← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§4.25-6.15

著作功用与顺序及题名与结构划分

菲洛波诺斯讨论了《前分析篇》的导论要点,包括该书的功用、在著作编排中紧随《解释篇》的次序、题名为何叫《分析篇》(而非《综合篇》)及《前篇》的缘由、全书的三重划分以及著作的真实性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

Ὅτι δὲ χρήσιμον τὸ βιβλίον, δῆλον ἐκ τῶν εἰρημένων ἐν ταῖς προλαβούσαις πραγματείαις· εἰ γὰρ χρήσιμος πρὸς φιλοσοφίαν ἡ ἀπόδειξις, τοῦτο δὲ εἰς τὴν ἀπόδειξιν συντελεῖ περὶ τῶν ἁπλῶς συλλογισμῶν διαλαμβάνον δι’ ὧν αἱ ἀποδείξεις, δῆλον ὅτι καὶ τοῦτο χρήσιμον πρὸς φιλοσοφίαν. Ἡ δὲ τάξις ἐστὶν αὕτη· δεῖ πρότερον ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν μαθεῖν, εἶθ’ οὕτως καὶ τὸν τοιόνδε συλλογισμόν. ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, εἴπωμεν οὕτως· ἔδει περὶ ἀποδείξεως μέλλοντα διδάσκειν τὸν φιλόσοφον πρότερον διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν· τοῦτο πεποίηκεν ἐν ταῖς Κατηγορίαις· δεύτερον περί τε τῆς ἐν αὐταῖς διαφορᾶς καὶ πρώτης συνθέσεως· τοῦτο πεποίηκεν ἐν τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων καὶ προτάσεων διαλαβών. καὶ αὕτη ἡ πρώτη σύνθεσις τῶν ἁπλῶν φωνῶν, τουτέστιν οἱ ἁπλοῖ λόγοι· ὧν δὴ λοιπὸν συντιθεμένων γίνεται συλλογισμός.1 ἐπειδὴ δέ, ὡς ἔφαμεν, τρεῖς εἰσι τῶν συλλογισμῶν αἱ διαφοραί, δεῖ τὸν μέλλοντα τούτων τινὰ μαθεῖν εἰδέναι πρότερον τί ποτέ ἐστιν ὁ ἁπλῶς συλλογισμὸς καὶ τίνα τρόπον συντιθέμενοι οἱ ἁπλοῖ λόγοι, τουτέστιν αἱ προτάσεις, ποιοῦσι συλλογισμόν, καθάπερ καὶ τὸν μέλλοντα μαθεῖν τὴν Δώριον ἢ τὴν Λύδιον ἁρμονίαν δεῖ πρότερον μαθεῖν τὸ ἁπλῶς κιθαρίζειν καὶ τί δήποτε ὅλως ἐστὶν ἁρμονία, καὶ τὸν βουλόμενον εἰδέναι γράφειν ὀξύρυγχον ἢ στρογγύλον χαρακτῆρα πρότερον εἰδέναι τὸ ἁπλῶς γράφειν. εἰ οὖν καὶ αὐτὸς διδάσκει ἐνταῦθα μὲν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ, ἐν δὲ τοῖς Ὑστέροις ἀναλυτικοῖς περὶ τοῦ ἀποδεικτικοῦ, ἐν δὲ τοῖς Τόποις περὶ τοῦ διαλεκτικοῦ καὶ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις περὶ τοῦ σοφιστικοῦ, εἰκότως ἕπεται μὲν τῷ Περὶ ἑρμηνείας τόδε τὸ σύνταγμα, προηγεῖται δὲ τῶν λοιπῶν. Τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, διὰ τί Ἀναλυτικὰ ἐπιγέγραπται καὶ οὐ Περὶ συλλογισμῶν. λέγεται γὰρ ἀνάλυσις πολλαχῶς· καὶ γὰρ ἡ τοῦ ὅλου εἰς μέρη καὶ ἡ τῶν συνθέτων εἰς τὰ ἁπλᾶ, ᾗ χρῶνται οἱ γεωμέτραι, καὶ ἡ τῶν φυσικῶν σωμάτων εἰς τὰ τέσσαρα στοιχεῖα καὶ ἡ εἰς τὰ οἰκεῖα εἴδη τῶν συλλογισμῶν