- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:6.15-8.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在回应了关于亚里士多德是《分析篇》的发明者还是仅仅编撰者的塞米斯提乌斯之惑后,注释者探讨了逻辑是哲学的“部分”还是“工具”的派系论争,指出了斯多亚派将逻辑定为哲学之一部分的论证缺陷,并论证逻辑实为哲学所发明的“工具”。
καί φησιν ὅτι γέννημα μὲν αὐτοῦ οὐκ ἔστι· φαίνεται γὰρ ὁ θεῖος Πλάτων συλλογιστικῶς καὶ ἀποδεικτικῶς φερόμενος ἔν τε τῷ Φαίδωνι καὶ ἐν πᾶσι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις· συντάξαι δὲ αὐτὸν καὶ τεχνῶσαι κανόσι τισὶ τὸ προκείμενον σύγγραμμα οὐδὲν ἄτοπον. Ἑξῆς ζητητέον πότερον μέρος ἐστὶν ἢ ὄργανον ἡ λογική τε καὶ διαλεκτικὴ πραγματεία τῆς φιλοσοφίας, ἐπείπερ ἐναντίως καὶ διαφόρως δοκεῖ τοῖς παλαιοῖς περὶ αὐτῆς. οἱ μὲν γὰρ Στωικοὶ ἄντικρυς μέρος αὐτὴν ἀποφαίνονται, τοῖς ἄλλοις δύο μέρεσι τῆς φιλοσοφίας αὐτὴν ἀντιδιαιροῦντες· οἱ δὲ Περιπατητικοί, τουτέστιν οἱ ἀπὸ Ἀριστοτέλους, ὄργανον· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας, ὧν ἐστι καὶ Πλάτων, καὶ μέρος καὶ ὄργανον φαίνονται λέγοντες. καὶ οἱ μὲν Στωικοὶ τοιούτῳ τινὶ λόγῳ τὸ εἶναι αὐτῆς μέρος κατασκευάζουσι. περὶ ὃ καταγίνεται, φασί, τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἀναφέροιτο εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἢ μόριον1 αὐτῆς, ἐκείνης μέρος ἐστὶν ἢ μόριον. εἰ τοίνυν ἡ φιλοσοφία καταγίνεται περὶ τὴν λογικὴν μέθοδον, ἥτις οὐκ ἀνάγεται εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἢ μόριον, ἡ λογικὴ ἄρα τῆς φιλοσοφίας ἐστὶ μέρος ἢ μόριον. μόριον μὲν οὖν οὐκ ἔστιν· οὔτε γὰρ τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ μέρος ἐστί· τὸ γὰρ μόριόν τινος καὶ τῆς ὕλης κοινωνεῖ καὶ τοῦ σκοποῦ ἐκείνῳ οὗ ἐστι μόριον. τῷ μὲν οὖν πρακτικῷ οὐ κοινωνεῖ· τούτου γὰρ ὕλη τὰ ἀνθρώπινα πράγματα καὶ ἡ μετριοπάθεια, σκοπὸς δὲ τὸ περὶ ταῦτα αἱρετόν πως ἢ φευκτόν· ἡ δὲ λογικὴ ὕλην μὲν ἔχει τὰς προτάσεις, σκοπὸν δὲ τὸ διὰ τῆς τοιᾶσδε συνθέσεως τῶν προτάσεων τῶν ἑπομένων τι ἐξ ἀνάγκης δεικνύναι συναγόμενον· ὃ οὐκ ἔστι τοῦ πρακτικοῦ τέλος, ἀλλ’ ὡς εἶπον, ἡ μετριοπάθεια ἢ ἁπλῶς τὸ ἀγαθόν. καὶ οὕτως μὲν ἡ λογικὴ οὐκ ἔστι μόριον τοῦ πρακτικοῦ. ἀλλ’ οὔτε μὴν τοῦ θεωρητικοῦ· τούτου γὰρ ὕλη μὲν τὰ θεῖα, τέλος δὲ ἡ περὶ ταῦτα θεωρία. εἰ δὲ μήτε τοῦ θεωρητικοῦ μήτε τοῦ πρακτικοῦ ἐστι μέρος, οὐκ ἔσται ἄρα τῆς φιλοσοφίας μόριον. λείπεται οὖν ἀντιδιαιρεῖσθαι τῷ θεωρητικῷ καὶ πρακτικῷ τὴν λογικὴν καὶ μέρος εἶναι τῆς φιλοσοφίας. καὶ οὕτω μὲν οἱ Στωικοί. ἐμμεθόδως δὲ αὐτοὺς ἐλέγξομεν, εἰ τὸν κανόνα ὅλον αὐτῶν σκοπήσομεν. δυνατὸν μὲν γὰρ καὶ πρὸς τοῦτον αὐτὸν ἀντιστῆναί τε καὶ ἐλέγξαι τὴν πρότασιν ὡς κακῶς προβεβλημένην· ὅμως καὶ εἰ συγχωροῦμεν αὐτοὺς ἀληθῆ λέγειν, πλὴν ἐλλιπῶς αὐτοῖς ἔχει τὰ τῆς διαιρέσεως. τί γάρ φασι; ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἑτέρας εἴη μέρος ἢ μόριον’. ἔδει δὲ αὐτοὺς προσθεῖναι ‘ἢ ὄργανον’· καταγίνονται γὰρ καὶ περὶ τὰ ὄργανα αἱ τέχναι, καὶ ἢ ἑαυταῖς ταῦτα ἢ ἑτέραις κατασκευάζουσιν. οἱ δὲ ἀποσιωπήσαντες τὸ ὡς ὄργανον τὸ μέρος μόνον καὶ μόριον2 προφέρονται. ἐχρῆν δὲ αὐτοὺς τοῖς τελείοις ποιεῖσθαι τῆς προτάσεως τὴν ἀπόδοσιν3 λέγοντας οὕτως ‘περὶ ὃ καταγίνεται τέχνη τις ἢ ἐπιστήμη, τοῦτο, εἰ μὴ ἑτέρας τινὸς ἐπιστήμης ἢ τέχνης εἴη μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς ἐκείνης ἐστὶ μέρος ἢ μόριον ἢ ὄργανον’, ἵνα ἀνελόντες τὰ δύο, εἴπερ τὸ ἀληθὲς κατασκευάζειν ἐβούλοντο, ἀποδείξωσιν ὄργανον εἶναι φιλοσοφίας τὴν λογικήν. οἱ δὲ τὸ ὄργανον ἀποσιωπήσαντες καὶ ἀνελόντες τὸ μόριον τὸ μέρος εἰσάγουσιν. ἀλλ’ εἰ μὴ μέρος ἐστί, φασί, φιλοσοφίας ἡ λογικὴ ὄργανον δέ, πῶς καὶ αἱ λοιπαὶ ταύτῃ χρῶνται; οὐχ ὡς μέρει δηλαδὴ φιλοσοφίας αὐτῇ χρῶνται· ἐπεὶ καὶ ὁ κανὼν γέγονε μὲν ὑπὸ τεκτονικῆς, ἀλλ’ οὐχ ὡς μέρος τεκτονικῆς· οὐ γὰρ ἁπλῶς τῷ τέκτονι σκοπὸς κανόνα ποιῆσαι ὡς θύραν ἢ ἀβάκιον, ἀλλ’ ἵνα ᾖ ὄργανον αὐτῷ, εἶτα, ἵνα οὕτως εἴπωμεν, μέρη, κυριώτερον δὲ ἀποτελέσματα. καὶ οὐ δήπου τεκτονικὴ χείρων οἰκοδομικῆς· οὐδ’ ἄρα φιλοσοφία τῶν λοιπῶν, κἂν τῷ ὑπ’ αὐτῆς γενομένῳ ὀργάνῳ, τῇ συλλογιστικῇ λέγω μεθόδῳ, χρῶνται. οὐδὲ γὰρ πάντως ἀνάγκη τὸ ὑπὸ τέχνης τινὸς γενόμενον ἐκείνης καὶ μέρος εἶναι· ὁ γοῦν χαλκεὺς ἄκμονα καὶ σφῦραν ἑαυτῷ κατασκευάζει ὡς ὄργανα τῆς ἰδίας τέχνης, καὶ ὁ τέκτων ὁμοίως σφῦραν καὶ πῆχυν, ἃ οὐκ ἔστι μέρη χαλκευτικῆς καὶ τεκτονικῆς. οὕτως οὖν καὶ φιλοσοφία τὴν λογικὴν εὑροῦσα ὡς ὀργάνῳ αὐτῇ χρῆται, ὡς καὶ ὁ τέκτων τῇ σφύρᾳ· οὐ γὰρ ἂν ἦλθεν εἰς ἀνθρώπους φιλοσοφία ἄνευ ἀποδείξεως.
