← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§68.25-70.7

三十六种前提组合的推算与各格通用规则

斐洛波诺斯通过结合量与质的两种方法(6×6以及由量分出的9类乘以质的4种变化)推算出每个格中产生36种前提组合,随后提出三个格共同遵循的规则,即两个前提不得皆为否定,亦不得皆为特称。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#4

πάλιν τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ἀνάγκη πάλιν τὴν ἐλάττονα ἑξαχῶς ποικίλλεσθαι· ἢ γὰρ καὶ αὕτη καθόλου ἐστὶν ἀποφατικὴ ἢ καθόλου καταφατική, ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ἢ ἀπροσδιόριστος καταφατικὴ ἢ ἀπροσδιόριστος ἀποφατική. καὶ ἐπὶ τῶν λοιπῶν προσδιορισμῶν ὁμοίως. ὥστε ἓξ εἰδῶν ὄντων τῶν προτάσεων καὶ τῆς μὲν μείζονος ἀεὶ λαμβανομένης κατὰ μίαν τῶν ἕξ, ποικιλλομένης δὲ τῆς ἐλάττονος κατὰ τὰ αὐτὰ ἓξ εἴδη ἑξάκις τὰ ἓξ γίνονται λϛʹ. ὥστε καθ’ ἕκαστον σχῆμα λϛʹ συζυγίαι προτάσεων γίνονται, τῷ εἴδει λέγω· αἱ γὰρ καθ’ ἕκαστα ἄπειροι τὸν ἀριθμόν. οὕτω μὲν οὖν συντόμως ἡμῖν εὕρηται τῶν κατὰ τὰς συμπλοκὰς τῶν προτάσεων γινομένων εἰδῶν ὁ ἀριθμός. ἔστι δὲ καὶ γλαφυρώτερον τὸ αὐτὸ τοῦτο δεῖξαι διά τινος ποικιλωτέρας διαιρέσεως τοιαύτης. αἱ προτάσεις αἱ παραλαμβανόμεναι ἐν τῷ συλλογισμῷ ἢ ἀμφότεραι εἰσι προσδιωρισμέναι ἢ ἀμφότεραι ἀπροσδιόριστοι ἢ ἡ μὲν προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος, καὶ οὐκ ἔστι παρὰ ταύτας. καὶ εἰ ἄμφω ὦσι προσδιωρισμέναι, ἢ ἀμφότεραι τῷ καθόλου ἢ ἀμφότεραι τῷ μερικῷ, ἢ ἡ μὲν μείζων τῷ καθόλου ἡ δὲ ἐλάττων τῷ μερικῷ ἢ ἀνάπαλιν. οὕτω μέν, εἰ ἀμφότεραι εἶεν προσδιωρισμέναι. εἰ δὲ ἡ μὲν εἴη προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος, ἢ τῷ καθόλου προσδιορισμῷ ἢ τῷ μερικῷ· καὶ εἰ τῷ καθόλου, ἢ ἡ μὲν μείζων προσδιωρισμένη ἡ δὲ ἐλάττων ἀπροσδιόριστος ἢ ἔμπαλιν· καὶ εἰ τῷ μερικῷ, ἢ ἡ μείζων πάλιν προσδιωρισμένη ἡ δὲ ἐλάττων ἀπροσδιόριστος ἢ ἔμπαλιν. οὕτω καὶ εἰ ἡ μὲν εἴη προσδιωρισμένη ἡ δὲ ἀπροσδιόριστος. τὸ δὲ ἕτερον τῆς διαιρέσεως σκέλος, λέγω δὴ τὸ λέγον τὰς δύο εἶναι ἀπροσδιορίστους, τὴν ἀπὸ τοῦ ποσοῦ ὑποδιαίρεσιν οὐκ ἐπιδέχεται. ἐννέα οὖν τῶν πάντων τμημάτων γινομένων ἀπὸ τῆς τοῦ ποσοῦ διαιρέσεως, ἢ ἐξ ἀμφοτέρων καθολικῶν ἢ ἐξ ἀμφοτέρων μερικῶν, καὶ τρίτον τῆς μὲν μείζονος καθόλου τῆς δὲ ἐλάττονος μερικῆς, τέταρτον τῆς μὲν ἐλάττονος καθόλου τῆς δὲ μείζονος μερικῆς, πέμπτον τῆς μὲν μείζονος καθόλου τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου, ἕκτον τῆς ἐλάττονος καθόλου τῆς δὲ μείζονος ἀπροσδιορίστου, ἕβδομον τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου, ὄγδοον τῆς ἐλάττονος μερικῆς τῆς δὲ μείζονος ἀπροσδιορίστου, ἔνατον ἀμφοτέρων ἀπροσδιορίστων, ταύτης οὖν τῆς διαιρέσεως τὰς ἐννέα διαφορὰς ἐκ τοῦ ποσοῦ ἀναδειξάσης ἡμῖν ποιησόμεθα τὴν ἐπιδιαίρεσιν τούτων πάντων κατὰ τὸ ποιόν. ἐν γὰρ ἑκάστῳ τμήματι ἀνάγκη ἢ ἀμφοτέρας εἶναι καταφατικὰς ἢ ἀμφοτέρας ἀποφατικάς, ἢ τὴν μὲν καταφατικὴν τὴν δὲ ἀποφατικήν, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἔμπαλιν. ἑκάστου οὖν τμήματος κατὰ τὸ ποιὸν τετραχῶς ποικιλλομένου τετράκις τὰ ἐννέα αἱ πᾶσαι γίνονται λϛʹ. ἐκθησόμεθα δὲ καὶ ἐπὶ τῆς καταγραφῆς πρὸς τὸ εὐσύνοπτον τὴν εἰρημένην διαίρεσιν. Ἐπεὶ οὖν δέδεικται λϛʹ μόνας γίνεσθαι καθ’ ἕκαστον σχῆμα ἐκ τῆς τῶν προτάσεων συμπλοκῆς τὰς συζυγίας, ἄξιον ἐπὶ τούτοις ζητῆσαι ποῖαι μέν εἰσιν ἐξ αὐτῶν αἱ συλλογιστικαὶ καθ’ ἕκαστον σχῆμα συζυγίαι, ταὐτὸν δὲ εἰπεῖν αἱ ἕν τι μόνον καὶ ὡρισμένον ἔχουσαι ταῖς προτάσεσιν ἑπόμενον συμπέρασμα (τοῦτο γὰρ ἐλέγομεν εἶναι συλλογισμόν), ἔτι δὲ καὶ ποῖαι ἀσυλλόγιστοι. ἵνα δὲ τοῦτο γνῶμεν, δεῖ πρότερον εἰπεῖν, πόσα δεῖ παραφυλάττεσθαι καὶ ποῖα ἐπὶ τῶν τριῶν σχημάτων, συνάγοντας 〈εἰς〉 εἴδη τὰ κατὰ μέρος ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδεικνύμενα.1 κοινῶς μὲν οὖν ἐπὶ τῶν τριῶν σχημάτων δεῖ παραφυλάττεσθαι τὸ μήτε τὰς δύο προτάσεις εἶναι ἀποφατικὰς μήτε τὰς δύο μερικάς·2 εἰ γὰρ μέλλοι ἡ συζυγία τῶν συμπλεκομένων ἀλλήλαις προτάσεων γίνεσθαι συλλογιστική, δεῖ τὴν ἑτέραν τῶν προτάσεων κεκοσμῆσθαι κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ἔστι δὲ κατὰ μὲν τὸ ποσὸν κρεῖττον τὸ καθόλου τοῦ μερικοῦ, κατὰ δὲ τὸ ποιὸν τὸ καταφατικὸν τοῦ ἀποφατικοῦ.

