- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:76.24-78.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者解释了亚里士多德总结第一格中两个前提皆为全称的组合,并转向一全称一特称组合的段落(26a13–26a23)。斐洛庞奴斯分析了全称式中前提与结论的双向必然性,对八种混合组合进行了分类,阐明了通过谓述与包含关系界定大小项的定义,并展示了第三个推论式(Darii)。
" Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῷ σχήματι πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός." Ὁ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου λόγος ἤδη πεπλήρωται, ἐν ᾧ ἀπέδειξε δύο μὲν συλλογιστικὰς συζυγίας, δύο δὲ ἀσυλλογίστους. λοιπὸν δὲ μίγνυσι τήν τε καθόλου καὶ τὴν μερικήν, καὶ δείκνυσι ποῖαι μὲν αἱ συλλογιστικαὶ κἀν τούτοις, ποῖαι δὲ ἀσυλλόγιστοι.
“因此,当诸词项是全称的时,显然在这个格中何时会有、何时不会有三段论。” 关于两个前提皆为全称的论述已经完成,在其中他证明了两个推论性的组合与两个非推论性的组合。接下来,他将全称与特称结合起来,并指明在这些组合中哪些是推论性的,哪些是非推论性的。
"Καὶ ὅτι ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον ἔχειν ὡς εἴπομεν, ἐάν τε οὕτως ἔχωσιν, ὅτι ἔσται συλλογισμός." Εἴ τε, φησί, καθόλου καταφατικὸν ᾖ τὸ συμπέρασμα, πάντῃ τε καὶ πάντως ἐκ δύο καθόλου καταφατικῶν συνῆκται, καὶ εἰ δύο καθόλου καταφατικαὶ ὑπάρχουσι προτάσεις, πάντῃ τε καὶ πάντως καθόλου καταφατικὸν συνάγεται τὸ συμπέρασμα. καὶ ἐπὶ τοῦ δευτέρου τρόπου ὁμοίως, οὕτως ἐχουσῶν τῶν προτάσεων ὥσπερ εἴρηται, τοιοῦτον συνάγεται τὸ συμπέρασμα, καὶ τοῦ συμπεράσματος οὕτως ἔχοντος ἀνάγκη πᾶσα τοιαύτας εἶναι τὰς προτάσεις.
“并且当三段论成立时,诸词项必然如我们所说的那样具备条件;而如果它们处于这种状态,就会有三段论〔,这也是显然的〕。” 他说,如果结论是全称肯定的,那么它必然且全然是从两个全称肯定前提中推导出来的;如果存在两个全称肯定前提,那么所推导出的结论也必然且全然是全称肯定的。在第二种式中也是同样,当前提如所说的那样处于这种状态时,推导出这样的结论;而当结论是这样的状态时,前提完全必然也是这样的。
"Εἰ δὲ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει πρὸς τὸν ἕτερον." Πληρώσας τὰς ἐκ δύο καθόλου νῦν τὰς ἐκ τῆς ἑτέρας μὲν καθόλου τῆς δὲ ἑτέρας μερικῆς συζυγίας ἐκτίθεται. εἰσὶ δὲ αἱ πᾶσαι ὀκτώ· ὧν αἱ δύο μὲν συλλογιστικαί, ἡ ἐκ τῆς μείζονος καθόλου, εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς, τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς, αἱ δὲ λοιπαὶ ἓξ ἀσυλλόγιστοι διὰ τὸ ἢ τὴν μείζονα μερικὴν εἶναι ἢ τὴν ἐλάττονα ἀποφατικήν. ὅρα δὲ πῶς οὐκ εἶπεν ὅτι ὁ μὲν μείζων καθόλου ὁ δὲ ἐλάττων ἐν μέρει ἢ τὸ ἀνάπαλιν, ἀλλ’ ἀδιορίστως, οὕτως ἄνευ προσθήκης ἐν ταὐτῷ βουλόμενος τὰς ὀκτὼ συζυγίας δηλῶσαι.
“但是,如果词项中一者相对于另一者是全称的,而另一者是特称的。” 在完成了由两个全称前提构成的组合之后,他现在阐明由一个全称前提和一个特称前提构成的组合。总共有八种:其中两种是推论性的,即大前提为全称(无论是肯定还是否定),而小前提为特称肯定;其余六种则是非推论性的,因为或者大前提是特称的,或者小前提是否定的。请看他是如何既不说大前提是全称且小前提是特称,也不说相反的情况,而是不加限定地如此表述,希望无需附加说明而一并指示这八种组合。
"Ὅταν δὲ πρὸς τὸ ἔλαττον ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι, ἀδύνατον." Προσυπακουστέον τῷ πρὸς τὸ ἔλαττον ‘τὸ καθόλου τεθῇ’.1 ἀδύνατον δὲ οὕτω γενέσθαι συλλογισμὸν διὰ τὸ τὴν μείζονα ἀπολωλεκέναι τὸ ἴδιον, τουτέστι τὸ καθόλου· εἰρηκὼς γὰρ ‘ὅταν τὸ καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον’ ἐσήμανε τὴν μείζονα μερικὴν οὖσαν, ἐπείπερ ὁ λόγος αὐτῷ νῦν περὶ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς. τὸ δὲ ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι ἀντὶ τοῦ ‘εἰ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ τοῦτο διχῶς, ἢ τῆς μείζονος ἐχούσης τὸ καθόλου ἢ τῆς ἐλάττονος’.
