← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§70.7-71.24

三个格中成推论组合的条件与规则

斐洛波诺斯阐明了三个格各自能成三段论的组合对的条件与数量(第一格四个,第二格四个,第三格六个),解释了结论随从较弱前提的规则,并逐字训诂了亚里士多德引文中的措辞(“通过何物”、“何时”与“如何”)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#5

ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ πρώτου σχήματος τὸ τὴν μὲν μείζονα εἶναι καθόλου1 τὴν δὲ ἐλάττονα καταφατικήν· ἀδιαφορεῖ γὰρ ἡ μὲν μείζων κατὰ τὸ ποιόν, ἡ δὲ ἐλάττων κατὰ τὸ ποσόν· αἱ δὲ μὴ οὕτως ἔχουσαι συζυγίαι ἀσυλλόγιστοί εἰσιν. ταῦτα δὲ τὰ ἴδια τοῦ πρώτου σχήματος ἐμερίσατο τὰ ἄλλα δύο.2 ἐν μὲν γὰρ τῷ δευτέρῳ δεῖ φυλάττειν τὴν μὲν μείζονα καθόλου ὥσπερ ἐν τῷ πρώτῳ, τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα τῇ μείζονι κατὰ τὸ ποιόν, τουτέστιν ἵνα, εἰ ἡ μείζων εἴη καταφατική, ἡ ἐλάττων ἐστὶν ἀποφατική, καὶ ἔμπαλιν, εἰ ἡ μείζων ἀποφατική, ἡ ἐλάττων καταφατική, δῆλον ὡς τῆς μείζονος ἀδιαφόρως ἐχούσης περὶ τὴν ποιότητα τῆς δὲ ἐλάττονος περὶ τὴν ποσότητα· αἱ γὰρ μὴ οὕτως ἔχουσαι συζυγίαι καὶ ἐν τούτῳ τῷ σχήματι ἅπασαι ἀσυλλόγιστοί εἰσιν. ἐν δὲ τῷ τρίτῳ σχήματι τί δεῖ παρατηρεῖν; πρὸς τῷ φυλάττειν τὰ κοινῶς ἐπὶ τῶν τριῶν σχημάτων παρατετηρημένα, λέγω δὴ τὸ μήτε τὰς δύο εἶναι μερικὰς μήτε τὰς δύο ἀποφατικάς, ἔτι παρατηρεῖν ἴδιον ἓν μόνον, τὸ τὴν ἐλάττονα εἶναι καταφατικήν, ἀμφοτέρων ἀδιαφορουσῶν κατὰ τὸ ποσὸν καὶ ἔτι τῆς μείζονος κατὰ τὸ ποιόν, καὶ διὰ τοῦτο, ἐπειδὴ ἧττονά ἐστι τὰ ὀφείλοντα ἰδίᾳ παραφυλάττεσθαι ἐπὶ τοῦ τρίτου σχήματος, πλείους γίνεσθαι συλλογιστικὰς συζυγίας. ἐν μὲν γὰρ τῷ πρώτῳ τέσσαρες μὲν γίνονται αἱ συλλογιστικαὶ συζυγίαι, αἱ δὲ λοιπαὶ λβʹ ἀσυλλόγιστοι· καὶ συλλογιστικαὶ μὲν αἵ τε ἐκ δύο καθόλου, 〈ἡ ἐκ δύο καθόλου〉 καταφατικῶν καὶ ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς 〈τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς〉, καὶ τετάρτη ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς· αἱ δὲ λοιπαὶ παρὰ ταύτας αἱ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς εἰρημένας αἰτίας, λέγω δὴ τά τε κοινῶς καὶ ἰδίως ἐπὶ τῶν σχημάτων παραφυλαττόμενα. ἐν δὲ τῷ δευτέρῳ σχήματι συλλογιστικαὶ συζυγίαι πάλιν εἰσὶ τέσσαρες, αἵ τε ἐκ τῶν δύο καθόλου, τῆς μείζονος ἀποφατικῆς καὶ τῆς ἐλάττονος καταφατικῆς καὶ ἡ ἐκ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς, καὶ τρίτη ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς, καὶ τετάρτη ἡ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· αἱ δὲ λοιπαὶ καὶ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς αὐτὰς πάλιν αἰτίας. ἐν δὲ τῷ τρίτῳ συλλογιστικαὶ συζυγίαι εἰσὶν ἕξ, ἐκ δύο καθόλου καταφατικῶν, ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, καὶ τρίτη 〈ἡ〉 ἐκ μερικῆς καταφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, τετάρτη ἡ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος, πέμπτη ἡ ἐκ τῆς μείζονος μερικῆς ἀποφατικῆς τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς, ἕκτη 〈ἡ〉 ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς· αἱ δὲ λοιπαὶ πᾶσαι συζυγίαι καὶ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι διὰ τὰς προειρημένας αἰτίας. δεῖ δὲ πάλιν καθόλου ἐπὶ τῶν τριῶν σχημάτων εἰδέναι καὶ τοῦτο, ὅτι ἐπὶ πάντων τῶν σχημάτων τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα· οἷον ἐὰν αἱ δύο ὦσι καθόλου ἡ δὲ ἑτέρα ἀποφατική, ἀποφατικὸν συνάγεται τὸ συμπέρασμα· πάλιν ἐὰν μερικὴ εἴη ἡ ἑτέρα τῶν προτάσεων, μερικόν· ἐὰν δὲ ἡ μὲν εἴη μερικὴ ἡ δὲ ἑτέρα ἀποφατική, μερικὸν ἀποφατικόν, ἐπειδὴ κἀνταῦθα τὰ χείρονα νικᾷ. Διὰ μὲν τοῦ εἰπεῖν διὰ τίνων ἐσήμανεν ὅτι τοὐλάχιστον ἐκ δύο προτάσεών εἰσιν οἱ συλλογισμοί, καθὼς καὶ πρότερον εἴρηται. διὰ δὲ τοῦ εἰπεῖν καὶ πότε ἐδήλωσεν ὅτι οὐχ ὡς ἔτυχεν οὐδὲ πᾶσαι αἱ προτάσεις συμπλεκόμεναι ποιοῦσι συλλογισμόν. διὰ δὲ τοῦ εἰπεῖν πῶς ἐσήμανεν ὅτι τοῦ μέσου ὅρου ποτὲ μὲν ἑνὶ τῶν ἄκρων ὑποκειμένου τοῦ δὲ ἑτέρου κατηγορουμένου, ποτὲ δὲ ἀμφοτέρων κατηγορουμένου, ποτὲ δὲ ἀμφοτέροις ὑποκειμένου.