再次,当大前提是全称否定时,小前提同样必然有六种变化方式;因为它也同样要么是全称否定,要么是全称肯定,要么是特称肯定,要么是特称否定,要么是无判词肯定,要么是无判词否定。对于其余的限定亦是如此。因此,既然前提的形式有六种,大前提总是依照这六种之一被选取,而小前提依照同样的六种形式而变化,六乘六便成为三十六。所以在每个格中前提的组合[对]——我指的是在形式上——产生三十六对;因为个别前提在数量上是无限的。于是,由前提的组合所产生的形式的数量,便被我们简要地得出了。但通过某种如下更为精细的划分,也可以更为雅致地表明这同一件事。在三段论中采用的前提,要么两者都被限定,要么两者都是无判词的,要么一者被限定而另一者是无判词的,除此以外便没有别的了。如果两者都被限定,要么两者都由全称限定,要么两者都由特称限定,要么大前提由全称而小前提由特称,要么反之。若两者都被限定,情况便是如此。如果一者被限定而另一者是无判词的,则要么通过全称的限定,要么通过特称的限定;如果通过全称,要么大前提被限定而小前提是无判词的,要么反之;如果通过特称,同样要么大前提被限定而小前提是无判词的,要么反之。一者被限定而另一者是无判词的情况也是如此。而这一划分的另一肢,我指的是说两者皆为无判词的那一肢,不容许来自数量的细分。因此,既然来自数量划分的全体部分共有九个——要么来自两者皆为全称,要么来自两者皆为特称,第三大前提为全称而小前提为特称,第四小前提为全称而大前提为特称,第五大前提为全称而小前提为无判词,第六小前提为全称而大前提为无判词,第七大前提为特称而小前提为无判词,第八小前提为特称而大前提为无判词,第九两者皆为无判词——因此,既然这一划分已经向我们展示了来自数量的九种差异,我们将依照性质对所有这些进行进一步的细分。因为在每个部分中,必然要么两者皆为肯定,要么两者皆为否定,要么一者肯定而另一者否定,而这有两种方式:要么大前提肯定而小前提否定,要么反之。既然每个部分依照性质有四种变化方式,四乘九总共便成为三十六。为了便于通览,我们还将在图表上展示上述的划分。 因此,既然已经证明在每个格中由前提的组合仅仅产生三十六个对,在这些之后,值得探讨在它们之中哪些在每个格中是能成三段论的组合对——也就是说,具有唯一且确定的随前提而来的结论(因为我们曾说这就是三段论),此外哪些是不能成三段论的。而为了让我们知道这一点,必须预先说明在三个格中必须防范多少事物以及何种事物,将亚里士多德逐一证明的诸情况归并入诸形式之中。于是在三个格中共同地,必须防范两个前提皆为否定,以及两个前提皆为特称;因为如果彼此组合的前提之对将要成为能成三段论的,则前提中的一者必须在数量和性质上都得到完备的整饬;而在数量上全称优于特称,在性质上肯定则优于否定。

语法注2 条
  1. 1.46συνάγοντας 〈εἰς〉 εἴδη τὰ κατὰ μέρος ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδεικνύμενα

    分词 συνάγοντας 是阳性宾格复数,与无人称动词 δεῖ 之后不定词 εἰπεῖν 的未明示主语(即“我们”)相一致。句式骨架为 δεῖ [ἡμᾶς] πρότερον εἰπεῖν ... συνάγοντας,分词短语作状语修饰 εἰπεῖν,意为“在把亚里士多德个别证明的事项归纳为一般形式的同时”。

  2. 1.46τὸ μήτε τὰς δύο προτάσεις εἶναι ἀποφατικὰς μήτε τὰς δύο μερικάς

    带冠词的不定词短语 τὸ ... εἶναι 充当 παραφυλάττεσθαι 的直接宾语(即应当防范的内容)。关联否定词 μήτε ... μήτε 统摄其后的两个宾格加不定词结构,表示“两个前提既不可皆为否定,亦不可皆为特称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:68.25-70.7