- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:60.27-62.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了在必然和实然模态下“可能”命题的换位规则,概述了真正可能的三个分类(多数发生、对等发生和极少发生),并通过反例论证了为什么全称否定可能命题不能换位为自身。
" Εἴ τις φαίη τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον." Τοῦτο τοῦ ἀναγκαίου παράδειγμα· δῆλον γὰρ ὅτι οὐκ ἐνδεχομένως κατὰ τὸ κυρίως τοῦ ἐνδεχομένου σημαινόμενον ὁ ἄνθρωπος οὐκ ἔστιν ἵππος ἀλλ’ ἀναγκαίως· διὸ καὶ ἀντιστρέφει· ἐνδέχεται γὰρ μηδένα ἵππον ἄνθρωπον εἶναι. ἢ τὸ λευκὸν μηδενὶ ἱματίῳ ὑπάρχειν. τοῦτο τοῦ ὑπάρχοντος τρόπου παράδειγμα, καθ’ οὗ καθ’ ἓν σημαινόμενον λέγεται τὸ ἐνδεχόμενον.1 τὸ μὲν γὰρ τὸν ἄνθρωπον μὴ εἶναι ἵππον ἐξ ἀνάγκης οὐχ ὑπάρχει· τὸ δὲ λευκὸν μηδενὶ ἱματίῳ οὐκ ἐξ ἀνάγκης οὐχ ὑπάρχει· διὸ καὶ ἡ αὐτὴ πάλιν καὶ ἐπὶ τούτου σῴζεται ἀντιστροφὴ ἥτις καὶ ἐπὶ τοῦ ὑπάρχοντος ἐγίνετο.
“如果有人说,人可能是非马。” 这是必然者的例子;因为显然,人不是马并不是按照“可能”的正当含义以可能的方式发生的,而是必然地发生的;因此它也能换位;因为任何马可能是非人。“或者白不属于任何衣服。”这是实然模态的例子,关于这一模态,“可能”是在一种含义下被言说的。因为人不是马是出于必然而不属于;但白不属于任何衣服并非出于必然而不属于;因此,先前在实然命题上发生的同一换位,在此情形下也同样得以保留。
"Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς." Ὥσπερ ἐπὶ τῶν ἄλλων τρόπων ἀόριστος ἦν ἡ μερικὴ ἀποφατικὴ διὰ τὸ πρὸς μηδεμίαν ὡρισμένως ἀντιστρέφειν, οὕτως καὶ ἐπὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος τοῖς εἰρημένοις τρόποις ἡ αὐτὴ αὕτη οὐδὲν ἧττον τὸ ἀόριστον ἕξει.
“同样在特称否定命题上也是如此。” 正如在其他模态中,特称否定命题由于不向任何命题确定地换位而具有不确定性一样,在与上述模态具有同等力量的可能命题上,这一特称否定命题也同样具有不确定性。
"Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται ἐνδέχεσθαι." Τριχῇ ὄντος τοῦ κυρίως ἐνδεχομένου, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἴρηται, τοῦ ἐπὶ πλεῖον, τοῦ ἐπ’ ἴσης, τοῦ ἐπ’ ἔλαττον (ἐπὶ πλεῖον μὲν ὡς τά τε φυσικὰ καὶ τὰ τεχνητά· ἐπὶ πλεῖον γὰρ ἥ τε φύσις πενταδάκτυλον ποιεῖ ἢ ἑξαδάκτυλον, καὶ ὁ ἰατρὸς ἐπὶ πλεῖον ὑγιάζει ἢ οὐχ ὑγιάζει· ἐπ’ ἴσης δὲ τὸ λούεσθαι ἢ μὴ λούεσθαι, καθῆσθαι ἢ μὴ καθῆσθαι· ἐπ’ ἴσης γὰρ τὰ ἀντικείμενα ἐν τοῖς τοιούτοις εἰσὶν ἐνδεχόμενα· ἐπ’ ἔλαττον δὲ τὸ ἑξαδάκτυλον γίνεσθαι καὶ τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ τὰς τέχνας), τὰ μὲν ἐπ’ ἴσης ἄχρηστα εἰς ἀπόδειξιν· τί γὰρ ἄν τις τὴν κατάφασιν δείξειεν ἢ τὴν ἀπόφασιν; πολλῷ δὲ πλέον καὶ τὸ ἐπ’ ἔλαττον, οἷον τὸ τεχθῆναι ἑξαδάκτυλον παιδίον· οὐδεὶς