- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:57.14-59.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯探讨了亚里士多德在证明必然肯定命题(全称与特称)换位时所采取的顺序并考察了一处文本异文(25a32–33),论证了“因为如果不必然”这一读法的合理性,并阐明关于特称否定命题不能换位所提及的“原因”(25a34)实际上是指亚里士多德先前给出的反例。
" Εἰ δὲ ἐξ ἀνάγκης τὸ Α παντὶ ἢ τινὶ τῷ Β ὑπάρχει, καὶ τὸ Β τινὶ τῷ Α ἀνάγκη ὑπάρχειν." Τῇ αὐτῇ πάλιν τάξει κέχρηται ὁ Ἀριστοτέλης ᾗπερ καὶ ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων· δείξας γοῦν τὴν καθόλου ἀποφατικὴν πρὸς ἑαυτὴν ἀντιστρέφουσαν ἐφεξῆς τὴν καθόλου καταφατικὴν δείκνυσι καὶ τὴν μερικήν. βραχυλογίας δὲ πανταχοῦ ἀντιποιούμενος κἀνταῦθα ἅμα ἀμφοτέρας τὰς καταφατικάς, τήν τε καθόλου καὶ τὴν μερικήν, δείκνυσι πρὸς τὴν μερικὴν καταφατικὴν ἀντιστρεφούσας.
“但如果Α出于必然属于所有或某个Β,那么Β也必然属于某个Α。” 亚里士多德在这里同样采用了与事实命题完全相同的顺序:在表明了全称否定命题自身可以换位之后,他接着表明全称肯定命题与特称肯定命题。而且他处处力求简练,在这里也同时表明全称与特称这两个肯定命题都换位为特称肯定命题。
"Εἰ γὰρ μὴ ἀνάγκη, οὐδ’ ἂν τὸ Α τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχοι." Ἐν τούτῳ διάφορος ἡ γραφὴ φέρεται. τινὰ μὲν γὰρ τῶν ἀντιγράφων οὕτως ἔχει· εἰ γὰρ ἐνδέχεται μηδενί· τὰ μέντοι ἀκριβέστερα τῶν ἀντιγράφων ἔχει εἰ γὰρ μὴ ἀνάγκη. εἰ μὲν οὖν ἡ προτέρα εἴη γραφή, ἐροῦμεν ὅτι ὁμοίως ὁ Ἀριστοτέλης ἀντέθηκε τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ. ἀλλ’ οὐκ ἀκριβὴς ἡ τοιαύτη γραφή· οὐ γὰρ δὴ ἐκ τῆς ὑποθέσεως ταύτης συνάγεταί τι ἀδύνατον, ὅπερ βούλεται δεῖξαι. πῶς καὶ τίνα τρόπον; λέγω ὅτι αἱ καθόλου τοῦ ἐνδεχομένου προτάσεις, λέγω δὴ τοῦ κυρίως ἐνδεχομένου, ἰσοδυναμοῦσιν ἀλλήλαις· ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο ἐνδέχεται μηδενί· οἷον ἐνδέχεται πάντα ἄνθρωπον λούσασθαι, ἐνδέχεται καὶ μηδένα λούσασθαι, καὶ ἔμπαλιν. αὗται δὲ αἱ καθόλου τοῦ ἐνδεχομένου προτάσεις ἑκάστῃ τῶν