← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§55.23-57.13

必然命题与可能命题的对立及可能物的定义

斐洛波诺斯从推论必须得出确定结论的角度,解释了为何亚里士多德在《前分析篇》中不同于《解释篇》而将全称必然否定命题与可能命题相对立,并通过可能物的定义(假定其已实现)论证了归谬法中对尚未证明的特称可能命题换位的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#3

ἐνταῦθα δέ, ἐπειδὴ περὶ ἀντιστροφῆς διαλέγεται ὡς συμβαλλομένης αὐτῷ εἰς τὸν περὶ συλλογισμῶν λόγον, ἐν δὲ τοῖς συλλογισμοῖς ὡρισμένα δεῖ τὰ συμπεράσματα συνάγεσθαι, αἱ δὲ ἀποφάσεις αἱ ἐν τῷ Περὶ ἑρμηνείας ἀόριστοι ἦσαν (ἕνα μὲν γὰρ τρόπον ἀνεῖλον, τῶν δὲ ἄλλων οὐδένα ὡρισμένως εἰσῆγον· οἷον ἡ λέγουσα ‘οὐκ ἀνάγκη παντί’ ἕνα μὲν τρόπον ἀνεῖλε, τὸν ἀναγκαῖον· φησὶ γὰρ ὅτι οὐκ ἀληθὲς τὸ ἐξ ἀνάγκης παντὶ ὑπάρχειν· οὐδὲν δὲ ὡρισμένον εἰσήγαγεν· οὔτε γὰρ εἰ ἐνδεχομένως ὑπάρχει δηλοῖ, οὔτε εἰ ὑπαρχόντως, οὔτε εἰ ὅλως μὴ ὑπάρχει, ἀλλὰ τοσοῦτον μόνον τὸ ἀναγκαῖον ἀνεῖλεν· ἡ δέ γε ἐνταῦθα παραδιδομένη ἀπόφασις ἡ ‘ἀνάγκη μηδενί’ ὡρισμένη ἐστὶ τὴν ὅλην ἀναιροῦσα πρότασιν τὴν ‘ἀνάγκη παντί’), ἐπειδὴ τοίνυν ὡρισμένων οὐσῶν τῶν προτάσεων ὡρισμένον συνάγεται καὶ τὸ συμπέρασμα, ἀορίστων δὲ ἀόριστον, δεῖ δὲ τοὺς συλλογισμούς, ὡς εἴρηται, ὡρισμένα συνάγειν τὰ συμπεράσματα, διὰ τοῦτο ταύταις ἐχρήσατο1 ἐνταῦθα ταῖς προτάσεσι. Τούτου λυθέντος λέλυται καὶ ἡ τρίτη ἀπορία ἡ λέγουσα τί δήποτε τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρώμενος ἀντιτίθησι τῇ ἀναγκαίᾳ καθόλου ἀποφατικῇ τὴν μερικὴν καταφατικὴν ἐνδεχομένην καὶ οὐχὶ τὴν ἀναγκαίαν μερικὴν καταφατικήν, καὶ τίς ἡ ἀνάγκη τὴν ἀναγκαίαν διὰ τῆς ἐνδεχομένης δείκνυσθαι. ἐκ τῶν εἰρημένων πρόδηλον τούτου τὸ αἴτιον· ἐπειδὴ γὰρ εἶπεν ὅτι ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατικὴ ἀναγκαία, εἶτα τοῦτο τῇ εἰς ἄτοπον ἀπαγωγῇ δεῖξαι βούλεται, εἰκότως ὑποτίθεται τὴν κατὰ πάντα αὐτῇ ἀντικειμένην, καὶ κατὰ τὸν τρόπον καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, καὶ δείκνυσι ταύτῃ ἄτοπόν τι ἀκολουθοῦν, ἵνα οὕτως ἐκείνην πιστώσηται. Πρὸς δὲ τὸ λοιπὸν τῶν ἠπορημένων, λέγω δὴ πῶς ἐχρήσατο τῇ ἐνδεχομένῃ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω δείξας τοῦτο (εἶπε γὰρ εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τῷ Β τινὶ ἐνδέχοιτο ἄν), ἐροῦμεν ὅτι τὸ ἐνδεχόμενον αὐτὸς ὁρίζεται λέγων οὕτως “ἐνδεχόμενόν ἐστιν οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”.2 εἰ τοίνυν οὗτος ὁ ὅρος ἐστὶ τοῦ ἐνδεχομένου, ἐὰν τὸ ἐνδεχόμενον ὡς ἐκβὰν λάβωμεν, οὐκέτι ἐστὶν ἐνδεχόμενον ἀλλὰ ὑπάρχον. ἐὰν οὖν ὑποθώμεθα τὴν ἐνδεχομένην μερικὴν καταφατικὴν ἐκβᾶσαν, γίνεται ὑπάρχουσα καὶ οὐκ ἐνδεχομένη. ἡ δὲ μερικὴ καταφατικὴ ὑπάρχουσα ἐδείχθη ἀντιστρέφουσα πρὸς ἑαυτήν· καὶ ἡ μερικὴ ἄρα ἐνδεχομένη καταφατικὴ μεταληφθεῖσα εἰς τὴν ὑπάρχουσαν ἀντιστρέφοι ἂν πρὸς ἑαυτήν. ἡ δὲ ὑπόθεσις αὕτη, εἰ καὶ μὴ ἀληθής, λέγω δὴ τοῦ τὴν ἐνδεχομένην δεδόσθαι ὡς ἐκβεβηκυῖαν,3 ἀλλ’ οὖν οὐκ ἀδύνατος. ἡ μὲν γὰρ ἀδύνατος πάντως καὶ ψευδής, οὐχ ἡ ψευδὴς δὲ πάντως καὶ ἀδύνατος· οἷον ἀδύνατον τὸν ἄνθρωπον πτερὰ ἔχειν· τοῦτο καὶ ψεῦδος· τὸ δὲ τὸν Σωκράτην μοιχεύειν ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. ὥστε εἰ καὶ ψευδὴς ἡ ὑπόθεσις ἡ λέγουσα ‘δεδόσθω τὸ ἐνδεχόμενον ἐκβῆναι’, ἀλλ’ οὐκ ἀδύνατος. ἔστιν οὖν ὁ πᾶς λόγος, ἵνα ὡς ἀναλαβὼν εἴπω, τοιοῦτος· τὸ Α ἐξ ἀνάγκης τῷ Β μηδενὶ ὑπαρχέτω· λέγω ὅτι οὐδὲ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον, λέγω δὴ τὸ ‘ἐνδέχεται τινὶ τῷ Α τὸ Β ὑπάρχειν’. ἀλλ’ ἐπειδὴ ἐνδεχόμενόν ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”, δεδόσθω ἐκβῆναι τὸ ἐνδεχόμενον καὶ μηδὲν ἀδύνατον ἀκολουθείτω, εἴπερ ἀληθὴς ἡ ὑπόθεσις. ἐπειδὴ δὲ τὸ ἐνδεχόμενον, ἐπειδὰν ἐκβῇ, οὐκέτι ἐστὶν ἐνδεχόμενον ἀλλὰ ὑπάρχον, ὑπαρχέτω τὸ Β τινὶ τῷ Α. ἀλλ’ ἐδείχθη ἡ ὑπάρχουσα μερικὴ καταφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα· καὶ τὸ Α ἄρα τινὶ τῷ Β ὑπάρχει. ὑπέκειτο δὲ καὶ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν· τὸ αὐτὸ ἄρα καὶ τινὶ ὑπάρχει καὶ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει, ὅπερ ἐστὶν ἀδύνατον. τὸ ἀδύνατον δὲ ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ ‘ἐνδέχεται τινί’· οὐκοῦν τοῦτο ψεῦδος, ἐπειδὴ τῷ ἀληθεῖ οὐδέποτε ἀδύνατον ἀκολουθεῖ. εἰ τοίνυν ψεῦδος τὸ ‘ἐνδέχεται τινί’, ἀληθὲς ἄρα τὸ ἀντικείμενον, λέγω δὴ τὸ ‘ἀνάγκη μηδενί’. ἐδείχθη ἄρα ἡ καθόλου ἀναγκαία ἀποφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν ἐπιλελύσθωσαν αἱ κατὰ τὸν τόπον ἀπορίαι. τὰ δ’ ἑξῆς λοιπὸν ἐπισκεπτέον.

