← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§71.25-73.13

第一格的全称前提组合与中项规定

解释亚里士多德在论证之前先探讨三段论的原因,进而讨论第一格中由两个全称前提构成的组合对与条件,以及第一格中项的定义与排列位置。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.47

" Πρότερον γὰρ περὶ συλλογισμοῦ λεκτέον ἢ περὶ ἀποδείξεως." Ἐπειδὴ ἐν ἀρχαῖς τοῦ βιβλίου ἐπηγγείλατο περὶ ἀποδείξεως διαλέγεσθαι, οὐδαμοῦ δὲ ἐν τούτῳ τῷ βιβλίῳ περὶ ἀποδείξεως διαλέγεται, διὰ τοῦτο μέλλων ἄρχεσθαι τῶν συλλογισμῶν ἀπολογούμενος ὑπὲρ τούτου φησὶν ὅτι δεῖ πρῶτον περὶ τῶν καθολικωτέρων ποιεῖσθαι τὸν λόγον· καθολικώτερος δὲ ὁ περὶ συλλογισμοῦ λόγος τοῦ περὶ ἀποδείξεως.

“因为在论证之前必须先论述三段论。” 既然在本书开端他曾许诺要探讨论证,但在本书中却全无探讨论证之处,正因如此,当他将要从三段论开始时,便为此辩护说,必须首先就更为普遍的事项进行论述;而关于三段论的论述比关于论证的论述更为普遍。

§1.48

"Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους." Περὶ αὐτῶν λοιπὸν διαλέγεται τῶν συλλογισμῶν. ἄρχεται δὲ ἀπὸ τοῦ πρώτου σχήματος εἰκότως, καὶ παραδίδωσιν ἡμῖν πρώτους τοὺς ἐκ δύο καθόλου προτάσεων συλλογισμούς. τῶν δὲ δύο προτάσεων καθολικῶν οὐσῶν γίνονται τέσσαρες συζυγίαι τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ,1 ἥ τε ἐκ τῶν δύο καταφατικῶν καὶ ἡ ἐκ τῶν δύο ἀποφατικῶν καὶ 〈αἱ〉 τῆς μὲν ἑτέρας ἀποφατικῆς τῆς δὲ ἑτέρας καταφατικῆς, καὶ τοῦτο διχῶς, ἤτοι τῆς μείζονος ἀποφατικῆς ἢ τῆς ἐλάττονος, τῆς δὲ ἑτέρας καταφατικῆς. τούτων οὖν τῶν τεσσάρων συζυγιῶν δύο μέν εἰσιν αἱ συλλογιστικαί, ἥ τε ἐκ τῶν δύο καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· αἱ δὲ λοιπαὶ δύο ἀσυλλόγιστοί εἰσιν, ἐπειδὴ ἡ ἐλάττων τὸ ἑαυτῆς ἴδιον ἀπώλεσεν ἀποφατικὴ οὖσα. παραδίδωσι δὲ ἅμα τὰς δύο συλλογιστικὰς ὡς ἀεὶ βραχυλογίας ἀντιποιούμενος, καὶ ἴδωμεν ὅπως. ὅταν οὖν, φησίν, ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ. τὴν ἐλάττονα πρότασίν φησιν, ἐὰν ᾖ καταφατικὴ καθόλου. τὸν δὲ μέσον ἐν τῷ πρώτῳ ἢ εἶναι ἢ μὴ εἶναι, τουτέστιν ὅταν ἡ μείζων πρότασις ἢ καταφατικὴ ὑπάρχῃ ἢ ἀποφατική. ὅρα δὲ πῶς ἡμῖν τὴν ἰδιότητα τοῦ πρώτου σχήματος ἐσήμανεν εἰπὼν τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἀντὶ τοῦ ‘τὸν μέσον τοῦ ἐσχάτου παντὸς κατηγορεῖσθαι’· εἴρηται γὰρ ὅτι τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντὸς τῷ ὑποκειμένῳ ταὐτά εἰσιν. τὸν δὲ μέσον ἐν τῷ πρώτῳ ἢ εἶναι ἢ μὴ εἶναι ἀντὶ τοῦ ‘τὸν μέσον τῷ πρώτῳ ὑποκεῖσθαι ἢ εἰς κατάφασιν ἢ εἰς ἀπόφασιν’. Ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμὸν τέλειον. ἄξιον ζητῆσαι πῶς ὁ φιλόσοφος εἶπεν ὅτι, ἐὰν ὁ μέσος ὅρος τῷ μὲν ἑνὶ τῶν ἄκρων ὑπόκειται τοῦ δὲ ἑτέρου κατηγορῆται, τέλειον ποιεῖ συλλογισμόν, καίτοι ἐν τῷ τρίτῳ τρόπῳ καὶ ἐν τῷ τετάρτῳ τοῦ πρώτου σχήματος οὕτως ἔχοντος τοῦ μέσου ὅρου, καθὼς αὐτὸς παρακελεύεται, εὑρίσκονταί τινες ἀτελεῖς συλλογισμοί,2 οἵτινες τελειοῦνται διὰ τῆς ἀντιστροφῆς τῆς πρὸς τὸν πρῶτον τρόπον. ὥστε οὐ τούτους καλεῖ τελείους ἐνταῦθα ὁ φιλόσοφος ἀλλὰ τοὺς σώζοντας τὸ τέλειον εἶδος τοῦ πρώτου σχήματος.