μερικῶν τοῦ ἀναγκαίου μάχονται. οἷον τί λέγω; τῇ ‘ἀνάγκη τινί’ μάχεται ἡ ‘ἐνδέχεται μηδενί’ κατὰ πάντα αὐτῇ ἀντικειμένη· μάχεται δὲ καὶ ἡ ‘ἐνδέχεται παντί’. ἀλλ’ ἡ μὲν ‘ἐνδέχεται μηδενί’ δι’ ἑαυτὴν μάχεται ἔχουσα ἀντικείμενον τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· ἡ δ’ ‘ἐνδέχεται παντί’ ὡς ἰσοδυναμοῦσα τῇ ‘ἐνδέχεται μηδενί’. πάλιν τῇ ‘ἀνάγκῃ μὴ παντί’ μάχεται μὲν δι’ ἑαυτὴν ἡ ‘ἐνδέχεται παντί’, διὰ ταύτην δὲ καὶ ἡ ‘ἐνδέχεται μηδενί’ ὡς ἰσοδυναμοῦσα. εἰ τοίνυν αἱ δύο καθόλου τοῦ ἐνδεχομένου προτάσεις ἑκατέρᾳ τῶν μερικῶν τοῦ ἀναγκαίου ἀντίκεινται ὡς ἰσοδυναμοῦσαι, ἐὰν ἀντὶ τῆς ἐνδεχομένης καθόλου ἀποφατικῆς μεταλάβωμεν τὴν ‘ἐνδέχεται παντί’ ὡς ἰσοδυναμοῦσαν, οὐκ ἀπάξομεν εἰς ἄτοπον τὸν λόγον μεταληφθείσης τῆς ‘ἐνδέχεται μηδενί’ εἰς τὴν ‘ἐνδέχεται παντί’, εἴπερ ἰσοδυναμοῦσι.1 γίνεται γὰρ συλλογιστικὸν τὸ σχῆμα· οἷον τὸ Α παντὶ τῷ Β ὑπαρχέτω· λέγομεν ὅτι τὸ Β τινὶ τῷ Α ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, εἶτα ὑποθώμεθα τὸ ‘ἐνδέχεται μηδενί’, μεταληφθείη δὲ τοῦτο εἰς τὸ ‘ἐνδέχεται παντί’, οἷον ὅτι τὸ Β ἐνδέχεται παντὶ τῷ Α, καὶ ἀντιστρέψαντες εἴπωμεν ‘καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται’, εἶτα συναγάγωμεν τὸ αὐτὸ καὶ παντὶ καὶ τινί, οὐδὲν ἄτοπον συνάγομεν· τὸ γὰρ παντὶ ὑπάρχον, τοῦτο καὶ τινὶ ὑπάρχειν πᾶσα ἀνάγκη. διὰ ταῦτά φαμεν ἀκριβεστέραν εἶναι τὴν ἑτέραν γραφὴν τὴν λέγουσαν εἰ γὰρ μὴ ἀνάγκη, τουτέστιν εἰ μὴ ἀνάγκη τὸ Β τινὶ τῷ Α ὑπάρχειν, δηλονότι ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Α ἀνάγκη οὐδενὶ τῷ Β· τοῦτο γὰρ δέδεικται, ὅτι ἡ καθόλου ἀναγκαία ἀποφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφει· ἦν δὲ καὶ τινί· τὸ αὐτὸ καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον.
