- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:64.8-65.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在注释25b26关于三段论的开端时,菲洛波庞论证了三段论至少需要两个前提和三个项(两个端项与一个中项),根据中项作主项或谓项的配置推导出三格,并解释了诸格次序安排的哲学与逻辑理据。
" Διωρισμένων δὲ τούτων λέγομεν ἤδη διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογισμός." Λοιπὸν εἰς τὸν περὶ συλλογισμῶν εἰσβάλλει λόγον. δεῖ δὲ ἡμᾶς, πρὶν εἰς τὴν ἐξέτασιν τοῦ ῥητοῦ ἐμβαλεῖν, τινὰ προλαβεῖν. ἐπειδὴ τοίνυν περὶ συλλογισμοῦ αὐτῷ ἐστι λόγος, ὁ δὲ συλλογισμὸς συλλογή ἐστι πλειόνων λόγων, δῆλον ὅτι ἐκ μιᾶς εἶναι προτάσεως ἀδύνατον τὸν συλλογισμόν· ὅτι γὰρ συλλογή ἐστι πλειόνων λόγων, αὐτό τε τὸ ὄνομα αὐτοῦ δηλοῖ καὶ ὁ παρὰ τοῦ Ἀριστοτέλους ἀποδεδομένος αὐτοῦ ὁρισμός. εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἀνάγκη τὸν συλλογισμὸν τοὐλάχιστον ἐκ δύο προτάσεων εἶναι. ταύτας δὲ τὰς δύο προτάσεις ἀνάγκη ἢ κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνεῖν ἢ κατ’ ἀμφοτέρους διαφέρειν ἢ καθ’ ἕτερον μὲν κοινωνεῖν καθ’ ἕτερον δὲ διαφέρειν, καὶ οὐκ ἔστι παρὰ ταῦτα. εἰ μὲν οὖν κατ’ ἀμφοτέρους τοὺς ὅρους κοινωνοῖεν, μονολήμματος ὑπάρχει ὁ συλλογισμός, καὶ οὐ γίνεται ἕτερον τῶν προτάσεων τὸ συμπέρασμα, ὅπερ ὁ τοῦ συλλογισμοῦ ὅρος βούλεται· συλλογισμὸς γάρ ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. ἀλλ’ οὐδὲ εἰ κατ’ ἀμφοτέρους τοὺς ὅρους διαφέροιεν αἱ προτάσεις, ἔσται συλλογισμός, ἐπεὶ οὐδὲ συμπεραίνουσί τι αἱ προτάσεις μηδενὸς ὄντος κοινοῦ ὅρου τοῦ τὰ ἄκρα συνδέοντος. λείπεται οὖν καθ’ ἕτερον τῶν ὅρων διαφέρειν καθ’ ἕτερον δὲ κοινωνεῖν τὰς ἐν συλλογισμῷ παραλαμβανομένας προτάσεις. οὐκοῦν πᾶς συλλογισμὸς ἐκ τριῶν ὅρων σύγκειται, τῶν τε δύο ἄκρων καὶ τοῦ μέσου, ὅς ἐστι κοινὸς τῶν δύο προτάσεων καὶ διὰ τοῦτο μέσος καλούμενος, καὶ τοὺς λοιποὺς ὅρους κεχωρισμένους ἀπ’ ἀλλήλων διὰ τοῦ μέσου συνάπτει. τοῦτον οὖν τὸν μέσον ὅρον ἀνάγκη ἤτοι ἐν μὲν τῇ ἑτέρᾳ τῶν προτάσεων ὑποκεῖσθαι ἐν δὲ τῇ ἑτέρᾳ κατηγορεῖσθαι ἢ ἐν ἀμφοτέραις