← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§73.14-74.26

端项的定义与第一格第一式及第二式

斐洛庞奴阐明,两端项的定义通过补足“仅仅”这一限定而与中间项的定义相区分,随后阐释了第一格第一式(Barbara)与第二式(Celarent)的论证结构、词项次序以及具体质料例证的选择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Ἄκρα δὲ τὸ αὐτό τε ἐν ἄλλῳ ὂν καὶ ἐν ᾧ ἄλλο ἐστίν." Δόξειεν ἂν ἴσως ὁ αὐτὸς ὁρισμὸς εἶναι τῶν τε ἄκρων καὶ τοῦ μέσου· οὐκ ἔστι δέ· δεῖ γὰρ ἐπὶ τούτων προσυπακούειν τὸ μόνως, καὶ οὕτως ὀρθῶς ἀποδιδόμενος ἂν εἴη,1 ὡς ἂν εἰ ἔλεγεν ἄκρα δὲ τὸ αὐτό τε ἐν ἄλλῳ ὂν μόνως καὶ ἐν ᾧ ἄλλο ἐστὶ μόνως.

“而两端项则是指自身在另一物中者,以及另一物在它之中者。” 两端项的定义与中间项的定义或许看起来相同;但实则不然。因为在两端项的情形中,必须补足理解“仅仅”一词,唯有如此它才会被正确地给出,正如他若说:“而两端项是指自身仅仅在另一物中者,以及另一物仅仅在它之中者”。

§1.51

"Εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ, ἀνάγκη τὸ Α κατὰ παντὸς τοῦ Γ κατηγορεῖσθαι." Οὗτος πρῶτος τρόπος συλλογιστικός, ἐκ δύο καταφατικῶν καθόλου 〈καθόλου〉 καταφατικὸν συνάγων συμπέρασμα. εἰ γὰρ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, μέρος ἄρα τοῦ Β τὸ Γ ὑπάρχει· εἰ τοίνυν τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ὑπάρχει μέρει ὄντι τοῦ Β. ἐπὶ τῶν ὑλῶν δὲ σαφέστερος ὁ λόγος· οἷον οὐσία κατὰ παντὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συνάγεται οὐσία κατὰ παντὸς ἀνθρώπου· καὶ ἀνάπαλιν πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος ἄρα οὐσία. δῆλον δὲ ἐπὶ τούτου τοῦ σχήματος ὡς δεῖ ἐπὶ τοῦ πρώτου τρόπου λαμβάνειν ὅρους, πρῶτον μὲν γενικώτατον, δεύτερον ὑπάλληλον γένος καὶ τρίτον εἰδικώτερον τοῦ μέσου εἶδος. δεῖ δὲ ἀεὶ τὸ συμπέρασμα ποιεῖν, οἷον ἂν ᾖ τὸ ἀρχόμενον τῆς συνθέσεως· οἷον εἰ ἐκ τοῦ μείζονος ὅρου ἀρχόμεθα, ἡ οὐσία ἄρχεται· οὐκοῦν αὕτη καὶ τοῦ συμπεράσματος προηγεῖται· οὐσία κατὰ παντὸς ζῴου· ἄρχεται ἡ οὐσία· ζῷον κατὰ παντὸς ἀνθρώπου· καὶ τὸ συμπέρασμα πάλιν ἀπὸ τῆς οὐσίας ἄρξεται· οὐσία κατὰ παντὸς ἀνθρώπου. εἰ δὲ ἐκ τοῦ ἐλάττονος ὅρου ἡ ἀρχὴ γένοιτο, οἷον ἐκ τοῦ ἀνθρώπου, ἐκ τούτου καὶ τὸ συμπέρασμα ἔσται· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος οὐσία. λαμβάνει δὲ στοιχεῖα ὁ Ἀριστοτέλης Α, Β, Γ, καὶ ἐκ τῆς φύσεως τῶν στοιχείων τὴν τάξιν τοῦ πρώτου σχήματος ἡμῖν δηλῶν τὸν μείζονα ὅρον λέγει τὸ Α διὰ τὸ πρώτην ἔχειν τὸ Α τάξιν, τὸν δὲ ἐλάττονα τὸ Γ, τὸν δὲ μέσον τὸ Β ὡς τοῦ μὲν ὑφειμένον τῇ τάξει, τοῦ Α, τοῦ δὲ προηγούμενον, τοῦ Γ. ἐνδέχεται δὲ δῆλον ὅτι καὶ ἐξισάζοντας εἶναι τοὺς ὅρους, οἷον ἐπιστήμης δεκτικόν, γελαστικόν, ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος γελαστικός, πᾶν γελαστικὸν ἐπιστήμης δεκτικόν, πᾶς ἄρα ἄνθρωπος ἐπιστήμης δεκτικός.

