← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§74.27-76.23

第一格中非推论性的全称前提组合

解释第一格中由全称前提构成的其余两种组合(全称肯定大前提与全称否定小前提,以及两者皆为全称否定)为何是非推论性的,通过具体实例表明其不确定性能同时推导出肯定与否定结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τὸ δὲ μέσον μηδενὶ τῷ ἐσχάτῳ ὑπάρχει, οὐκ ἔσται συλλογισμὸς τῶν ἄκρων." Τῶν δύο προτάσεων καθόλου παραλαμβανομένων τέσσαρες ἐγίνοντο συζυγίαι τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ,1 ὧν τὰς μὲν δύο ἐλέγομεν συλλογιστικὰς εἶναι, τὰς δὲ δύο ἀσυλλογίστους. ἐκθέμενος οὖν τὰς δύο συλλογιστικὰς προτάσεις νῦν βούλεται τὰς λοιπὰς δύο δεῖξαι ἀσυλλογίστους, τήν τε ἐκ τῆς μείζονος καθόλου καταφατικῆς καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς καὶ τὴν ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν. εἰ δὲ ἐλέγομεν ἴδιον εἶναι τοῦ πρώτου σχήματος καὶ τοῦτο, 〈τὸ〉 τὴν ἐλάττονα καταφατικὴν ἔχειν ἀεί, εἰκότως ἀσυλλόγιστοί εἰσιν αἱ τοιαῦται συζυγίαι. δείκνυσι δὲ ἀσυλλογίστους αὐτὰς ἐκ τοῦ συνάγειν καὶ τὸ παντὶ καὶ τὸ μηδενί· δῆλον γὰρ ἐκ τούτων ὅτι καὶ τὸ τινὶ καὶ τὸ οὐ παντὶ συνάγουσιν· τοῖς γὰρ καθόλου τὰ κατὰ μέρος ἀκολουθεῖ· ὥστε οὐδὲν ὡρισμένον ἔστιν ἐξ αὐτῶν συνάγειν συμπέρασμα. διὰ οὖν τὴν ἀοριστίαν αὐτῶν ἀσυλλογίστους ταύτας φησί. διαλαμβάνει δὲ περὶ πρώτης τῆς ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς, καὶ δείκνυσιν αὐτὴν ἀσυλλόγιστον διά τινων ὅρων συναγόντων καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ἐπὶ μὲν γὰρ τῶν συλλογιστικῶν συζυγιῶν οὐ κέχρηται ὅροις ἀλλὰ τοῖς στοιχείοις ἁπλῶς, διδοὺς ἑκάστῳ κατ’ ἐξουσίαν ἐπὶ πάσης ὕλης γυμνάζειν τὰ λεγόμενα· ἐπὶ δὲ τῶν ἀσυλλογίστων παραδείγμασι μόνον κέχρηται, δι’ ὧν ἐλέγχει τὴν ἀοριστίαν αὐτῶν· τὸν μὲν γὰρ καθόλου λόγον οὐδὲ μυρία παραδείγματα ἱκανὰ κατασκευάσαι, ἀνασκευάσαι δὲ καὶ ἓν ἐξαρκεῖ παράδειγμα.

“但是,如果第一者跟随全部中间者,而中间者不属于任何极度者,那么两端项之间就不会有三段论。” 当两个前提都被普遍地选取时,由于在质上的交织便产生了四种组合,我们曾说其中两种是推论性的,两种是非推论性的。于是,在阐明了两种推论性的前提组合之后,他现在想要表明其余两种是非推论性的,即由全称肯定的大前提与全称否定的小前提构成的组合,以及由两个全称否定前提构成的组合。如果我们曾说小前提始终是肯定的也是第一格的固有特征,那么这样的组合是非推论性的便是理所当然的。他通过它们既能推导出“属于全部”又能推导出“不属于任何”来证明它们是非推论性的;因为由此显而易见,它们也能推导出“属于某些”与“不属于全部”;因为特称跟随全称;从而无法从它们之中推导出任何确定的结论。因此,由于它们的不确定性,他说这些组合是非推论性的。他首先讨论由全称肯定的大前提和全称否定的小前提构成的组合,并通过某些推导出“属于全部”和“不属于任何”的项来证明它是非推论性的。因为在推论性的组合中,他没有使用具体的项,而仅仅使用字母,让每个人可以随意在任何质料上练习所述内容;但在非推论性的组合中,他仅使用实例,通过实例来揭示它们的不确定性;因为要确立一个全称命题,即便一万个实例也不足以办到,但要反驳它,哪怕一个实例也已足够。