“因此,当三个项彼此处于这样一种关系时。” 在接下来的部分中,他探讨三段论本身。他合乎情理地从第一格开始,最先向我们传授由两个全称前提组成的三段论。当两个前提为全称时,通过与性质相交织便产生四种组合对:由两个肯定组成的,由两个否定组成的,以及一者为否定而另一者为肯定的[组合对]——而这有两种方式:要么大前提为否定,要么小前提为[否定],而另一者为肯定。因此,在这四种组合对中,有两种是能成三段论的:由两个肯定组成的,以及由大前提为否定而小前提为肯定组成的;而其余两种是不能成三段论的,因为小前提因其是否定的而丧失了自身的特有属性。他作为始终追求简练之人,同时传授了这两种能成三段论的[组合对],让我们来看他是如何做的。“因此,当,”他说,“三个项彼此处于这样一种关系,以至于最末项作为在整体中那样在中间项中。”他指的是小前提,如果它是全称肯定的话。“而中间项在第一项中存在或不存在,”也就是说,当大前提或为肯定或为否定之时。且看他是如何向我们指明第一格的特有属性的:他说最末项作为在整体中那样在中间项中,以此代替“中间项对最末项的全都作谓项”;因为已经说过,“在整体中”与“对全部[作谓项]”在基础实体上是同一的。“而中间项在第一项中存在或不存在”则代替了“中间项在肯定或否定上作为第一项的主项”。“必然存在两端项的完满三段论。”哲学家为何说,如果中间项作为两端项之一的主项而作为另一项的谓项,它就构成完满的三段论,这是值得探究的;尽管在中间项如他自己所规定的那样处于此种关系时,在第一格的第三式和第四式中,仍发现有某些不完满的三段论,它们通过向第一式的换位而得以完满。因此,哲学家在此处所称的完满者并非这些,而是那些保持了第一格完满形式的三段论。

§1.49

"Καλῶ δὲ μέσον μὲν ὃ καὶ αὐτὸ ἐν ἄλλῳ καὶ ἄλλο ἐν τούτῳ ἐστίν." Οὗτος ὁ ὁρισμὸς τοῦ μέσου ὅρου οὐκ ἔστι κοινὸς ἐπὶ τῶν τριῶν σχημάτων ἀλλὰ μόνον τοῦ μέσου τοῦ ἐν τῷ πρώτῳ σχήματι· οὗτος γὰρ μόνος τοῦ μὲν τῶν ἄκρων κατηγορεῖται τῷ δ’ ὑπόκειται. ὁ δ’ ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων κατηγορεῖται· ὁ δ’ ἐν τῷ τρίτῳ ἀμφοτέροις ὑπόκειται, ὡς ἤδη ἡμῖν εἴρηται. ἀλλ’ εἰ καὶ διάφορα τὰ εἴδη τῶν μέσων ὅρων ἐπὶ τῶν τριῶν σχημάτων, ἀλλ’ οὖν ἔχουσί τι κοινόν, τὸ ἀναδιπλασιάζεσθαι καὶ ἐν ἀμφοτέραις εὑρίσκεσθαι ταῖς προτάσεσι τὸν μέσον3 ἐν τοῖς τρισὶ σχήμασιν. Ὃ καὶ τῇ θέσει γίνεται μέσον. βούλεται ἡμᾶς ὁ Ἀριστοτέλης καὶ ἐν αὐτῇ τῇ καταγραφῇ σῴζειν τὴν τοῦ μέσου τάξιν, ἵν’ ἐπ’ εὐθείας τάξαντες τοὺς τρεῖς ὅρους τῷ μέσῳ τὴν μέσην ἀποδῶμεν χώραν.

“我把自身在另一物中且另一物在它之中的项称为中间项。” 中间项的这个定义并不是三个格所共有的,而仅仅属于第一格中的中间项;因为只有它作为两端项之一的谓项而作为另一项的主项。而在第二格中的[中间项]作为两者的谓项;在第三格中的[中间项]正如我们已经说过的,作为两者的主项。但是,即使中间项在三个格中的形式互异,然而它们仍具有某种共同之处,即在三个格中中间项都被复述并出现在两个前提之中。“它在位置上也成为中间的。”亚里士多德希望我们在图示本身中也保持中间项的次序,以便我们将三个项排成一直线时,把中间的位置赋予中间项。

语法注3 条
  1. 1.48τῇ πρὸς τὸ ποιὸν ἐπιπλοκῇ

    表示手段或方面的与格短语(“通过与性质相交织”),指出在前提数量固定为全称的前提下,通过性质(肯定/否定)的相互组合从而产生四种组合对。

  2. 1.48καίτοι ἐν τῷ τρίτῳ τρόπῳ καὶ ἐν τῷ τετάρτῳ τοῦ πρώτου σχήματος οὕτως ἔχοντος τοῦ μέσου ὅρου, καθὼς αὐτὸς παρακελεύεται, εὑρίσκονταί τινες ἀτελεῖς συλλογισμοί

    在由让步连词 καίτοι 引导的从句中,嵌入了属格独立结构 οὕτως ἔχοντος τοῦ μέσου ὅρου 和插入从句 καθὼς αὐτὸς παρακελεύεται。句子的骨干为 καίτοι ... εὑρίσκονταί τινες ἀτελεῖς συλλογισμοί(“尽管……仍发现有某些不完满的三段论”)。

  3. 1.49τὸ ἀναδιπλασιάζεσθαι καὶ ἐν ἀμφοτέραις εὑρίσκεσθαι ταῖς προτάσεσι τὸν μέσον

    带冠词的不定式短语,与前面的不定代词短语 τι κοινόν(“具有某种共同之处”)构成同位语。宾格 τὸν μέσον 作为两个不定式(ἀναδιπλασιάζεσθαι 与 εὑρίσκεσθαι)的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:71.25-73.13