- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:65.26-67.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯根据各格所能推出的结论类型(对证明的效用)以及与灵魂、自然、质料的本体论类比确立了三段论三格的次序,并解释了亚里士多德依据与几何学的类比将其命名为“格(图形)”的理由。
ἐν δὲ τῷ δευτέρῳ σχήματι ἐπειδὴ καταφατικὸν μὲν οὐδὲν συνάγεται συμπέρασμα ἀλλὰ πάντα ἀποφατικά, καθόλου τε καὶ μερικά, διὰ ταῦτα τοῦτο τὴν δευτέραν ἐπέχει τάξιν. ἐν δὲ τῷ τρίτῳ μόνα μερικὰ συνάγεται συμπεράσματα, καθόλου δὲ οὐδέν· ὅθεν καὶ τὴν ἐσχάτην ἔλαχε τάξιν. ἔστι δὲ κάλλιστόν τε καὶ ἀποδείξει πρεπωδέστατον σχῆμα ἐν ᾧ πάντα συνάγεται τὰ συμπεράσματα, τά τε ἐν τοῖς ἄλλοις συναγόμενα σχήμασι καὶ ἔτι πρὸς τούτοις τὸ καθόλου καταφατικόν, ὃ διαφερόντως μὲν σπουδάζεται ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, οὐδέτερον δὲ τῶν λοιπῶν σχημάτων συνάγειν δύναται. δευτέραν δ’ ἔχει τάξιν τὸ τὸ καθόλου ἀποφατικὸν συνάγον·1 τοῦτο γὰρ οἰκειότερον ἀποδείξει τοῦ μηδὲν καθόλου συνάγοντος· αἱ γὰρ ἀποδεικτικαὶ ἐπιστῆμαι μερικὸν μὲν οὐδὲν προτίθενται οὐδέποτε κατασκευάζειν ἀλλὰ τὸ καθόλου· τοῦτο δὲ οὐ πάντως καταφατικὸν ἀλλ’ ἔστιν ὅτε καὶ ἀποφατικόν, εἰ καὶ σπανίως, διότι προηγουμένως βουλόμεθα διὰ τῶν ἀποδείξεων τὰ καθ’ αὑτὰ παρακολουθοῦντα ἑκάστῳ τῶν ὄντων θεωρεῖν. ἔσχατον δὲ δῆλον ὅτι διὰ τῶν εἰρημένων ληφθήσεται τὸ μόνα τὰ μερικὰ συνάγον ὡς ἄχρηστον πρὸς ἀπόδειξιν. ἔστι δὲ καὶ ἄλλην πραγματειωδεστέραν αἰτίαν ἀποδοῦναι περὶ τῆς τῶν σχημάτων τάξεως. ἰστέον ὅτι ἡ ψυχὴ ἡ ἡμετέρα μέσην εἴληφε τάξιν τῶν τε ἀιδίως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, τῶν μὲν χείρων οὖσα τῶν δὲ κρείττων. ταύτῃ τὸ πρῶτον σχῆμα ἀναλογεῖ· ὁ γὰρ ἐν αὐτῷ μέσος ὅρος τοῦ μὲν ἑτέρου τῶν ἄκρων κατηγορεῖται, οὗ καὶ κρείττων ἐστί, τῷ δὲ ἑτέρῳ ὑπόκειται, οὗ καὶ χείρων ἐστίν. ὁμοίως δὲ καὶ ἡ φύσις μέσον τι πρᾶγμα λέγεται τῶν εἰδῶν· οὐ γὰρ μᾶλλον θάτερον τοῦ ἑτέρου προσίεται· οἷον οὐ πλέον τοῦ μέλανος τὸ λευκὸν προσίεται ἢ τὸ μέλαν τοῦ λευκοῦ· καίτοι