γὰρ τὰ σπάνια καὶ οὕτως παράδοξα συλλογίζεται. περὶ δὲ τὸ ἐπὶ πλεῖον τοῦ ἐνδεχομένου καταγίνεται ἡ συλλογιστικὴ μέθοδος τὸ ἐπὶ τῶν φυσικῶν καὶ τεχνητῶν, ὡς ἤδη εἴπομεν, φημὶ δὴ τὸ ἐν χειμῶνι ὗσαι καὶ τὸν ῥήτορα πεῖσαι καὶ τὸν ἰατρὸν ὑγιάσαι καὶ τὸν κυβερνήτην σῶσαι τὴν ναῦν· διὰ τοῦτο γοῦν προσέθηκε καὶ τῷ πεφυκέναι, δηλῶν ὅτι περὶ τῶν φυσικῶν αὐτῷ ὁ λόγος. τὸ δὲ καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον, τοῦτ’ ἔστι καθ’ ὃν τρόπον λέγομεν τὸ κυρίως ἐνδεχόμενον τὸ ἐπὶ τοῦ μέλλοντος χρόνου ἢ ἐπὶ πλεῖον εἶναι ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· οὕτω γὰρ αὐτὸ διωρίσατο ἐν τοῖς Φυσικοῖς. τοῦ δὲ μὴ ἀντιστρέφειν τὰς στερητικὰς τοῦ ἐνδεχομένου προτάσεις ὁμοίως ταῖς τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ μὲν ἀληθής ἐστιν αἰτία, ἣν εἴπομεν, διότι ὅπερ μηδενὶ ἐνδέχεται, τοῦτο καὶ παντὶ ἐνδέχεται, ἡ δὲ καθόλου καταφατικὴ οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· καὶ αὐτὸς δὲ μετὰ πολλὰ τοῦτο δείκνυσι. νῦν δὲ τέως τοσοῦτον μόνον εἶπεν, ὅτι ἡ μὲν καθόλου ἀποφατικὴ οὐκ ἀντιστρέφει, ᾧ προσυπακουστέον τὸ ‘πρὸς ἑαυτήν’.2 ἡ δὲ ἐν μέρει, φησίν, ἀντιστρέφει, δηλονότι πρὸς ἑαυτήν· εἰ γὰρ τὸ ζῷον μὴ παντὶ λευκῷ ὑπάρχει, καὶ τὸ λευκὸν οὐ παντὶ ζῴῳ ὑπάρχει. δῆλον δὲ ὅτι καὶ πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρέφειν δύναται· καὶ γὰρ τὸ λευκὸν τινὶ ζῴῳ ὑπάρχει. ταύτῃ δὲ ἂν καὶ ἡ μερικὴ καταφατικὴ οὐ μόνον πρὸς ἑαυτὴν ἀλλὰ καὶ πρὸς τὴν μερικὴν ἀποφατικὴν ἀντιστρέψει· εἰ γάρ τι ζῷον λευκόν, οὐ πᾶν λευκὸν ζῷον. ὅτι δὲ ἡ καθόλου ἀποφατικὴ οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν, ἐντελῶς μὲν εἰσόμεθα, ὅταν αὐτὸς ἐν τῷ περὶ τῶν μίξεων διδάσκῃ· ἀρκεῖ δὲ νῦν πρὸς τοῖς εἰρημένοις δι’ ὑποδείγματος πιστώσασθαι. εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον λούσασθαι, οὐκ ἀληθὲς ἀντιστρέψαι καὶ εἰπεῖν ‘ἐνδέχεται μηδὲν λουόμενον ἄνθρωπον εἶναι’· λούεται γὰρ φέρε εἰπεῖν καὶ ἵππος καὶ βοῦς, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ‘τὸν ἵππον ἢ τὸν βοῦν ἐνδέχεται μὴ εἶναι ἄνθρωπον’, ἀνάγκη δὲ μᾶλλον μὴ εἶναι ταῦτα ἄνθρωπον· ὃ γὰρ ἐνδέχεται3 τι μὴ εἶναι, τοῦτο 〈καὶ ταὐτὸ〉 εἶναι ἐνδέχεται, καὶ ἔμπαλιν· εἰ οὖν τὸ ἐνδέχεσθαι εἶναι ἄνθρωπον ψεῦδος, καὶ τὸ μὴ ἐνδέχεσθαι ἄρα ψεῦδος.