“但当[全称]关联于小项[被设定],或者诸词项以其他某种方式存在时,是不可能的。” 在“关联于小项”之后必须在理解中补上“全称被设定”。以这种方式不可能产生三段论,因为大前提失去了其固有特征,即全称性;因为说了“当全称关联于小极端项被设定时”,他就表明了大前提是特称的,既然他现在的论述是关于一个全称而另一个特称的前提。而“或者诸词项以其他某种方式存在”相当于:“如果两个前提皆为否定,或者大前提为肯定而小前提为否定,并且这也是以两种方式,或者大前提具有全称性,或者小前提具有全称性”。
"Λέγω δὲ μεῖζον μὲν ἄκρον ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον." Ἀντὶ τοῦ ‘μεῖζον ἄκρον τὸ τοῦ μέσου κατηγορούμενον, ἔλαττον δὲ οὗ τὸ μέσον κατηγορεῖται’· ταὐτὸν γὰρ τὸ κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ μόνῃ τῇ σχέσει διαφέροντα, ὡς εἶναι, ὅταν μὲν ἐκ τοῦ κατὰ παντὸς ποιώμεθα τοὺς συλλογισμούς, μείζονα ὅρον τὸν πρῶτον, ὁμοίως καὶ πρότασιν2 μείζονα τὴν πρώτην, ὅταν δὲ ἐκ τοῦ ἐν ὅλῳ, τὸν τελευταῖον καὶ τὴν δευτέραν πρότασιν.
“我称中项在其中的那个极端项为大项,在受中项统辖之下的为小项。” 这相当于说:“大极端项是对中项作谓项者,而小极端项是中项对其作谓项者”;因为“对全部作谓项”与“在作为整体之中”是同一回事,仅在关系上有所不同,以至于当我们根据“对全部作谓项”构成三段论时,第一项是大项,同样第一前提也是大前提;而当我们根据“在作为整体之中”构成三段论时,最后一项则是[大项],第二前提则是[大前提]。
"Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ." Οὗτός ἐστι τρίτος τρόπος συλλογιστικὸς ἐν πρώτῳ σχήματι, ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος μερικὸν καταφατικὸν συνάγων συμπέρασμα. εὐπορήσεις δὲ ὑλῶν ἐν τούτῳ τῷ τρόπῳ λαμβάνων γένος τι καὶ εἶδος καὶ κοινότερον ἀμφοτέρων καὶ τὸ μὲν γένος τιθεὶς μείζονα ὅρον, τὸ δὲ εἶδος μέσον, τὸ δὲ κοινὸν ἀμφοτέρων ἐλάττονα· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατὰ τινὸς ἐμψύχου, καὶ συμπέρασμα ζῷον κατὰ τινὸς ἐμψύχου· καὶ ἀνάπαλιν τὶ ἔμψυχον ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, καὶ συμπέρασμα τὶ ἔμψυχον ζῷον.
“因为设Α属于全部Β,而Β属于某些Γ。” 这是第一格中的第三种推论式,从全称肯定的大前提和特称肯定的小前提推导出特称肯定的结论。如果你想在这个式中获得丰富的质料,可以选取一个属、一个种,以及比两者更为普遍之物,将属设为大项,将种设为中项,将两者共有之物设为小项:动物对所有人类[作谓项],人类对某些有灵魂之物[作谓项],结论为动物对某些有灵魂之物[作谓项];并且反过来,某些有灵魂之物是人类,所有人类是动物,结论为某些有灵魂之物是动物。
- 1.61Προσυπακουστέον τῷ πρὸς τὸ ἔλαττον ‘τὸ καθόλου τεθῇ’.
评注者指出了亚里士多德原文(26a20)Ὅταν δὲ πρὸς τὸ ἔλαττον […] ἔχωσιν οἱ ὅροι 中的动词省略,指示必须从前文(26a18–19)补充动词短语 τὸ καθόλου τεθῇ 来与 πρὸς τὸ ἔλαττον 搭配。
- 1.62ὡς εἶναι, ὅταν μὲν ἐκ τοῦ κατὰ παντὸς ποιώμεθα τοὺς συλλογισμούς, μείζονα ὅρον τὸν πρῶτον, ὁμοίως καὶ πρότασιν μείζονα τὴν πρώτην, ὅταν δὲ ἐκ τοῦ ἐν ὅλῳ, τὸν τελευταῖον καὶ τὴν δευτέραν πρότασιν.
表示结果的 ὡς 加不定词结构(ὡς εἶναι)。宾格的 μείζονα ὅρον 和 πρότασιν μείζονα 作 εἶναι 的谓词,前半句的主语是 τὸν πρῶτον 与 τὴν πρώτην,后半句(ὅταν δὲ ἐκ τοῦ ἐν ὅλῳ)省略了谓词,主语并列了 τὸν τελευταῖον [ὅρον] 与 τὴν δευτέραν πρότασιν。