§1.54

"Οὐδὲν γὰρ ἀναγκαῖον συμβαίνει τῷ ταῦτα εἶναι.2" Ἀντὶ τοῦ ‘οὐ διὰ τὸ οὕτως ἔχειν τὰς προτάσεις συνάγεταί τι ἀναγκαῖον ἀλλὰ διὰ τὴν παραλαμβανομένην ὕλην’. δεῖ δὲ τὰ συμπεράσματα διὰ τὸ τῶν προτάσεων ἀναγκαῖον συμβαίνειν, οὐ διὰ τὴν ὕλην, ὡς καὶ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ δηλοῖ.

“因为由这些条件的存在,没有任何必然的东西产生。” 这相当于说:“并不是因为前提处于这种状态而推导出某种必然的东西,而是因为所选取的质料”。但结论应当由于前提的必然性而产生,而不是由于质料,正如三段论的定义所表明的那样。

§1.55

"Καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν." Ὅτι, φησίν, οὐδὲν ἐξ ἀνάγκης συνάγεται τῷ τὰς προτάσεις οὕτω τετάχθαι, δῆλον ἐξ ὧν καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνάγουσι δέον, εἴπερ διὰ τὰς προτάσεις καὶ μὴ διὰ τοὺς ὅρους συνήγετο τὸ συμπέρασμα, μόνως ἢ ἀποφατικὸν συνάγεσθαι ἢ καταφατικόν. νῦν δὲ ἀμφότερα συνάγεται διαφόρων ὑλῶν παραλαμβανομένων· δῆλον ἄρα ὅτι τοῦ συμπεράσματος αἴτιοι οἱ ὅροι παραλαμβανόμενοι καὶ οὐχ ἡ συμπλοκὴ τῶν προτάσεων. δεῖ δὲ τοὺς συλλογισμοὺς διὰ τὰς προτάσεις συνάγειν τὰ συμπεράσματα.

“因为第一者对最后者既可能属于全部,也可能不属于任何。” 他说,由前提被如此排列而不能必然推导出任何东西,这从它们既推导出“属于全部”又推导出“不属于任何”中显而易见,而如果结论是由于前提而非由于词项被推导出来的,本应当仅仅推导出否定的或仅仅推导出肯定的结论。但如今,随着不同质料的选取,两者都被推导出来;因此显而易见,结论的原因是所选取的项,而不是前提的结合。然而三段论必须通过前提来推导出结论。

§1.56

"Ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον." Εἰ γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ ἐνδέχεται ὑπάρχειν, συναναιρεῖται δὲ τὰ μέρη τοῖς ὅλοις,3 οὔτε τὸ καθόλου οὔτε τὸ κατὰ μέρος ἔσται ἀναγκαῖον· παντελῶς ἄρα ἀόριστοι καὶ διὰ τοῦτο ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι. τὸ μὲν οὖν παντὶ συνάγεται οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατ’ οὐδενὸς ἵππου, καὶ συμπέρασμα ζῷον κατὰ παντὸς ἵππου. τὸ δὲ οὐδενὶ συνάγεται, ἐὰν ἀντὶ τοῦ ἵππου λίθον παραλαμβάνωμεν, οὕτως· ζῷον κατὰ παντὸς ἀνθρώπου, ἄνθρωπος κατ’ οὐδενὸς λίθου, καὶ συμπέρασμα ζῷον κατ’ οὐδενὸς λίθου.