“至于那些因多数发生和出于自然本性而被说成是可能的事物。” 正如在《物理学》中所言,正当的可能具有三种形式:多数发生的、对等发生的、极少发生的(“多数发生的”如同自然事物和技艺事物;因为自然在多数情况下造成五指而非六指,医生在多数情况下治愈而非不治愈;“对等发生的”如洗浴或不洗浴、坐下或不坐下,因为在这些事物中对立双方对等地可能;“极少发生的”如成为六指以及技艺未能达成目标),对等发生者对于论证是无用的;因为人为什么要去证明肯定而非否定呢?极少发生者更是如此,例如生出六指婴儿;因为没有人会对罕见且如此出人意料的事物进行推论。而推论的方法所处理的是可能事物中多数发生者,即在自然事物和技艺事物中发生者,正如我们已经说过的,具体而言即冬天降雨、修辞学家说服、医生治愈、舵手保全船只。正因如此,他补充了“出于自然本性”,表明他的讨论是关于自然事物的。而“按照我们限定可能的方式”,意思是指:按照我们在未来时间中说正当的可能是多数发生、对等发生或极少发生的方式;因为他正是这样在《物理学》中对其做出限定的。 至于否定可能命题不像实然和必然的否定命题那样换位的真正原因,正如我们所说,乃是因为凡对任何事物都可能不属于的,对一切事物也都可能是;而全称肯定命题并不换位为自身;他本人也在许多论述之后证明了这一点。但现在暂时他只说了这么多:全称否定命题不换位,在此必须心领神会地补上“换位为自身”。但他又说,特称命题换位,显然是换位为自身;因为如果动物不属于所有白物,白也不属于所有动物。显而易见,它也能够换位为特称肯定命题;因为白确实属于某种动物。以此方式,特称肯定命题不仅会换位为自身,而且也会换位为特称否定命题;因为如果某种动物是白的,并非所有白物都是动物。 关于全称否定不换位为自身,当他本人在关于混合的章节中讲授时我们将完全知晓;但现在除了已说的内容之外,通过例子加以确证就足够了。因为即使可能没有任何人洗浴,换位并说“可能任何洗浴者都不是人”并不是真的;因为例如马和牛也洗浴,而说“可能马或牛不是人”并不是真的,相反,这些东西不是人乃是必然的;因为凡某物可能不是某物的,它也可能就是该物,反之亦然;因此,如果说可能是人是假的,那么说可能不是人因而也是假的。
- 1.40καθ’ οὗ καθ’ ἓν σημαινόμενον λέγεται τὸ ἐνδεχόμενον
关系代词短语 καθ’ οὗ 以先前的“实然模态”(或其实例)为先行词,意为“关于该模态 / 在其下”。接续的 καθ’ ἓν σημαινόμενον 作副词性修饰,意为“在一种含义下”,表明具有多义性的“可能”一词在此处是在与实然命题同义的单一含义下被使用的。
- 1.42ᾧ προσυπακουστέον τὸ ‘πρὸς ἑαυτήν’
与格关系代词 ᾧ 指代前面的整个命题“全称否定命题不换位”,与动词性形容词 προσυπακουστέον(“应当在心中补充领会”)连用,表示补充所依附的对象。冠词短语 τὸ ‘πρὸς ἑαυτήν’(“换位为自身”)则是需要补充理解的宾语。
- 1.42ὃ γὰρ ἐνδέχεται τι μὴ εἶναι, τοῦτο 〈καὶ ταὐτὸ〉 εἶναι ἐνδέχεται
表达可能对立命题之等价性的关联句结构。关系代词 ὃ 在 ἐνδέχεται 的不定式从属小句中充当宾格补足语/谓词,由主句的指示代词 τοῦτο 所承接,意为“凡某物可能不是某物的,它也可能就是该物”。