“因为,如果Α对全部Β[作谓项],且Β对全部Γ[作谓项],那么Α必然对全部Γ作谓项。” 这是第一种三段论式,由两个全称肯定前提推导出全称肯定的结论。因为如果Β属于全部Γ,那么Γ作为Β的一部分而存在。因此,如果Α属于全部Β,它就属于其全部部分;所以Α也属于作为Β的一部分的全部Γ。在具体质料的情形中,这一论述更为清楚:例如,实体对所有动物[作谓项],动物对所有人类[作谓项],从而推导出实体对所有人类[作谓项];反之亦然:所有人都是动物,所有动物都是实体,所以所有人都是实体。在这一格中很明显,在第一式中应当如何选取项:首先是最属类的,其次是从属类,第三是比中间项更为属种的种。并且必须始终根据命题组合的开端来构成结论:例如,如果我们从大项开始,实体便作为开端;因此它也在结论中居先:“实体对所有动物” ——实体作为开端;“动物对所有人类”;而结论也将再次从实体开始:“实体对所有人类”。但如果开端是从小项作出的,例如从人类开始,结论也将由此产生:“所有人都是动物,所有动物都是实体,所有人都是实体”。亚里士多德选取了字母Α、Β、Γ,并通过字母的本性向我们指明第一格的次序,他把Α称为大项,因为Α具有第一位次;把Γ称为小项;而把Β称为中间项,因其在位次上次于一者(Α),而先于另一者(Γ)。显然,诸项亦有可能具有同等外延,例如能接受科学知识的、能笑的、人类;因为所有人都是能笑的,所有能笑的都是能接受科学知识的,所以所有人都是能接受科学知识的。

§1.52

"Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β, τὸ δὲ Β κατὰ παντὸς τοῦ Γ, ὅτι τὸ Α οὐδενὶ τῷ Γ ὑπάρξει." Δεύτερος οὗτος τρόπος τοῦ πρώτου σχήματός ἐστιν, ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς καθόλου ἀποφατικὸν συνάγων συμπέρασμα. εἰ γὰρ τὸ Α κατὰ μηδενὸς τοῦ Β, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν·2 παντὸς ἄρα κεχώρισται τοῦ Γ τὸ Α μέρους ὄντος τοῦ Β. εὐπορήσομεν δὲ πάλιν ὑλῶν ἐπὶ τοῦ δευτέρου τρόπου λαμβάνοντες εἶδος καὶ γένος καὶ τοῦ γένους ἀλλότριον, τὸ μὲν εἶδος ἐλάττονα ὅρον τιθέντες, τὸ δὲ γένος μέσον, τὸ δὲ ἀλλότριον μείζονα· οἷον λίθος κατ’ οὐδενὸς ζῴου, ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ συμπέρασμα λίθος κατ’ οὐδενὸς ἀνθρώπου· κεχώρισται μὲν γὰρ πάντων τῶν μερῶν τοῦ ζῴου ὁ λίθος· μέρος δὲ τοῦ ζῴου ὁ ἄνθρωπος· κεχώρισται ἄρα παντὸς ἀνθρώπου ὁ λίθος.

“同样,如果Α不对任何Β[作谓项],而Β对全部Γ[作谓项],那么Α将不属于任何Γ。” 这是第一格的第二式,由全称否定的大前提和全称肯定的小前提推导出全称否定的结论。因为,如果Α不对任何Β[作谓项],它便与其所有部分相分离;而Γ是Β的一部分,因为假定Β属于全部Γ;所以Α与作为Β的一部分的全部Γ相分离。在第二式中,我们若选取一个种、一个类以及与该类无关之物,也将不乏质料,即将种设为小项,类设为中间项,无关之物设为大项:例如,石头不对任何动物[作谓项],动物对所有人类[作谓项],结论则是石头不对任何人类[作谓项]。因为石头与动物的所有部分相分离;而人类是动物的一部分;所以石头与所有人相分离。

语法注2 条
  1. 1.50ἀποδιδόμενος ἂν εἴη

    阳性单数主格分词 ἀποδιδόμενος 承接前文的主语 ὁ αὐτὸς ὁρισμός,构成迂说性的潜能谓语(即“[该定义]便会被给出”)。

  2. 1.52ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν

    动词 ὑπόκειται 在此处并非指谓述理论中的“作主项”,而是作为非人称用法,表示“被设定/假定”,以宾格不定词短语 τὸ Β ὑπάρχειν 作为其真正主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:73.14-74.26