← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§67.6-68.25

几何类比、词项与前提的定义及三十六组前提对

菲洛波庞完成了将点、线、图形与三段论中的项、前提(间距)和格进行比附的几何学类比;接着依据结论的主谓项确立了通用于三个格的大项、小项及大前提、小前提的定义,并论证了由六种命题形式的组合在每个格中产生三十六组前提对的演变逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#3

ἐκ τούτων τοίνυν καὶ αὐτὸς τὰς μὲν ἁπλᾶς φωνάς, ὧν οὐδὲν ἁπλούστερον ἐν τῇ λογικῇ πραγματείᾳ καὶ ὡς πρὸς φιλόσοφον σκέψιν, καὶ κατὰ τοῦτο τοῖς σημείοις ἀναλογούσας ὅρους ὠνόμασεν· τὰς δέ γε ἐκ τῶν ἁπλῶν φωνῶν προσεχῶς συμπληρουμένας προτάσεις, ἅσπερ διὰ τὸ γραμμαῖς ἐοικέναι διαστήματα καλεῖ,1 ὡς ἀκουσόμεθα αὐτοῦ προϊόντος· περιγράφουσι γὰρ καὶ ὁρίζουσι τὰς μὲν προτάσεις αἱ ἁπλαῖ φωναί· ἐκ δὲ τῆς διαφόρου συνθέσεως τῶν προτάσεων οἱ συλλογισμοὶ γεννῶνται, οὕσπερ καλεῖ σχήματα καθάπερ οἱ γεωμέτραι τὰ ὑπὸ τῶν γραμμῶν περιεχόμενα. Μετὰ ταῦτα ἄξιον προλαβεῖν ποσαχῶς δυνατὸν συμπλέξαι τὰς ἐν τῷ συλλογισμῷ παραλαμβανομένας προτάσεις καθ’ ἕκαστον σχῆμα, καὶ ποῖαι μὲν τῶν συμπλοκῶν τῶν προτάσεών εἰσι συλλογιστικαὶ ἐν ἑκάστῳ σχήματι, ποῖαι δὲ ἀσυλλόγιστοι. ἵνα δὲ τοῦτο γνῶμεν, δεῖ προλαβεῖν τίς ἐστιν ἐν τῷ συλλογισμῷ μείζων πρότασις καὶ τίς ἐλάττων. καὶ πάλιν ἵνα τοῦτο γνῶμεν, ἴδωμεν πρότερον καὶ τίς ἐστι μείζων ὅρος καὶ τίς ἐλάττων. τοῦτο δὲ δυνατὸν μὲν καὶ κοινῶς ἐπὶ τῶν τριῶν σχημάτων διορίσασθαι καὶ ἰδίᾳ ἐπὶ τοῦ πρώτου. καὶ ἰδίᾳ μὲν ἐπὶ τοῦ πρώτου σχήματος μείζων ὅρος ἐστὶν ὁ τοῦ μέσου κατηγορούμενος, ἐλάττων δὲ ὁ τῷ μέσῳ ὑποκείμενος. καὶ τοῦτο μὲν ἰδιαζόντως ἐπὶ τοῦ πρώτου λέγομεν, ἐπειδὴ ὁ μέσος ἐν τῷ πρώτῳ τοῦ μὲν κατηγορεῖται τῷ δὲ ὑπόκειται. ἀλλ’ ἐπειδὴ κατ’ οὐδέτερον τῶν ἄλλων σχημάτων διάφορον ἔχουσι σχέσιν οἱ ἄκροι πρὸς τὸν μέσον, δῆλον ὅτι οὐκέτι ἁρμόσει ἡμῖν οὗτος ὁ προσδιορισμὸς ἐπ’ ἐκείνων. χρηστέον οὖν κοινῷ κανόνι ἐπὶ τῶν τριῶν σχημάτων τούτῳ, ὅτι μείζων ἐστὶν ὅρος ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, ἐλάττων δὲ ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος. καὶ μείζων μὲν ἔσται πρότασις ἡ τὸν μείζονα ὅρον ἔχουσα, ἐλάττων δὲ ἡ τὸν ἐλάττονα. παράδειγμα τοῦ μὲν πρώτου σχήματος ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’· ἔστι συμπέρασμα ἡ λέγουσα ‘ὁ ἄνθρωπος ἄρα οὐσία’· ὑπόκειται ὁ ἄνθρωπος, κατηγορεῖται δὲ ἡ οὐσία· οὐκοῦν μείζων μὲν ὅρος ἡ οὐσία, ἐλάττων δὲ ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα ‘τὸ ζῷον οὐσία’, ἐλάττων δὲ ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον’. τοῦ δὲ δευτέρου ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου’· ‘ὁ ἄνθρωπος ἄρα κατ’ οὐδενὸς λίθου’ τὸ συμπέρασμα· ὑπόκειται ὁ λίθος, κατηγορεῖται ὁ ἄνθρωπος· μείζων ὅρος ὁ ἄνθρωπος, ἐλάττων ὁ λίθος, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου’, ἐλάττων δὲ ἡ λέγουσα ‘τὸ ζῷον κατ’ οὐδενὸς λίθου’. τοῦ τρίτου δὲ ‘τὶς λίθος λευκός, πᾶς λίθος ἄψυχος’, καὶ τὸ συμπέρασμα ‘τὶ λευκὸν ἄψυχον’· ὑπόκειται τὸ λευκόν, κατηγορεῖται τὸ ἄψυχον· οὐκοῦν μείζων ὅρος τὸ ἄψυχον, ἐλάττων δὲ τὸ λευκόν, καὶ διὰ τοῦτο μείζων μὲν πρότασις ἡ λέγουσα ‘πᾶς λίθος ἄψυχος’, ἐλάττων δὲ ἡ λέγουσα ‘τὶς λίθος λευκός ἐστι’. τούτων οὖν προληφθέντων ἴδωμεν λοιπὸν πόσαι γίνονται συζυγίαι καθ’ ἕκαστον σχῆμα ἐκ τῶν συμπλοκῶν τῶν προτάσεων. λέγομεν οὖν ὅτι ἓξ οὐσῶν πασῶν τῶν προτάσεων, δύο μὲν τῶν προσδιωρισμένων, τῷ καθόλου λέγω προσδιορισμῷ καὶ τῷ μερικῷ, καὶ ἔτι μιᾶς τῆς ἀπροσδιορίστου, καὶ τούτων ἢ καταφατικῶν ἢ ἀποφατικῶν,2 ἓξ εἴδη γίνονται μόνα προτάσεων, καὶ οὔτε πλείονα ἐστιν οὔτε ἐλάττονα· τὰς γὰρ καθ’ ἕκαστα ὡς ἀπείρους καὶ περὶ γεννητῶν καὶ φθαρτῶν διαλεγομένας οὐ παραλαμβάνει ὁ φιλόσοφος ὡς ἀχρήστους οὔσας εἰς ἀπόδειξιν. ἓξ τοίνυν εἰδῶν ὄντων τῶν προτάσεων συμβαίνει καθ’ ἕκαστον σχῆμα ἐκ τῆς τούτων συμπλοκῆς τριάκοντα καὶ ἓξ γίνεσθαι συζυγίας. ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἕκαστος συλλογισμὸς δύο ἔχει προτάσεις, ἀνάγκη δὲ ἑκάστην τῶν προτάσεων καθ’ ἕν τι τῶν ἓξ εἰδῶν τούτων χαρακτηρίζεσθαι (ἢ γὰρ καθόλου ἐστὶ προσδιωρισμένη ἢ μερικὴ ἢ ἀπροσδιόριστος, καὶ καθ’ ἕκαστον τούτων ἢ καταφατικὴ ἢ ἀποφατική), ἐὰν φέρε εἰπεῖν λάβωμεν τὴν μείζονα πρότασιν καθόλου οὖσαν καταφατικήν, ἀνάγκη πᾶσα καὶ τὴν ἐλάττονα ἑξαχῶς ποικίλλεσθαι· ἢ γὰρ καὶ αὕτη καθόλου ἔσται καταφατικὴ ἢ καθόλου ἀποφατική, ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ἢ ἀπροσδιόριστος καταφατικὴ ἢ ἀπροσδιόριστος ἀποφατική.