ἀναγωγή. καὶ ἄλλως δὲ πολλαχῶς λεγομένης ἀναλύσεως ἔστι περιλαβόντα εἰπεῖν·2 ἀνάλυσίς ἐστιν ἀνάκαμψις ἐπὶ τὸ πρότερον καὶ τῆς συνθέσεως τὸ αἴτιον. ὅθεν ἄξιον ζητῆσαι, εἰ ὁ συλλογισμὸς σύνθεσίς ἐστι καὶ συναγωγὴ πλειόνων λόγων καὶ οὐκ ἀνάλυσις, διὰ τί τὴν περὶ συλλογισμῶν πραγματείαν Ἀναλυτικὰ ἐπέγραψεν· ἔδει γὰρ μᾶλλον Συνθετικὰ ἐπιγράψαι. ἵνα οὖν αὐτόθεν ἡμῖν ἀναφανῇ ἡ τῆς ἐπιγραφῆς αἰτία καὶ ἡ τοῦ βιβλίου διαίρεσις, εἴπωμεν οὕτως· διαιρεῖται τοῦτο τὸ βιβλίον εἰς κεφάλαια τρία, καὶ διδάσκει ἡμᾶς τὸ μὲν πρῶτον μέρος τὴν γένεσιν τοῦ συλλογισμοῦ, τὸ δὲ δεύτερον τὴν εὐπορίαν τῶν προτάσεων, τὸ δὲ τρίτον τὴν εἰς τοὺς συλλογισμοὺς ἀνάλυσιν.3 ἐκ τούτου οὖν τοῦ τρίτου τὴν ἐπιγραφὴν ἐποιήσατο ἅτε κυριωτέρας καὶ τελειοτέρας οὔσης τῆς ἀναλύσεως· πᾶς γὰρ συλλογισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται ἔχων τὸ οἰκεῖον σχῆμα. ἄλλως τε ὁ εἰδὼς τὴν ἀνάλυσιν οἶδε καὶ τὴν σύνθεσιν· ἃ γὰρ ἀνέλυσε, ταῦτα συνθεῖναι οὐ δυσχερές· οὐκέτι δὲ καὶ τοὐναντίον· καὶ γὰρ ὁ ἰδιώτης ἐπίσταται μὲν συνθέσεις ὀνομάτων καὶ ῥημάτων εἰς τὸν λόγον ἀποτελέσαι καὶ εἰπεῖν, οἷον ‘Σωκράτης περιπατεῖ’, ἀναλῦσαι δὲ αὐτὸν οὐκέτι οἶδε καὶ εἰπεῖν ποῖον μέν ἐστι τὸ ὄνομα, ποῖον δὲ τὸ ῥῆμα. Πρότερα δὲ ἐπιγέγραπται, ἐπειδὴ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ἐνταῦθά φησι τοῦ ἀναλογοῦντος ὕλῃ καὶ χωρὶς εἴδους ὄντος, καὶ ἐπειδὴ πρότερον τὸ γένος τῶν οἰκείων εἰδῶν, γένος δὲ ὁ καθόλου συλλογισμὸς τῶν ἀποδεικτικῶν καὶ τῶν λοιπῶν δύο εἰδῶν· ὥστε εἰκότως ἐν οἷς μὲν περὶ τοῦ γένους αὐτῶν διαλέγεται, Πρότερα ἐπέγραψεν, ἐν οἷς δὲ περὶ τῶν εἰδῶν, τουτέστι περὶ τῶν ἀποδεικτικῶν, Ὕστερα ἀναλυτικά. Ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, δῆλον· φασὶ γὰρ ὡς τεσσαράκοντα εὑρέθη τῶν Ἀναλυτικῶν βιβλία ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις, καὶ τὰ τέσσαρα μόνα ταῦτα ἐκρίθησαν εἶναι Ἀριστοτέλους, καὶ πρὸς τοῦτο οὐδεὶς ἀμφέβαλε. καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ διδάσκει ἡμᾶς περὶ τοῦ εἴδους τῶν συλλογισμῶν, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς ὕλης. εἶδος δὲ λέγομεν τῶν συλλογισμῶν τὸ συμπέρασμα, ὕλην δὲ τὰς προτάσεις· ὡς γὰρ ἡ ὕλη ἕνεκά τού ἐστι, λέγω δὲ τοῦ εἴδους, οὕτω καὶ αἱ προτάσεις τοῦ συμπεράσματος ἕνεκα. ἐνταῦθα γενόμενος ὁ Θεμίστιος ἀπορεῖ λέγων “ἆρά γε Ἀριστοτέλους ἐστὶ γέννημα τὰ Ἀναλυτικὰ ἢ οὔ”;

