- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:62.25-64.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德在25b19–25b25处关于可能否定命题的形式与换位的论述,调和了《解释篇》中的学说,指出“可能不属于”在形式上为肯定但效力上为否定,并解释其换位如实然肯定命题那样换位为特称肯定命题,同时考察了直接否定模态词本身的真正可能否定命题的换位规律。
" Νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω πρὸς τοῖς εἰρημένοις δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα." Ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τί δήποτε εἰρηκὼς ἐν τῷ Περὶ ἑρμηνείας τὰς μὴ τῷ τρόπῳ συνταττούσας τὸ ἀρνητικὸν μόριον καταφάσεις εἶναι ἐκ μεταθέσεως καὶ οὐκ ἀποφάσεις ἐνταῦθα ὡς ἀποφάσεις παραλαμβάνει, νῦν αὐτὸς ἐπισημειοῦται1 ὅτι, εἰ καὶ τῷ σχήματί εἰσι καταφατικαί, ἀλλ’ οὖν δύναμιν ἔχουσιν ἀποφάσεων.
“但目前在已述内容之外,让我们明确这一点:可能不属于任何事物或不属于某事物具有肯定的形式。” 我们从一开始所探究的,即他究竟为何在《解释篇》中说过不将否定词与模态结合的命题是通过换位形成的肯定命题而非否定命题之后,在此却把它们作为否定命题来采用,现在他自己指出了这一点:即便它们在形式上是肯定的,然而却具有否定命题的效力。
"Τὸ γὰρ ἐνδέχεται τῷ ἔστιν ὁμοίως τάττεται, τὸ δὲ ἔστιν, οἷς ἂν προσκατηγορῆται, κατάφασιν ἀεὶ ποιεῖ καὶ πάντως." Ὥσπερ ἐν ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν αἱ ἀποφάσεις ἐγίνοντο μόνῳ τῷ ἔστι συνταττομένου τοῦ ἀρνητικοῦ μορίου, εἰ δὲ ἄλλῳ τινὶ συνετάχθη, οἷον τῷ ὑποκειμένῳ, κατάφασις πάλιν ἐγίνετο ἀόριστος, οὕτως καὶ ἐν ταῖς μετὰ τρόπου προτάσεσι τῷ τρόπῳ συνταττομένου τοῦ ἀρνητικοῦ μορίου αἱ ἀποφάσεις ἐγίνοντο, εἰ δὲ τῷ κατηγορουμένῳ συνετάχθη, ἐκ μεταθέσεως ἐποίει κατάφασιν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται. τοῦτο οὖν ἐστιν ὅ φησιν, ὅτι ἰσοδυναμεῖ τῷ ἔστιν ὁ τρόπος· ὥσπερ γὰρ τὸ ἔστιν, οἷς ἂν προσκατηγορῆται, κατάφασιν ποιεῖ, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, οὕτως καὶ ὁ τρόπος· ἐνδέχεται τὸν ἄνθρωπον φιλόσοφον εἶναι καὶ ἐνδέχεται μὴ εἶναι· κατηγορεῖται γὰρ αὐτοῦ τὸ ἐνδέχεται. διὰ δὲ τοῦ ἀεὶ σημαίνει αὐτῷ τὸ ἐπὶ παντὸς χρόνου τὸν λόγον ἀληθεύειν. τὸ δὲ πάντως τὸ ἐπὶ πάσης ὕλης.2
“因为‘可能’与‘是’的配置方式相似,而‘是’无论作为附加谓项附加于何者,总是且完全造成肯定。” 正如在具有第三个附加谓项的命题中,只有当否定词与“是”结合时才产生否定命题,但如果与任何其他成分结合(例如与主项结合),就会再次产生不定肯定命题;同样,在模态命题中,当否定词与模态结合时产生否定命题,但如果与谓项结合,正如在《解释篇》中所展示的,它造成通过换位形成的肯定命题。因此这就是他所说的:模态与“是”具有同等力量;因为正如“是”无论作为附加谓项附加于何者都造成肯定(例如“人是动物”),模态也是如此:“可能人是哲学家”以及“可能不是”;因为“可能”是对他加以述说的。而通过“总是”,对他而言意味着该陈述在任何时间都为真;而“完全”则意味着在任何质料上都为真。