因此,他本人也根据这些,将单纯的言语——在逻辑学探讨中以及就哲学考察而言没有比它们更单纯的,且在这方面与点相类比——称为“项[界限]”;而对于直接由单纯言语构成的诸前提,由于它们类似于线,正如我们随着他的论述所将听到的那样,他称之为“间距”;因为单纯的言语限定并界划着诸前提。而由诸前提的不同组合产生了诸三段论,正如几何学家把由线所包围的东西称作图形一样,他把这些三段论称为“格(图形)”。 在这些之后,值得预先探讨在每个格中以多少种方式可能组合三段论中所采用的前提,以及在每个格中前提的哪些组合是能成三段论的,哪些是不能成三段论的。而为了让我们知道这一点,必须预先把握三段论中何者是大前提,何者是小前提。再者,为了让我们知道这一点,让我们先看何者是大项,何者是小项。这一点既可以对三个格共同加以界定,也可以对第一格单独加以界定。而单独就第一格而言,大项是对中项作谓项者,小项则是对中项作主项者。我们特别针对第一格这样说,是因为在第一格中,中项对一端作谓项而对另一端作主项。但既然在其余两格的任何一格中,两端项对中项并没有不同的关系,显然这个限定对我们而言在那些格中便不再适用了。因此,必须对三个格使用这一共同规则:即大项是在结论中作谓项者,小项则是在结论中作主项者。包含大项的前提将是大前提,包含小项的前提则是小前提。 第一格的例子是:“人是动物,动物是实体,所以人是实体。”结论是说“所以人是实体”的那一句;人作主项,实体作谓项;因此实体是大项,人是小项,并因此说“动物是实体”的前提是大前提,说“人是动物”的前提是小前提。第二格的例子是:“动物述说于每个人,动物不述说于任何石头”;“所以人不述说于任何石头”是结论;石头作主项,人作谓项;人是大项,石头是小项,并因此说“动物述说于每个人”的前提是大前提,说“动物不述说于任何石头”的前提是小前提。第三格的例子则是:“有的石头是白的,每块石头都是无魂的”,结论是“有的白物是无魂的”;白物作主项,无魂作谓项;因此无魂是大项,白物是小项,并因此说“每块石头都是无魂的”的前提是大前提,说“有的石头是白的”的前提是小前提。 预先把握了这些之后,接下来让我们看从诸前提的组合中在每个格里产生多少对[前提组合]。我们因此说,既然所有的前提共有六种——两种有判词的(我指的是由全称判词和特称判词所限定的),还有一种无判词的,而这些前提要么是肯定的要么是否定的——仅仅产生六种前提的形式,既不多也不少;因为个别前提由于是无限的,且谈论的是受生成与灭亡支配的事物,这位哲学家并没有采用它们,因为它们对证明毫无用处。既然前提的形式有六种,那么在每个格中由它们的组合产生三十六对组合。因为正如我们所说,每个三段论具有两个前提,而两个前提中的每一个都必然由这六种形式中的某一种来表征(因为它要么是全称限定的,要么是特称的,要么是无限定的,而在这些当中的每一种下,要么是肯定的要么是否定的),如果我们比方说假定大前提是全称肯定的,那么小前提也完全必然有六种变化方式;因为它也将要么是全称肯定的,要么是全称否定的,要么是特称肯定的,要么是特称否定的,要么是无判词肯定的,要么是无判词否定的。