κατηγορεῖσθαι ἢ ἐν ἀμφοτέραις ὑποκεῖσθαι. κἀντεῦθεν ἡμῖν ἡ διαφορὰ τῶν τριῶν ἀναφαίνεται σχημάτων· ὅταν μὲν γὰρ ὁ μέσος ὅρος τῷ μὲν ὑπόκειται τῶν ἄκρων, τοῦ δὲ κατηγορῆται, γίνεται τὸ πρῶτον σχῆμα· τὸ δὲ δεύτερον, ὅταν ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορῆται· τὸ δὲ τρίτον, ὅταν ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται. αἰτία δὲ τῆς εἰρημένης τάξεως τῶν σχημάτων αὕτη· ἐπεὶ γὰρ κατὰ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσιν τὴν τῶν σχημάτων θέσιν ἀναγκαῖον ἐπινοεῖν, ἰστέον ὅτι ὁ μέσος τότε ἐστὶ κυρίως μέσος καὶ τὴν ἑαυτοῦ σῴζει προσηγορίαν τε καὶ τάξιν, ὅταν τῷ μὲν ἑτέρῳ τῶν ἄκρων ὑπόκειται καὶ ὥσπερ ὑφειμένος αὐτοῦ λαμβάνηται, τοῦ δὲ ἑτέρου κατηγορῆται καὶ ὥσπερ ἐν κρείττονι τάξει αὐτοῦ θεωρῆται (κρεῖττον γὰρ ἀεὶ τὸ κατηγορούμενον τοῦ ὑποκειμένου, ὅτι τε ὡς ἐπὶ τὸ πολὺ ἐπὶ πλέον ἐστὶν ὁ κατηγορούμενος τοῦ ὑποκειμένου, καὶ ὅτι ὁ μὲν ὑποκείμενος ὕλης λόγον ἐπέχει, ὁ δὲ κατηγορούμενος εἴδους· καὶ γὰρ ἡ ὕλη ὑπόκειται τοῖς εἴδεσιν), ὁπηνίκα δὲ ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται ἢ ἀμφοτέροις ὑπόκειται, οὐκέτι κυρίως ἐστὶ μέσος. ἐπειδὴ τοίνυν ἐκβεβηκότι αὐτῷ τὴν τοῦ μέσου τάξιν1 κρεῖττόν ἐστι τὸ κατηγορεῖσθαι ἢ τὸ ὑποκεῖσθαι, διὰ τοῦτο πρῶτον μὲν λέγεται σχῆμα, ὅταν ὁ μέσος ὅρος τὴν ἑαυτοῦ φυλάττων τάξιν τῷ μὲν ὑπόκειται, τοῦ δὲ κατηγορῆται· δεύτερον δὲ σχῆμα ἐν ᾧ ἀμφοτέρων κατηγορεῖται, ἐν ᾧ καὶ δευτέραν μὲν ἀμείνονα δὲ τῆς λοιπῆς ἀπείληφε τάξιν·2 τρίτον δὲ σχῆμα ἐν ᾧ ὁ μέσος ὅρος ἀμφοτέροις τοῖς ἄκροις ὑπόκειται, ἔνθα καὶ τὴν ἐσχάτην τάξιν ἀπείληφε. διὸ κατὰ μὲν τὸ πρῶτον σχῆμα ἐπ’ εὐθείας γράφεται τοῖς ἄκροις ὁ μέσος ὅρος, κατὰ δὲ τὸ δεύτερον ὑπεράνω, κατὰ δὲ τὸ τρίτον ὑποκάτω. ἔστι δὲ καὶ ἑτέρωθεν τὴν τάξιν αὐτῶν θεωρῆσαι. διότι γὰρ ἐν μὲν τῷ πρώτῳ σχήματι πάντα συνάγεται τὰ συμπεράσματα, καὶ τὰ καθόλου καὶ τὰ μερικά, καὶ τὰ καταφατικὰ καὶ τὰ ἀποφατικά, διὰ τοῦτο τὸ τοιοῦτον σχῆμα τὴν πρώτην ἀπείληφε τάξιν.