并且他说,这不是亚里士多德的产物;因为人们看到,神圣的柏拉图无论在《斐多篇》中还是在他几乎所有的对话中,都是以推论和证明的方式推进论述的;然而,由亚里士多德依据某些规则将眼前的这部著作编撰并技术化,并无任何不当之处。接下来应当探讨的是,逻辑与辩证的论述究竟是哲学的“部分”还是“工具”,因为古人对此显然持有相反且相异的看法。斯多亚派直截了当地断言它是哲学的一个部分,将其与哲学的另外两个部分并列区分;逍遥学派,即亚里士多德的传人,则认为是工具;而学园派的人,其中也包括柏拉图,似乎主张它既是部分又是工具。斯多亚派以大致如下的论证确立它是哲学的一部分。他们说:“凡是一门技艺或科学所从事的对象,如果不作为另一门技艺或科学的部分或细部归属于它,那就是前者的部分或细部。”如果哲学所从事的是逻辑方法,而这种方法并不作为部分或细部归属于另一门技艺或科学,那么逻辑就是哲学的一个部分或细部。然而,它并不是细部;因为它既不是理论部门的部分,也不是实践部门的部分;因为作为某物的细部,既与它是其细部的那一整体共享质料,也共享目的。但它与实践部门并不共享;因为后者的质料是人事与情感的节制,目的是在这些事情上以某种方式确立可欲求或应规避的事物;而逻辑的质料是命题,目的是通过命题的这种结合,显明某些必然随之而来的结论被推导出来;这并不是实践部门的目的,正如我所说,实践部门的目的乃是情感的节制或径直就是善。这样,逻辑便不是实践部门的细部。但也绝不是理论部门的细部;因为后者的质料是神圣事物,目的则是关于这些事物的观照。但如果它既不是理论部门的部分,也不是实践部门的部分,那么它也就不会是哲学的细部了。因此剩下的结论就是,逻辑与理论部门和实践部门并列区分,并且是哲学的一个部分。斯多亚派的看法就是如此。但如果我们考察他们规则的整体,就能有条理地反驳他们。因为即便针对这前提本身进行反对并反驳其设定不当是可能的,然而即便我们承认他们说的是真话,他们的划分也是有所欠缺的。因为他们说了什么呢?“凡是一门技艺或科学所从事的对象,如果不是另一门的部分或细部”。但他们本应当加上“或是工具”;因为各门技艺也从事于工具,并且要么为了自身、要么为了其他技艺制作这些工具。但他们默杀了“作为工具”这一项,仅提出了“部分”与“细部”。他们本应当用完备的词项来陈述这一前提,如此说:“凡是一门技艺或科学所从事的对象,如果这对象不是某一其他科学或技艺的部分、细部或工具,那就是该技艺或科学自身的部分、细部或工具”,以便在排除了前两项之后(如果他们确实想确立真理的话),证明逻辑是哲学的工具。然而他们默杀了工具,排除了细部,从而引入了部分。他们说:“但如果逻辑不是哲学的一部分而是工具,为何其余的技艺也使用它呢?”显然,它们使用它并不是将其作为哲学的一部分;因为直尺固然是由木工技艺制造出来的,但并非作为木工技艺的一部分;因为对于木工而言,目的并不单纯在于制作一根直尺就像制作一扇门或一个柜子那样,而是为了让它成为自己的工具,进而——如果可以这样说的话——制成各个部分,更确切地说是制造成品。木工技艺绝不因而逊色于建筑术;因此哲学也绝不逊色于其余技艺,即便它们使用由哲学所造就的工具,我指的是推论方法。因为由某一技艺所造就的事物,绝非必然也是该技艺的一部分;无论如何,铁匠为自己制作铁砧和锤子作为自身技艺的工具,木工同样制作锤子和尺子,这些都不是铁匠技艺和木工技艺的部分。因此,哲学发明了逻辑之后,便将其作为工具来使用,正如木工使用锤子一样;因为若是没有证明,哲学就不会来到人类之中。
- 1.0περὶ ὃ καταγίνεται, φασί, τέχνη τις ἢ ἐπιστήμη, εἰ μὴ ἀναφέροιτο εἰς ἑτέραν τέχνην ἢ ἐπιστήμην ὡς μέρος ἢ μόριον αὐτῆς, ἐκείνης μέρος ἐστὶν ἢ μόριον
这是一个话题前置的条件句结构:关系从句 περὶ ὃ καταγίνεται...(“凡是一门技艺或科学所从事的对象”)充当整个命题的主题/主语,中间插入条件从句 εἰ μὴ ἀναφέροιτο...,最后由主句谓语 ἐκείνης μέρος ἐστὶν ἢ μόριον 接应。属格代词 ἐκείνης 回指前面的“该技艺或科学”。
- 1.0τὸ μέρος μόνον καὶ μόριον
在斯多亚派的论证脉络中,μέρος(与理论、实践并列的核心独立部门)与 μόριον(某一部门内部的次级细部)构成了术语上的区分。菲洛波诺斯指出,斯多亚派正是先排除了逻辑作为理论或实践之 μόριον 的可能性,进而得出它是独立 μέρος 的结论。
- 1.0τοῖς τελείοις ποιεῖσθαι τῆς προτάσεως τὴν ἀπόδοσιν
τοῖς τελείοις 为中性复数与格,作方式或手段状语,意为“以完备的要素/词项”。此处的 τὴν ἀπόδοσιν 并非狭义的条件句“归结从句”,而是泛指对前提命题本身的“表述”或“定式化给出”。