κρείττων αὐτῶν οὖσα. ᾗ ἀναλογεῖ τὸ δεύτερον σχῆμα· τὸν γὰρ μέσον ὅρον ἔχει ἐν ἀμφοτέραις ταῖς προτάσεσι κατηγορούμενον καὶ διὰ τοῦτο ἑκατέρου τῶν ὅρων κρείττονα. ἐπὶ τούτοις λέγεται καὶ ἡ ὕλη μέσον τι χρῆμα εἶναι ὡς πρὸς τὰ εἴδη· πᾶσι γὰρ ὁμοίως ἐξήπλωται χείρων αὐτῶν ὑπάρχουσα. καὶ ταύτῃ τὸ τρίτον σχῆμα ὅμοιόν ἐστιν· ἐν ἑκατέρᾳ γὰρ τῶν προτάσεων ὁ μέσος ὅρος ὑπόκειται χείρων αὐτῶν διὰ τοῦτο ὑπάρχων. ἐπεὶ οὖν τὸ πρῶτον σχῆμα τῇ ψυχῇ ἀναλογεῖ, αὕτη δὲ τῶν ἄλλων δύο τιμιωτέρα, τῆς τε φύσεώς φημι καὶ τῆς ὕλης, τοῦτο τῶν ἄλλων εἰκότως ἂν εἴη τιμιώτερον, καὶ διὰ τοῦτο πρῶτον λεχθήσεται. δεύτερον δὲ τὸ τῇ φύσει ἀναλογοῦν· αὕτη γὰρ τῆς μὲν ψυχῆς χείρων ἐστὶ τῆς δὲ ὕλης κρείττων. καὶ τρίτον τὸ τῇ ὕλῃ παραπλήσιον· ὥσπερ γὰρ αὕτη παντός ἐστιν ἐσχάτη, οὕτω καὶ ἐν τῷ τρίτῳ σχήματι ὁ μέσος ὅρος τῶν λοιπῶν ἐστιν ἀτιμότερος. Περὶ μὲν οὖν τῶν σχημάτων καὶ τῆς τάξεως αὐτῶν ἱκανῶς ἡμῖν εἴρηται. ἄξιον δὲ ζητῆσαι καὶ περὶ τῆς ὀνομασίας αὐτῶν, διὰ τί σχήματα αὐτὰ ὁ Ἀριστοτέλης ἐκάλεσεν. φαμὲν οὖν ὅτι πανταχοῦ φιλογεωμέτρης ὢν ὁ φιλόσοφος ἐξομοιῶσαι βούλεται τὰ περὶ τοῦ συλλογισμοῦ τοῖς κατὰ γεωμετρίαν, καὶ διὰ τοῦτο τοῖς ἐκεῖσε ὀνόμασι κατὰ ἀναλογίαν κἀνταῦθα κέχρηται. τρία γάρ ἐστι ταῦτα ἐφεξῆς ἀλλήλοις ἐν γεωμετρίᾳ, τὰ σημεῖα, αἱ γραμμαί, τὰ σχήματα. καὶ τὰ μὲν σημεῖα μόνως πέρατά φασιν οὐδαμῶς περατούμενα, τὰς δὲ γραμμὰς εὐθὺς μετὰ τὰ σημεῖα πρώτην διάστασιν ἐσχηκέναι,2 τὴν κατὰ μῆκος μόνην, τῶν σημείων ἀδιαστάτων ὄντων παντελῶς καὶ προσεχῶς τὰς γραμμὰς περατούντων, ἃς καλοῦσι καὶ διαστήματα· πρώτην μὲν οὖν ἔχειν ἐν τοῖς μεγέθεσι τάξιν τὰς γραμμὰς ὡς πρώτας ἐσχηκυίας τὸ πόθεν ποῦ. μετὰ δὲ τὰς γραμμὰς τρίτην ἔχουσι τάξιν ἀπὸ τῶν σημείων τὰ σχήματα, συμπληρούμενά τε ὑπὸ τῶν γραμμῶν καὶ περατούμενα, οἷον τὸ τρίπλευρον ἢ τὸ τετράπλευρον ἤ τι τοιοῦτον· ῥυϊσκόμενον γὰρ τὸ σημεῖον γεννᾷ τὴν γραμμήν, αἱ δὲ γραμμαὶ συντιθέμεναι ποιοῦσι τὰ σχήματα.