该书是有用的,这从前述诸著作中所说的话便很清楚;因为如果证明对于哲学是有用的,而本书通过论述进行证明所凭借的单纯推断从而有助于证明,显然本书对于哲学也是有用的。其顺序如下:我们必须先学习单纯的推断,然后才学习具体某种推断。为了使所说的话清晰,让我们这样说:打算讲授关于证明的哲学家,首先需要讨论单纯的词句——这他在《范畴篇》中做到了;其次讨论其中的差异与最初的结合——这他在《解释篇》中通过论述名词、动词和命题做到了。而这就是单纯词句的最初结合,即单纯的语句;当这些语句随后被结合起来时,推断就产生了。而且,正如我们所说,推断的差别有三种,凡打算学习其中任何一种的人,都必须先知道单纯的推断究竟是什么,以及单纯的语句(即命题)以何种方式结合起来产生推断,正如打算学习多利安调式或吕底亚调式的人必须先学习单纯地弹奏齐特拉琴以及调式究竟是什么,打算知道写出尖头字体或圆体字体的人必须先知道单纯地书写一样。因此,如果他本人在这里讲授关于单纯推断,在《后分析篇》中讲授关于证明性推断,在《论题篇》中讲授关于辩证推断,在《辩谬篇》中讲授关于诡辩推断,那么这一著作理所当然紧随《解释篇》之后,而先于其余著作。我们还必须探讨题名的原因,为什么它被题名为《分析篇》而不是《论推断》。因为分析有多种说法:有整体到部分的分析,有复合事物到单纯事物的分析(几何学家所使用的),有自然物体到四种元素的分析,以及将推断还原为其固有的形相。尽管分析在其他方面也有多种说法,但概括而言可以说:分析是向着在先者以及结合之原因的复归。由此值得探讨的是,如果推断是多个语句的结合与汇聚而非分析,他为何将关于推断的著作题名为《分析篇》;因为他本更应当题名为《综合篇》。那么,为了使题名的原因和全书的划分直接显现出来,我们这样说:这本书划分为三个主要部分,第一部分教给我们推断的产生,第二部分教给我们前提的调配,第三部分教给我们向推断的分析。因此他是从这第三部分取得题名的,因为分析更为根本、更为完满;因为一切推断经由分析都被发现具有其固有的格。此外,懂得分析的人也懂得综合;因为对于他所分析的事物,再将它们综合起来并不困难;反过来却不再成立。因为即使外行也懂得将名词和动词结合成语句并说出,例如“苏格拉底行走”,但他却不再懂得将其分析并指出哪一个是名词、哪一个是动词。题名为《前篇》,则是因为他在这里论述单纯的推断,该推断相当于质料且没有定形,并且因为属先于其固有的种,而普遍的推断是证明性推断和其余两个种的属;因此理所当然,在讨论它们的属的著作中他题名为《前篇》,在讨论种即证明性推断的著作中题名为《后分析篇》。该书是这位哲学家的真作,这一点很清楚;因为相传在古代图书馆中曾发现四十卷《分析篇》,而唯独这四卷被判定为属于亚里士多德,对此没有任何人提出怀疑。在第一卷中他教给我们推断的形相,在第二卷中教给我们推断的质料。我们说推断的形相是结论,质料是前提;因为正如质料是为了某种东西(即形相),前提同样也是为了结论。塞米斯提乌斯讲到这里时提出了困惑,说:“《分析篇》究竟是亚里士多德的产物,还是不是呢?”

语法注3 条
  1. 1.0ὧν δὴ λοιπὸν συντιθεμένων γίνεται συλλογισμός

    关系代词 ὧν 的先行词是紧邻其前的 οἱ ἁπλοῖ λόγοι(单纯的语句,即命题),并与被动分词 συντιθεμένων 构成属格独立结构(“当这些语句随后被结合起来时”)。副词 λοιπόν 表示论理或时间序列上的下一阶段。

  2. 1.0καὶ ἄλλως δὲ πολλαχῶς λεγομένης ἀναλύσεως ἔστι περιλαβόντα εἰπεῖν

    καὶ ἄλλως δὲ πολλαχῶς λεγομένης ἀναλύσεως 为让步意义的属格独立结构(“尽管分析在其他方面也有多种说法”)。分词 περιλαβόντα(“概括地、总括地”)采用阳性宾格单数,与非人称不定词结构 ἔστιν εἰπεῖν(“人们可以说”)未明言的泛指主体在语法上相一致。

  3. 1.0τὴν εἰς τοὺς συλλογισμοὺς ἀνάλυσιν

    介词短语 εἰς τοὺς συλλογισμούς 处于冠词 τὴν 与名词 ἀνάλυσιν 之间的定语位置(“向推断的分析/还原到推断”),指将论证分析还原至其有效推断的格式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:4.25-6.15