← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§59.4-60.26

可能的诸含义与可能命题的换位规则

针对亚里士多德在《前分析篇》25a37–25b4中开启的可能命题换位论,斐洛庞奴斯梳理了“可能”一词的多重含义(必然、事实、严格意义上的可能),并阐明肯定命题在所有模态中换位规则相同,而严格意义上的可能否定命题则遵循不同的规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36

" Ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἐνδεχόμενον." Τὸν περὶ τῆς ἀντιστροφῆς τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων πληρώσας λόγον μέτεισιν ἐπὶ τὰς τοῦ ἐνδεχομένου προτάσεις. ἐπειδὴ δὲ τὸ ἐνδεχόμενον πολλαχῶς λέγεται, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησί (λέγεται γὰρ καὶ ἐπὶ πάσης ὕλης τὸ ἀναγκαῖον ἐνδεχόμενον, ὡς εἴ τις εἴποι ‘ἐνδέχεται τὸν ἥλιον ἐν κριῷ γενέσθαι’, καίτοι οὐκ ἐνδεχομένως ἀλλ’ ἀναγκαίως ὁ ἥλιος ἐν κριῷ γίνεται. λέγεται ἐνδεχόμενον καὶ τὸ ὑπάρχον μὲν ἐν γενέσει δὲ καὶ φθορᾷ ὄν, λέγω δὲ ὅπερ τοῦ ὑποκειμένου ἀπογίνεσθαι δύναται, οἷα τὰ συμβεβηκότα· καὶ γὰρ ταῦτα ὑπάρχει μέν, οὐ μὴν ἐξ ἀνάγκης, οἷον ὡς ὅταν ἐπὶ τοῦ Σκύθου λέγωμεν ‘ἐνδέχεται τὸν Σκύθην λευκὸν εἶναι’· ἐνταῦθα γὰρ οὐ κυρίως ἐστὶν ἐνδεχόμενον ἀλλ’ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· ὑπάρχει γὰρ τῷ Σκύθῃ τὸ λευκόν. καὶ ἐπὶ τῶν ἄλλων τρόπων ὁμοίως. καὶ ἔτι τὸ κυρίως ἐνδεχόμενον, λέγω δὲ τὸ ἐπὶ τοῦ μέλλοντος χρόνου· τοῦτο γὰρ ἴσην δύναμιν ἔχει πρὸς τὸ γενέσθαι καὶ μή), τὸ τοίνυν ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ἀναγκαίῳ καὶ ὑπάρχοντι, ὅπως ἂν ἀντιστρέφωσιν αἱ τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος προτάσεις, οὕτω καὶ αὐτὸ ἀντιστρέφει·1 κατὰ γὰρ μόνην τὴν ὀνομασίαν ἐστὶν ἡ διαφορὰ τῶν πραγμάτων τῶν αὐτῶν ὄντων. τὸ δὲ κυρίως ἐνδεχόμενον οὐκέτι ὁμοίως ἕξει κατὰ τὰς ἀντιστροφάς, ὡς ἐν τοῖς ἑξῆς δείκνυσι.

“至于可能命题,因为可能有多重含义。” 在结束了关于事实命题与必然命题换位的论述之后,他进而转向关于可能命题的论述。而且由于可能有多重含义,正如他在《解释篇》中所说的那样——因为在任何质料上,必然之事也被称为可能,例如有人说“太阳可能进入白羊座”,尽管太阳进入白羊座并非出于可能而是出于必然;此外,存在但处于生灭之中的事物也被称为可能,我指的是能够脱离主体的属性,如偶性;因为这些属性虽然属于主体,却并非出于必然,例如当我们谈到斯基泰人时说“斯基泰人可能是白皮肤的”;因为在此处并非严格意义上的可能,而是与事实等值;因为白皮肤确实属于斯基泰人;在其他模态中也同样如此;此外还有严格意义上的可能,我指的是关乎将来时间的可能;因为这对于发生与不发生具有均等的能力——因此,与必然及事实等值的可能命题,必然命题与事实命题如何换位,它自身也就如何换位;因为事物本身同一,差别仅在于名称。然而严格意义上的可能在换位上将不再同样表现,正如他在下文中所表明的那样。