"Κατὰ δὲ τὰς ἀντιστροφὰς ὁμοίως ἕξουσι ταῖς ἄλλαις." Ποίαις ἄλλαις; ταῖς καταφατικαῖς τῶν ἁπλῶν δηλονότι· πρὸς γὰρ τὴν μερικὴν καταφατικὴν βούλεται καὶ ταύτας ἀντιστρέφειν, ὡς ἐν τοῖς ἑξῆς δείξει. εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν, ἐνδέχεται τι περιπατοῦν ἄνθρωπον εἶναι· οὐ γὰρ δὴ ἐνδέχεται μηδὲν περιπατοῦν ἄνθρωπον εἶναι. περιπατεῖ γὰρ καὶ ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄλλα μυρία, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ἐνδέχεσθαι ταῦτα μὴ εἶναι ἄνθρωπον· ἀνάγκη γὰρ μὴ εἶναι αὐτὰ ἄνθρωπον καὶ οὐκ ἐνδέχεται, ὡς ἤδη εἴπομεν· ὃ γὰρ ἐνδέχεται μὴ εἶναί τι, τοῦτο καὶ εἶναι ἐνδέχεται τὸ αὐτό. οὕτω μὲν οὖν αὗται. ἐὰν δὲ τὰς ὄντως ἀποφάσεις τοῦ ἐνδεχομένου λάβωμεν τὰς αὐτὸν τὸν τρόπον ἀναιρούσας, τὰς καθόλου φημί, εὑρήσομεν αὐτὰς τὴν ἀντιστροφὴν πρὸς ἑαυτὰς ποιουμένας· εἰ γὰρ οὐκ ἐνδέχεταί τινα ἄνθρωπον ἵπτασθαι, οὐκ ἐνδέχεται οὐδὲ ἱπτάμενόν τι ἄνθρωπον εἶναι. ἰσοδυναμεῖ γὰρ ἡ ‘οὐκ ἐνδέχεταί τινα ἄνθρωπον ἵπτασθαι’ τῇ ‘ἀνάγκη μηδένα ἄνθρωπον ἵπτασθαι’· τῆς οὖν δευτέρας ἀντιστρεφούσης πρὸς ἑαυτὴν καὶ ἡ πρώτη ἀντιστρέψει. πάλιν δὲ καὶ ἡ μερικὴ ἀποφατικὴ ἡ ‘οὐκ ἐνδέχεται πᾶν ζῷον γελαστικὸν εἶναι’ ἐπειδὴ ἡ αὐτή ἐστι τῇ ‘ἀνάγκη μὴ πᾶν ζῷον γελαστικὸν εἶναι’, ἀορίστου δειχθείσης τῆς δευτέρας καὶ ἡ πρώτη ἔσται ἀόριστος κατὰ τὴν ἀντιστροφήν.3
“至于在换位方面,它们的状态将与其他命题相似。” 是哪些“其他命题”?显然是简单命题中的肯定命题;因为正如他在下文中所要展示的,他希望这些[可能的否定命题]也换位为特称肯定命题。因为如果可能没有任何人行走,那么就可能某种行走者是人;因为绝不可能任何行走者都不是人。因为马、牛、狗以及无数其他事物也行走,而说这些事物可能不是人并不是真的;因为正如我们已经说过的,它们不是人乃是必然的而非可能的;因为凡某物可能不是某物的,这完全相同之物也可能是该物。因此对于这些命题便是如此。但如果我们取那些否定模态本身的真正的可能否定命题——我指的是全称否定命题——我们将发现它们换位为自身;因为如果不可能有任何人飞,那么也不可能有任何飞行的东西是人。因为“不可能有任何人飞”等价于“必然没有任何人飞”;因此既然第二句换位为自身,第一句也将换位。再者,特称否定命题“不可能一切动物都是能笑的”,既然与“必然并非一切动物都是能笑的”相同,那么在第二句被证明为不确定时,第一句在换位方面也将是不确定的。
- 1.43Ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τί δήποτε εἰρηκὼς ἐν τῷ Περὶ ἑρμηνείας τὰς μὴ τῷ τρόπῳ συνταττούσας τὸ ἀρνητικὸν μόριον καταφάσεις εἶναι ἐκ μεταθέσεως καὶ οὐκ ἀποφάσεις ἐνταῦθα ὡς ἀποφάσεις παραλαμβάνει, νῦν αὐτὸς ἐπισημειοῦται
整个句子的骨架是由关系代词 ὅπερ 引导的先取结构,主句是末尾的 νῦν αὐτὸς ἐπισημειοῦται(“现在他自己指出了……”)。ὅπερ 充当 ἐπισημειοῦται 的宾语或先行指示紧随其后的间接疑问从句 τί δήποτε ... παραλαμβάνει(“究竟为何……把它们作为……”),整体结构意为“关于我们从一开始就探究的那个问题……现在他自己指出……”。
- 1.44διὰ δὲ τοῦ ἀεὶ σημαίνει αὐτῷ τὸ ἐπὶ παντὸς χρόνου τὸν λόγον ἀληθεύειν. τὸ δὲ πάντως τὸ ἐπὶ πάσης ὕλης.
与格 αὐτῷ 指亚里士多德,充当关涉与格(“在他看来”或“在他的用语中”)。后半句 τὸ δὲ πάντως [σημαίνει] τὸ ἐπὶ πάσης ὕλης 省略了主动词 σημαίνει;带定冠词的副词短语 τὸ πάντως 作主语(“‘完全’一词”),带定冠词的介词短语 τὸ ἐπὶ πάσης ὕλης 作其述语说明(“在所有质料上”)。
- 1.45ἀορίστου δειχθείσης τῆς δευτέρας καὶ ἡ πρώτη ἔσται ἀόριστος κατὰ τὴν ἀντιστροφήν.
ἀορίστου δειχθείσης τῆς δευτέρας 是独立属格结构,表原因或条件(“既然第二句已被证明为不确定的”)。在此 τῆς δευτέρας 指前述的必然命题(ἀνάγκη μὴ πᾶν ζῷον...),主句中的 ἡ πρώτη 则指对应的可能命题(οὐκ ἐνδέχεται πᾶν ζῷον...)。