语法注2 条
  1. 1.46τὰς δέ γε ἐκ τῶν ἁπλῶν φωνῶν προσεχῶς συμπληρουμένας προτάσεις, ἅσπερ διὰ τὸ γραμμαῖς ἐοικέναι διαστήματα καλεῖ

    为了与前文的 μέν 小句(τὰς μὲν ἁπλᾶς φωνάς... ὅρους ὠνόμασεν)相对应,宾格短语 τὰς δέ γε... προτάσεις 被置于句首,但在后文中被关系代词宾格 ἅσπερ 引导的从句(ἅσπερ... διαστήματα καλεῖ)所吸收,构成了破格句(anacoluthon)。句首前置的宾格 προτάσεις 起到了先行的作用,并在关系从句中被 ἅσπερ 复指,后文未再出现独立的主动词。

  2. 1.46ἓξ οὐσῶν πασῶν τῶν προτάσεων, δύο μὲν τῶν προσδιωρισμένων ... καὶ ἔτι μιᾶς τῆς ἀπροσδιορίστου, καὶ τούτων ἢ καταφατικῶν ἢ ἀποφατικῶν

    从 ἓξ οὐσῶν πασῶν τῶν προτάσεων 开始的一连串属格短语是表示前提条件或依据的独立属格。文中列出了“两种限定的(全称与特称)”和“一种无限定的”共三种形式,随后附加上属格短语 καὶ τούτων ἢ καταφατικῶν ἢ ἀποφατικῶν(“且这些要么是肯定的要么是否定的”),从而说明了 3 × 2 = 6 种前提形式的推导结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:67.6-68.25