“因为如果不必然,那么Α也不会出于必然属于任何一个Β。” 在这一处传流着不同的异文。因为某些抄本是这样作的:“因为如果可能不属于任何”;然而更为准确的抄本则作“因为如果不必然”。那么,如果是前一种异文,我们将说,亚里士多德同样是将模态与模态相对立、量与量相对立、质与质相对立。但是这样一种异文并不准确;因为从这一假定中完全推导不出他所希望展示的任何不可能的事情。如何以及以何种方式推导不出呢?我说,可能命题中的全称命题——我指的是严格意义上的可能命题——彼此是等值的;因为凡是可能属于所有的,也可能不属于任何;例如,可能所有人都沐浴,也可能没有任何人沐浴,反之亦然。而这些可能命题中的全称命题与必然命题中的每一个特称命题都相冲突。例如我所指的究竟是什么?与“必然属于某个”相冲突的,是在一切方面与其相对立的“可能不属于任何”;但“可能属于所有”也与之相冲突。然而,“可能不属于任何”是由于自身而相冲突,具有模态对立于模态、量对立于量、质对立于质;而“可能属于所有”则是作为与“可能不属于任何”等值而相冲突。同样,与“必然不属于所有”相冲突的,一方面由于自身是“可能属于所有”,另一方面通过这一命题,“可能不属于任何”也作为等值而相冲突。那么,如果可能命题中的两个全称命题由于彼此等值而与必然命题中的每一个特称命题相对立,如果我们取“可能属于所有”作为等值命题来代替可能全称否定命题,那么如果它们确实等值,在“可能不属于任何”被替换为“可能属于所有”时,我们并不会把论述引向荒谬。因为这一式会变得能够进行推论:例如,设Α属于所有Β;我们说,Β属于某个Α;因为如果这是假的,我们进而假定“可能不属于任何”,而这一命题被替换为“可能属于所有”,例如Β可能属于所有Α,并且换位之后我们说“Α也可能属于某个Β”,然后我们推导出同一事物既属于所有又属于某个,我们并没有推导出任何荒谬之事;因为凡属于所有的,完全必然也属于某个。由于这些原因,我们说另一异文更为准确,即说“因为如果不必然”,也就是如果Β不必然属于某个Α,显然必然不属于任何;所以Α也出于必然不属于任何Β;因为这一点已被证明,即全称必然否定命题自身可以换位;但它原先也属于某个;因此同一事物既属于某个又不属于任何,这是荒谬的。
"Τὸ δ’ ἐν μέρει στερητικὸν οὐκ ἀντιστρέφει διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ πρότερον εἴπομεν." Τὸ ῥησείδιον τοῦτο δοκεῖ ὑπὸ τοῦ φιλοσόφου εἰρῆσθαι ὡς αἰτίαν αὐτοῦ ἀποδεδωκότος2 δι’ ἣν οὐκ ἀντιστρέφει ἡ μερικὴ στερητική. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· οὐδαμοῦ γὰρ φαίνεται ἀποδεδωκὼς αἰτίαν δι’ ἣν οὐκ ἀντιστρέφει ἡ μερικὴ ἀποφατική· ἀλλὰ μᾶλλον αἰτίαν ἐκάλεσε τὸ παράδειγμα τὸ ἀνωτέρω παρ’ αὐτοῦ εἰρημένον, ἔνθα ἔλεγεν “οὐ γὰρ εἰ ἄνθρωπος μὴ παντὶ ζῴῳ, καὶ τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ”.
“而局部的否定命题则由于我们在先前也说过的同一原因而不能换位。” 这句简短的话似乎是由这位哲学家说出的,仿佛他自己已经给出了特称否定命题之所以不能换位的原因。但这并不是真实的;因为他似乎绝没有在任何地方给出过特称否定命题不能换位的原因;相反,他是把他自己在上文中所陈述的例子称为“原因”,在那里他说“因为并不是如果人[不属于]所有动物,动物也就不属于所有人”。
- 1.34οὐκ ἀπάξομεν εἰς ἄτοπον τὸν λόγον μεταληφθείσης τῆς ‘ἐνδέχεται μηδενί’ εἰς τὴν ‘ἐνδέχεται παντί’, εἴπερ ἰσοδυναμοῦσι.
独立属格 μεταληφθείσης τῆς ‘ἐνδέχεται μηδενί’ εἰς τὴν ‘ἐνδέχεται παντί’ 重复并具体化了前面的条件从句 ἐὰν ... μεταλάβωμεν,作为主节动词 οὐκ ἀπάξομεν 的附带条件或理由(“即使/一旦进行了这种替换”)。
- 1.35ὡς αἰτίαν αὐτοῦ ἀποδεδωκότος
带有表示主观理由或表面假象的连词 ὡς 的独立属格结构。代词 αὐτοῦ 指亚里士多德,充当 ἀποδεδωκότος 的逻辑主语,意为“仿佛他自己已经给出了原因一样”。