§1.37

"Καὶ γὰρ τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον καὶ τὸ δυνατὸν ἐνδέχεσθαι λέγομεν." Τὸ μὴ ἀναγκαῖόν φησι τὸ ὑπάρχον, τὸ δὲ δυνατὸν τὸ ἐνδεχόμενον· καὶ γὰρ τὸ κυρίως δυνατὸν εἰς ταὐτὸν ἔρχεται τῷ κυρίως ἐνδεχομένῳ.

“因为我们说必然的、非必然的以及能够的都是可能的。” 他说“非必然的”指的是事实的,说“能够的”指的是可能的;因为严格意义上的能够与严格意义上的可能归于同一。

§1.38

"Ἐν μὲν τοῖς καταφατικοῖς ὁμοίως ἕξει κατὰ τὴν ἀντιστροφὴν ἐν ἅπασιν." Τοῦτο, φησί, τὸ ἐνδεχόμενον, ὅπερ κατὰ πάντων τῶν τρόπων κατηγορεῖται, ὁμοίως ἕξει ἐν τοῖς καταφατικοῖς· πᾶσα γὰρ κατάφασις ἐπὶ παντὸς τρόπου πρὸς τὸ μερικὸν καταφατικὸν ἀντιστρέφει· καὶ αἱ δείξεις διὰ τῶν αὐτῶν δι’ ὧνπερ καὶ πρότερον. αἱ δὲ ἀποφάσεις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀντιστρέφουσι2 διὰ τόνδε τὸν λόγον· ἴσμεν ὅτι τὸ κυρίως ἐνδεχόμενον, ὅπερ καλεῖ δυνατόν, ἐπί τε τοῦ ἔσεσθαι καὶ μὴ ἔσεσθαι ὁμοίως παραλαμβάνεται καὶ ἐξισάζει· ὁμοίως γὰρ ἔστι καὶ καταφῆσαι καὶ ἀποφῆσαι τὸ αὐτό. ὅθεν οὐδὲν διοίσει πρὸς ἀλήθειαν ἡ κατάφασις τῆς ἀποφάσεως· ἐνδέχεται γὰρ καὶ πάντα ἄνθρωπον λούεσθαι καὶ μηδένα ἄνθρωπον λούεσθαι, καὶ ὁμοίως ἑκάτερον δύναται ἀληθεύειν. δέδεικται δὲ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου καὶ τοῦ ἀναγκαίου, ὅτι ἡ μὲν καθόλου ἀπόφασις ἐξ ἀνάγκης πρὸς ἑαυτὴν ἀντιστρέφει, ἡ δὲ μερικὴ οὐκ ἐξ ἀνάγκης. δῆλον οὖν ὅτι καὶ ἐπὶ τῆς ἀντιστροφῆς αἱ ἀποφατικαὶ τοῦ ἐνδεχομένου πῇ μὲν ἕξουσιν ὡς ἐπὶ τῶν ἄλλων τρόπων αἱ ἀποφάσεις, πῇ δὲ οὔ· τὸ μὲν ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ ὁμοίως αὐτοῖς καὶ κατὰ τὰς ἀντιστροφὰς τῶν ἀποφάσεων ἕξει· τὸ μέντοι κυρίως ἐνδεχόμενον, ὅπερ ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν δύναται, οὐχ ὁμοίως ἕξει. διδάξει δέ, ὡς εἶπον, περὶ αὐτοῦ ἐν τοῖς μετὰ ταῦτα. νῦν δὲ τὰ ὑποδείγματα σαφῆ ποιεῖ ἐπὶ τῆς στοιχείων ἐκθέσεως.