“从而无论是特称的还是全称的,都成不了必然的。” 因为如果“属于全部”和“不属于任何”都可能存在,而部分随着整体一同被取消,那么无论是全称的还是特称的都不会是必然的;所以这样的组合完全是不确定的,并因此是非推论性的。推导出“属于全部”的情形如下:动物对所有人类[作谓项],人类不对任何马[作谓项],结论为动物对所有马[作谓项]。而推导出“不属于任何”的情形,如果我们用石头代替马,则如下:动物对所有人类[作谓项],人类不对任何石头[作谓项],结论为动物不对任何石头[作谓项]。

§1.57

"Οὐδ’ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ." Νῦν τὴν ἐκ τῶν δύο καθόλου ἀποφατικῶν βούλεται δεῖξαι ἀσυλλόγιστον ὁμοίως διὰ τοῦ συνάγειν τό τε παντὶ καὶ τὸ μηδενί. ἵνα δὲ σαφέστερον ᾖ τὸ λεγόμενον, ἑτέρους ὅρους ἡμεῖς ἐκθώμεθα· ζῷον κατ’ οὐδενὸς λίθου, λίθος κατ’ οὐδενὸς ἀνθρώπου, καὶ τὸ συμπέρασμα ζῷον κατὰ παντὸς ἀνθρώπου. οὕτω μὲν οὖν τὸ παντὶ συνάγουσι. τὸ δὲ μηδενί, ἐὰν ἀντὶ τοῦ ἀνθρώπου παραλαμβάνωμεν φυτὸν ἤ τι τοιοῦτον, καθ’ ὧν οὔτε τὸ ζῷον οὔτε ὁ λίθος κατηγορεῖται· ζῷον κατ’ οὐδενὸς λίθου, λίθος κατ’ οὐδενὸς φυτοῦ, καὶ τὸ συμπέρασμα ζῷον κατ’ οὐδενὸς φυτοῦ. διὰ ταῦτα ἄρα καὶ αὕτη ἀσυλλόγιστος ἡ συζυγία διὰ τὴν ἀοριστίαν. εἴρηται δὲ τοῦτο κοινὸν εἶναι ἐπὶ παντὸς σχήματος, τὸ ἐκ δύο ἀποφατικῶν ἀσυλλόγιστον ἀεὶ γίνεσθαι συζυγίαν.

“当第一者既不属于中间者,中间者也不属于任何最后者时,亦是如此。” 现在他想要表明,由两个全称否定构成的组合同样通过既能推导出“属于全部”又能推导出“不属于任何”而是非推论性的。为了使所说的更加清楚,让我们提出另外的项:动物不对任何石头[作谓项],石头不对任何人类[作谓项],结论为动物对所有人类[作谓项]。它们便以这种方式推导出“属于全部”。而推导出“不属于任何”,则是如果我们用植物或诸如此类动物和石头都不对其作谓项的东西来代替人类:动物不对任何石头[作谓项],石头不对任何植物[作谓项],结论为动物不对任何植物[作谓项]。因而由于这些,该组合也因其不确定性而是非推论性的。并且已经说过,由两个否定命题总是产生非推论性的组合,这对每一个格都是共通的。

语法注3 条
  1. 1.53τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ

    与格名词短语,表示方式或方面(“通过在质上的交织”),修饰动词 ἐγίνοντο(“产生”)。

  2. 1.54τῷ ταῦτα εἶναι

    带冠词的不定词与格(τῷ εἶναι)带有宾格主语 ταῦτα,表示原因(“由这些条件的存在”)。正如斐洛庞努斯随后的疏解(ἀντὶ τοῦ ‘οὐ διὰ τὸ οὕτως ἔχειν...’)所示,其构文功能等同于带有 διὰ τό 的原因介词短语。

  3. 1.56συναναιρεῖται δὲ τὰ μέρη τοῖς ὅλοις

    被动动词 συναναιρεῖται(“一同被取消”)支配表示伴随的与格 τοῖς ὅλοις(“部分随着整体一同”),表明若整体(全称)被否定,部分(特称)亦随之丧失必然性的逻辑伴随关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:74.27-76.23