“在这些规定之后,我们现在要谈谈每一个三段论是通过什么、在何时以及如何生成的。” 接下来[亚里士多德]进入关于三段论的讨论。但在深入考察正文之前,我们必须预先掌握若干要点。既然他的讨论是关于三段论的,而三段论又是多个陈述的汇集,那么显而易见,三段论不可能由单一前提构成;因为它是多个陈述的汇集,这一点既由其名称本身显明,也由亚里士多德赋予它的定义所显明。而如果这是真的,三段论必然至少由两个前提构成。而这两个前提必然要么在两项上都共有,要么在两项上都有别,要么在一项上共有而在另一项上相异,除此之外别无可能。如果它们在两项上都共有,三段论便以单前提的形式存在,而结论并没有成为与前提相异的东西,但这[相异]正是三段论的定义所要求的;因为三段论是“在某些事物被设定时,某种与所设定者不同的事物必然由此产生的陈述”。但如果前提在两项上都有别,同样也不会有三段论,因为在没有任何连接两端项的共同项存在的情况下,前提什么也推论不出。因此剩下的可能就是,在三段论中采用的前提在诸项的一项上有别而在另一项上共有。因此,每一个三段论都是由三个项构成的:即两个端项以及中项,中项对两个前提是共同的,并因此被称为中项,并且〔三段论〕通过中项将彼此分离的其余诸项连接起来。因此,这个中项必然要么在前提的一方中作主项而在另一方中作谓项,要么在两方中都作谓项,要么在两方中都作主项。由此三格的区分便向我们显现出来:因为当中项对两端项之一作主项而对另一项作谓项时,便形成第一格;第二格则是当中项对两个端项都作谓项时;第三格则是当中项对两个端项都作主项时。而所说诸格次序的原因就在于此:因为既然必然根据中项相对于端项的不同关系来构想诸格的位置,就应当知道,中项恰恰在其对两端项之一作主项并仿佛作为隶属于它的东西被取用、而对另一端项作谓项并仿佛在高于它的次序中被考察时,才是严格意义上的中项,并保持其自身的名称与次序(因为作谓项者总是优于作主项者,这既是因为作谓项者通常比作主项者外延更广,也是因为作主项者充当质料的角色,而作谓项者充当形式的角色;因为质料确实从属于形式);但无论何时中项对两个端项都作谓项或对两者都作主项时,它便不再是严格意义上的中项。既然对于已经偏离了中项次序的它而言,作谓项优于作主项,因此基于这个缘故,当中项保持其自身的次序,对一端项作主项而对另一端项作谓项时,被称为第一格;第二格则是它对两者都作谓项的格,在其中它获得了第二等的、但好于剩下者的次序;而第三格则是中项对两个端项都作主项的格,在那里它获得了最末等的次序。因此在第一格中,中项与两端项写在同一条直线上,而在第二格中写在上方,在第三格中写在下方。此外也可以从另一个角度来考察它们的次序:因为在第一格中所有结论都能被推出——既有全称也有特称,既有肯定也有否定——正是由于这个原因,这种格获得了第一等的次序。
- 1.46ἐκβεβηκότι αὐτῷ τὴν τοῦ μέσου τάξιν
分词 ἐκβεβηκότι 是动词 ἐκβαίνω 的完成时主动分词与格阳性单数,与指代中项(ὁ μέσος ὅρος)的代词 αὐτῷ 一致,在后随的无人称结构 κρεῖττόν ἐστι 中充当关涉与格。此外,原本通常为不及物的 ἐκβαίνω 在此直接支配宾格 τὴν τοῦ μέσου τάξιν,表示脱离某一界限或领域(“对于已偏离了中项次序的它而言”)。
- 1.46δευτέραν μὲν ἀμείνονα δὲ τῆς λοιπῆς ἀπείληφε τάξιν
名词 τάξιν 受到通过对照连词 μέν...δέ 并列连接的两个定语修饰:序数词 δευτέραν(第二的)与比较级短语 ἀμείνονα τῆς λοιπῆς(好于余下者的),构成“获得了第二等的、但优于其余者的次序”的句法结构。