另一方面,在第二格中,由于根本不能推出任何肯定结论,而只能推出所有的否定结论(无论全称还是特称),基于这些理由,它占据了第二等的次序。而在第三格中,只能推出特称结论,全称结论则全无可能;由此它便获得了最末等的次序。而最完满且最适宜于证明的格,乃是所有结论都能在其中被推出的格:即既能推出在其余各格中被推出的结论,此外还能推出全称肯定[结论],这正是论证性科学特别致力的对象,而其余各格没有一个能够将其推出。而能推出全称否定[结论]的格具有第二等的次序;因为这比起什么全称结论都推不出的格更贴近于证明。因为论证性科学从来不打算确立任何特称的事物,而是致力于全称的事物;而这并非完全是肯定的,有时也可以是否定的(哪怕较为少见),因为我们本初上希望通过证明来考察自身随伴于每个存在者的事情。显然,由于上述理由,仅能推出特称结论的格将被视为最末等,因为它对证明而言毫无用处。 关于诸格的次序,也可以给出另一个更为实质的原因。应当知道,我们的灵魂在永恒存在者与处于生成灭亡之中的事物之间获得了居中的次序,劣于前者而优于后者。第一格与这灵魂相类比:因为在第一格中,中项对两端项之一作谓项,从而也优于它;而对另一端项作主项,从而也劣于它。同样,自然也被称为相对于诸形式的某种居中之物;因为它并不接纳一方甚于另一方——例如,它接纳白色并不多于黑色,接纳黑色也并不多于白色——尽管它确实优于它们。第二格与这相类比:因为它在两个前提中都以中项作谓项,并因此优于两项中的每一项。除这些之外,质料也被称为相对于诸形式的某种居中之物;因为它等同地铺展于所有形式之下,且作为劣于它们的东西而存在。第三格正与这质料相似:因为在两个前提的每一个中,中项都作主项,并因此作为劣于它们的东西而存在。既然第一格与灵魂相类比,而灵魂又比其余两者——我指的是自然与质料——更尊贵,那么第一格理所当然比其余诸格更尊贵,并因此将被称作第一格。第二等的是与自然相类比的格,因为自然劣于灵魂而优于质料。第三等的是与质料相似的格;因为正如质料是万物中最末等的一样,在第三格中中项也比其余诸项更卑微。 关于诸格及其次序,我们已经说得足够充分了。然而对于它们的名称也值得探讨,即亚里士多德为何将它们称作“格(图形)”。我们因此主张,这位哲学家在一切地方都是热爱几何学的,他希望将关于三段论的事情比附于几何学中的事情,并因此将那里的名称按类比也用在这里。因为在几何学中,彼此相继的有这三者:点、线、图形。人们说,点仅仅是极限而决不受任何限定,而线紧随点之后获得了第一个维度,即仅仅在长度上的维度;点是完全没有维度的,并直接限定着线,人们也将线称为间距。因此,在量度[连续量]中线具有第一等的次序,因为它是第一个获得从某处到某处的维度的。而在点之后紧随线获得第三等次序的是图形,它们由线所充满并被其限定,例如三角形或四边形或诸如此类的东西;因为点的流动生成了线,而线组合起来便构成了图形。
- 1.46δευτέραν δ’ ἔχει τάξιν τὸ τὸ καθόλου ἀποφατικὸν συνάγον
双重定冠词 τὸ τὸ ... 的结构是:外层的 τὸ 将分词短语 συνάγον 实词化作为主语,内层的 τὸ 修饰其宾语 καθόλου ἀποφατικόν[省略了 συμπέρασμα]。
- 1.46καὶ τὰ μὲν σημεῖα μόνως πέρατά φασιν οὐδαμῶς περατούμενα, τὰς δὲ γραμμὰς εὐθὺς μετὰ τὰ σημεῖα πρώτην διάστασιν ἐσχηκέναι
间接引语结构,动词 φασίν 统摄前后两句:前半个宾格小句中省略了不定式 εἶναι 而直接带表语 πέρατα,后半个小句中则明确给出了完成时不定式 ἐσχηκέναι。