但个别而言,在第一格中,[必须防范]大前提为全称而小前提为肯定;因为大前提在性质上无别,而小前提在数量上无别;不如此具备的组合对则是不能成三段论的。而其他两个格分有了第一格的这些特有属性。因为在第二格中,必须如同在第一格中一样保持大前提为全称,但小前提在性质上与大前提异形——也就是说,如果大前提是肯定,小前提就是否定,反之,如果大前提是否定,小前提就是肯定——显而易见,大前提关于性质是无别的,而小前提关于数量是无别的;因为在此格中不如此具备的组合对同样全都是不能成三段论的。但在第三格中,必须注意什么呢?除了遵守在三个格中共同被注意的规定——我指的是两个前提既不皆为特称也不皆为否定——之外,还必须仅仅注意单一的一项特有属性:即小前提必须是肯定的,两者在数量上皆无别,大前提此外在性质上也无别;正因如此,既然在第三格中应当个别加以防范的事项更少,能成三段论的组合对也就产生得更多。 因为在第一格中,能成三段论的组合对产生四个,而其余的三十二个是不能成三段论的。能成三段论的组合对是那些由两个全称前提组成的——由两个全称肯定前提组成的,以及由大前提为全称否定组成的——第三是由大前提为全称肯定[而小前提为特称肯定]组成的,第四是由大前提为全称否定而小前提为特称肯定组成的;在这个格中除了这些之外其余的组合对,都由于所说过的原因——我指的是在各个格中共同地和个别地加以防范的事项——是不能成三段论的。在第二格中,能成三段论的组合对同样是四个:那些由两个全称前提组成的——大前提为否定而小前提为肯定的,以及由大前提为肯定而小前提为否定的——第三是由大前提为全称否定而小前提为特称肯定组成的,第四是由大前提为全称肯定而小前提为特称否定组成的;在这个格中其余的组合对同样再次由于相同的诸原因而不能成三段论。在第三格中,能成三段论的组合对有六个:由两个全称肯定组成的;由大前提为全称否定而小前提为全称肯定组成的;第三是由大前提为特称肯定而小前提为全称肯定组成的;第四是由大前提为全称肯定而小前提为特称肯定组成的;第五是由大前提为特称否定而小前提为全称肯定组成的;第六是由大前提为全称否定而小前提为特称肯定组成的;在这个格中其余所有的组合对同样由于前述的诸原因而不能成三段论。 但再次,普遍地在三个格中,还必须知道这一点:在所有的格中,结论都随从诸前提中较差的一者。例如,如果两个前提皆为全称,但其中一者为否定,则推得的结论是否定的;再次,如果前提中有一者为特称,[结论]便是特称的;但如果一者为特称而另一者为否定,[结论]便是特称否定的,因为在这里较差者亦占上风。 通过说“通过何物”,他表明了三段论至少由两个前提组成,正如先前已经说过的那样。通过说“以及何时”,他指明了组合起来的前提并不是随意就能产生三段论,也不是所有的前提组合都能产生三段论。而通过说“如何”,他表明了中项有时作为两端项之一的主项而作为另一项的谓项,有时作为两者的谓项,有时作为两者的主项。

语法注2 条
  1. 1.46ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ πρώτου σχήματος τὸ τὴν μὲν μείζονα εἶναι καθόλου

    该句承接上一分块末尾(§1.46#4:κοινῶς μὲν οὖν... δεῖ παραφυλάττεσθαι τὸ μήτε...)的句式,省略了谓词动词 δεῖ παραφυλάττεσθαι。带冠词的不定词短语 τὸ τὴν μὲν μείζονα εἶναι... 作为其补足语,表示第一格中应当遵守和防范的特有条件。

  2. 1.46ταῦτα δὲ τὰ ἴδια τοῦ πρώτου σχήματος ἐμερίσατο τὰ ἄλλα δύο

    中动态动词 ἐμερίσατο(分有、在自身之间瓜分)的主语是位于后面的中性复数短语 τὰ ἄλλα δύο(其余两个格),而宾语 ταῦτα τὰ ἴδια τοῦ πρώτου σχήματος(第一格的这些特有属性)因强调而被置于句首。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:70.7-71.24