.9

第一格第四式的构成与无效组合的驳斥

阐释第一格第四式(Ferio)的结构与质料例证,说明小前提为不定命题时的等效性及反照三段论,并解释亚里士多德在驳斥小项具有全称性的非推论组合时所采用的论述次序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64

" Καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει, ἀνάγκη τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν." Τέταρτος οὗτος τρόπος συλλογιστικός, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς. συνάγει δὲ μερικὸν ἀποφατικὸν συμπέρασμα εἰκότως· ἐπεὶ γάρ, ὡς ἐλέγομεν, τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα, ἐν δὲ τούτῳ τῷ τρόπῳ ἑκατέρα τῶν προτάσεων ἔχει τι ἐλάττωμα, ἡ μὲν κατὰ τὸ ποσὸν ἡ δὲ κατὰ τὸ ποιόν, ἀμφοτέρων τῶν προτάσεων τὰ ἐλαττώματα ἐν αὑτῷ συλλαβὸν ἔσχε τὸ συμπέρασμα1 καὶ γέγονε μερικόν τε ἅμα καὶ ἀποφατικόν. εὐπορήσεις δὲ ὑλῶν ἐν τούτῳ τῷ τρόπῳ ἀντιδιῃρημένα λαμβάνων ἐκ τοῦ αὐτοῦ γένους εἴδη καὶ τὸ γένος αὐτὸ καὶ τιθεὶς μείζονα μὲν ὅρον καὶ μέσον τὰ εἴδη ἐλάττονα δὲ τὸ γένος· οἷον λογικὸν κατ’ οὐδενὸς ἀλόγου, ἄλογον κατά τινὸς ζῴου, καὶ συμπέρασμα λογικὸν οὐ παντὶ ζῴῳ.

“并且,如果Α不属于任何Β,而Β属于某些Γ,那么必然Α不属于某些Γ。” 这是第四种推论式,由全称否定的大前提和特称肯定的小前提构成。它理所当然地推导出特称否定的结论;因为正如我们曾说过的,结论随从前提中较弱的一方,而在此式中,两前提各自都具有某种缺陷,一者在量上,另一者在质上,因而结论兼具了两前提的缺陷,既成了特称的,同时又成了否定的。如果你想在此式中获得丰富的质料,可以从同一属中选取相互对立划分的种以及该属本身,将这些种设为大项和中项,将属设为小项:例如,理性不属于任何非理性,非理性属于某些动物,结论为理性不属于所有动物。

§1.65

"Ὁμοίως δὲ καὶ εἰ ἀδιόριστον εἴη τὸ Β Γ κατηγορικὸν ὄν· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμὸς ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος." Εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας τῷ Ἀριστοτέλει ὅτι ἰσοδυναμοῦσιν αἱ ἀδιόριστοι προτάσεις ταῖς μερικαῖς. ἐὰν τοίνυν ἐν τῇ ἐλάττονι προτάσει ἀντὶ τῆς μερικῆς παραλάβωμεν ἀπροσδιόριστον καταφατικήν, ἄλλαι δύο γίνονται συλλογιστικαὶ συζυγίαι τῆς μείζονος καθόλου οὔσης ἢ καταφατικῆς ἢ ἀποφατικῆς. ὥστε πᾶσαι συλλογιστικαὶ συζυγίαι αἱ ἐν τῷ πρώτῳ σχήματι ἕξ εἰσιν. Ἔτι δὲ παρὰ τούτους εἰσὶν οἱ καλούμενοι ἀντανακλώμενοι, οἳ καὶ ἐκ τούτων γίνονται μόνου τοῦ συμπεράσματος ἀντιστρέφοντος κατὰ τὴν οἰκείαν ἀντιστροφήν.2 οἷον εἰ τὸ συμπέρασμά ἐστι καθόλου ἀποφατικόν, ἔσται ὁ ἀντανακλώμενος ὧδε· λίθος κατ’ οὐδενὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ ἄνθρωπος κατ’ οὐδενὸς λίθου· ἴσμεν γὰρ ὅτι ἡ καθόλου στερητικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει. εἰ δὲ καθόλου καταφατικὸν ἢ μερικὸν καταφατικὸν εἴη τὸ συμπέρασμα, ἡ ἀντιστροφὴ τοῦ ἀντανακλωμένου ἔσται πρὸς τὴν μερικὴν καταφατικήν· καὶ γὰρ ἡ καθόλου καὶ ἡ μερικὴ πρὸς τὴν αὐτὴν ἀντιστρέφουσι, λέγω δὴ τὴν μερικὴν καταφατικήν. ἐκ δὲ τῆς μερικῆς ἀποφατικῆς οὐκ ἔσται τοιοῦτον συμπέρασμα· ὁμολογεῖται γὰρ αὕτη μὴ σῴζειν τὴν ἀντιστροφὴν ἀλλὰ διαπίπτειν.