“在肯定命题中,所有情况在换位方面都将表现相同。” 他说,这种被述及于所有模态的可能,在肯定命题中将表现相同;因为任何模态下的每一个肯定命题都换位为特称肯定命题;其证明也是通过与先前完全相同的方式。然而否定命题并不像其他模态的否定命题那样换位,其原因如下:我们知道,他称为“能够”的严格意义上的可能,在将会存在与不会存在上都被同等对待且是均等的;因为肯定与否定同一事物是同等可能的。因此肯定命题在真理性方面与否定命题毫无差异;因为既可能所有人都沐浴,也可能没有任何人沐浴,二者可以同等地为真。但在事实模态与必然模态中已经证明,全称否定命题必然与自身换位,而特称否定命题则不必然如此。因此显然,在换位中,可能的否定命题在某种程度上像其他模态中的否定命题那样表现,而在某种程度上则不然:与事实及必然等值的可能,在否定命题的换位上也像它们那样表现;然而能够发生又能够不发生的严格意义上的可能,则不会同样表现。正如我所说的,他将在后文对此加以阐明。而现在他在项的列举上使这些例子变得明晰。

§1.39

"Ἀλλ’ ὅσα μὲν ἐνδέχεσθαι λέγεται τῷ ἐξ ἀνάγκης μὴ ὑπάρχειν.3" Τουτέστιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ αἱ ἰσοδυναμοῦσαι τῷ ἀναγκαίῳ ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν, τουτέστιν αἱ ταῖς ὑπαρχούσαις ἰσοδυναμοῦσαι τοῦ ἐνδεχομένου ἀποφάσεις, αὗται, φησίν, ὁμοίως ταῖς τε ὑπαρχούσαις καὶ ταῖς ἀναγκαίαις ἀντιστρέφουσιν, αἱ μὲν καθόλου ἀποφατικαὶ πρὸς ἑαυτάς, αἱ δὲ μερικαὶ ἀορίστως, ὥσπερ καὶ ἐκεῖναι· ὡς γὰρ εἴπομεν, ὀνομάτων μόνον γίνεται διαφορὰ τῶν πραγμάτων τῶν αὐτῶν ὄντων. εἶτα καὶ ἐπὶ ὑλῶν τὸ παράδειγμα.

“但是凡由于必然不属于而被说成是可能的。” 也就是说,与必然等值的可能否定命题,或者与非必然属于等值的命题,即与事实否定命题等值的可能否定命题,他说,这些命题与事实否定命题及必然否定命题同样换位,全称否定命题与自身换位,而特称否定命题则像那些命题一样不确定地换位;因为正如我们所说的,在事物同一的情况下,仅仅发生了名称的差异。接着他也列举了质料上的例子。

语法注3 条
  1. 1.36τὸ τοίνυν ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ἀναγκαίῳ καὶ ὑπάρχοντι, ὅπως ἂν ἀντιστρέφωσιν αἱ τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος προτάσεις, οὕτω καὶ αὐτὸ ἀντιστρέφει

    在长篇插入语(ἐπειδὴ δὲ τὸ ἐνδεχόμενον πολλαχῶς λέγεται... καὶ μή)之后,主句主语以主格(τὸ τοίνυν ἐνδεχόμενον,悬垂/复指主格)重新引出,并在插入比较从句(ὅπως ἂν...)之后,由 οὕτω καὶ αὐτὸ ἀντιστρέφει 构成主谓结构。

  2. 1.38αἱ δὲ ἀποφάσεις οὐχ ὁμοίως ταῖς ἄλλαις ἀντιστρέφουσι

    ταῖς ἄλλαις 是紧缩比较(comparatio compendiaria),简略地指代“其他模态的否定命题”(ταῖς τῶν ἄλλων τρόπων ἀποφάσεσιν)。

  3. 1.39τῷ ἐξ ἀνάγκης μὴ ὑπάρχειν

    带冠词的不定式与格(τῷ ... ὑπάρχειν)作动词短语 ἐνδέχεσθαι λέγεται 的原因或关涉与格(意为“因/在……必然不属于方面被称为可能”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:59.4-60.26