“同样,如果ΒΓ是不定的且为肯定,结论也相同;因为无论将其作为不定还是作为特称来选取,三段论都是相同的。” 亚里士多德在《解释篇》中已经说过,不定的前提与特称的前提具有同等效力。因此,如果在小前提中我们以不定肯定前提代替特称前提,在大前提为全称(无论肯定还是否定)时,就会产生另外两个推论性的组合。从而第一格中所有的推论性组合共有六个。此外,除这些之外还有所谓的反照三段论,它们也是从这些三段论中产生的,仅需结论按照其固有的换位规则进行换位即可。例如,如果结论是全称否定的,反照三段论将如下所示:石头不属于任何动物,动物属于所有人类,石头不属于任何人类,因而人类不属于任何石头;因为我们知道全称否定命题是可以自身换位的。但如果结论是全称肯定或特称肯定,反照三段论的换位将转化为特称肯定;因为全称[肯定]和特称[肯定]都换位为同一者,即特称肯定。但从特称否定命题中不会产生这样的结论;因为公认这种命题不能保持换位,而是会失效。

§1.66

"Ἐὰν δὲ πρὸς τὸ ἔλαττον ἄκρον τὸ καθόλου τεθῇ ἢ κατηγορικὸν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός." Τῆς μείζονος προτάσεως καθόλου οὔσης τῆς δὲ ἐλάττονος μερικῆς γίνονται τέσσαρες συζυγίαι κατὰ τὴν τοῦ ποιοῦ διαφοράν· ὧν αἱ μὲν δύο συλλογιστικαί εἰσιν αἱ ἔχουσαι τὴν ἐλάττονα καταφατικὴν τῆς μείζονος ἀδιαφορούσης κατὰ τὸ ποιόν, αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοι αἱ ἔχουσαι τὴν ἐλάττονα ἀποφατικήν. πρώτας μὲν οὖν τὰς συλλογιστικὰς ἐξέθετο. καὶ ἔδει ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ ἐφεξῆς ἐλέγξαι3 πῶς αἱ λοιπαὶ δύο ἀσυλλόγιστοί εἰσιν αἱ ἔχουσαι πρὸς μὲν τῷ μείζονι ἄκρῳ τὸ καθόλου εἴτε καταφατικὸν εἴτε ἀποφατικόν, πρὸς δὲ τῷ ἐλάττονι τὸ μερικὸν ἀποφατικόν. ἀλλ’ ἐπειδὴ πλειόνων ἐδεῖτο λόγων ὁ περὶ τούτων ἔλεγχος διὰ τὸ ὑποδύεσθαι αὐτὰς συλλογιστικὰς συζυγίας, ὡς μαθησόμεθα, τρέπεται ἐπὶ τὸ ἐλέγξαι πρῶτον τὰς ἐκ τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου τέσσαρας ἀσυλλογίστους συζυγίας ὡς ῥᾷον τούτων μᾶλλον ἐλεγχομένων. εἰσὶ δὲ αὗται ἥ τε ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ δευτέρα ἡ ἐκ τῆς μείζονος μερικῆς καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ τετάρτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. ἐὰν δὲ ἀντὶ τῆς μείζονος μερικῆς ἀπροσδιόριστον παραλάβωμεν ὡς ἰσοδυναμοῦσαν τῇ μερικῇ τῆς ἐλάττονος μενούσης καθόλου, ἔσονται αἱ ἐλεγχόμεναι συζυγίαι ὀκτώ.

“但如果全称关联于小极端项被设定,无论为肯定还是否定,都不会有三段论。” 当大前提为全称而小前提为特称时,根据质的区别会产生四种组合。其中两种是推论性的,即小前提为肯定而大前提在质上无差别的组合;其余两种是非推论性的,即小前提为否定的组合。因此,他首先阐述了推论性的组合。而且就前后承接而言,他本应当接着驳斥其余两种非推论性的组合是如何不成立的,即在大极端项处具有全称(无论是肯定还是否定),而在小极端项处具有特称否定的组合。但是,正如我们将要了解的,由于它们伪装成推论性的组合,关于它们的驳斥需要更多的论述,因此他转而首先驳斥由特称大前提和全称小前提构成的四种非推论性组合,因为这些组合更容易被驳斥。它们是:大前提为特称肯定且小前提为全称肯定的组合;第二种是大前提为特称肯定且小前提为全称否定的组合;第三种是大前提为特称否定且小前提为全称肯定的组合;第四种是大前提为特称否定且小前提为全称否定的组合。而如果小前提保持全称,我们在大前提中采用与特称具有同等效力的不定前提来代替特称,被驳斥的组合就将有八种。

语法注3 条
  1. 1.64ἀμφοτέρων τῶν προτάσεων τὰ ἐλαττώματα ἐν αὑτῷ συλλαβὸν ἔσχε τὸ συμπέρασμα

    分词 συλλαβόν 与主语 τὸ συμπέρασμα 一致,与主要动词 ἔσχε 结合,表示“兼备/结合”两个前提的缺陷(量上的特称与质上的否定),结论在此处被形象化地表述为全盘接收了这些缺陷。

  2. 1.65μόνου τοῦ συμπεράσματος ἀντιστρέφοντος κατὰ τὴν οἰκείαν ἀντιστροφήν

    属格独立结构,表伴随条件或方式,说明“反照三段论”(即间接式)是如何仅仅通过将原三段论的结论按其固有的换位规则进行换位而生成的,前提结构则保持不变。

  3. 1.66καὶ ἔδει ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ ἐφεξῆς ἐλέγξαι

    未完成过去时 ἔδει 在没有 ἄν 的情况下表达未实现的应然(“就顺承关系而言本应当接着驳斥[但实际并未立刻如此]”)。介词短语 ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ 是表示限制的惯用表达,意为“就前后顺承/次序而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:78.18-80.9