但在这里,由于他探讨换位是将其作为有助于关于推论的论述,而在推论中必须推导出确定的结论,而《解释篇》中的否定命题则是无定的(因为它们取消了一种模态,却没有确定地引入其他任何模态;例如,说“不必然属于所有”的命题取消了一种模态,即必然模态;因为它是说,出于必然属于所有并非是真实的;但它没有引入任何确定的东西;因为究竟是可能地属于,还是事实地属于,抑或完全不属于,它都未表明,而仅此而已,取消了必然;然而这里所传授的否定命题“必然不属于任何”则是确定的,取消了“必然属于所有”这整个命题),既然前提是确定的,结论推导出来也是确定的,而前提是无定的,结论也是无定的,并且正如已经说过的,推论必须推导出确定的结论,因此他在这里使用了这些命题。 随着这一难点的解决,第三个难点也迎刃而解了,即问:他究竟为何在使用归谬法时,将特称肯定可能命题而不是特称肯定必然命题与全称必然否定命题相对立,以及必然命题通过可能命题来证明究竟有何必然性?根据已经阐明的内容,这一原因是不言而喻的。因为既然他说全称否定必然命题自身可以换位,随后又希望通过归谬法证明这一点,那么合乎情理的是,他设定在所有方面——在模态上、在量上以及在质上——与之相对立的命题,并证明由这一命题会得出某种荒谬的结论,从而以此确立那一命题。 而对于所质疑事项的其余部分,我指的是,在尚未证明特称肯定可能命题可以换位的情况下,他究竟如何将其作为可以换位的命题来使用(因为他说:“因为如果可能属于某个,那么Α也可能属于某个Β”),我们将说,他自己如此定义可能物,说:“可能物是这样一种东西:在它本身不是必然的,但被设定时,没有任何不可能的事情随之发生。”那么,如果这是可能物的定义,如果我们把可能物当作已经发生的事态来采纳,它就不再是可能的,而是事实的。因此,如果我们假定特称肯定可能命题已经发生,它就变成了事实命题,而不是可能命题。而事实特称肯定命题已被证明能够自身换位;因此,特称肯定可能命题被转换为事实命题后,也能够自身换位。 而这一假定,即使并非真实——我指的是假定可能命题作为已经发生的而成立——但无论如何并不是不可能的。因为不可能的事情无论如何也是假的,但假的事情并不无论如何都是不可能的;例如,人长翅膀是不可能的;这同时也是假的;但苏格拉底通奸虽然是假的,却并非不可能。因此,即使说“假定可能物已经发生”这一假定是假的,却并非不可能。 因此,整个论证,为了概括地表述,乃是这样的:设Α出于必然不属于任何Β;我说,Β也出于必然不属于任何Α;因为如果这是假的,其对立面就是真的,即“可能Β属于某个Α”。但是,既然可能物是“在它本身不是必然的,但被设定时,没有任何不可能的事情随之发生”,那么就设定可能物已经发生,并且如果这一假定是真的,就没有任何不可能的事情随之发生。但既然可能物一旦发生,就不再是可能的,而是事实的,那么设Β属于某个Α。但事实特称肯定命题已被证明可以自身换位;因此Α也属于某个Β。但先前假定了它出于必然不属于任何;因此同一事物既属于某个,又出于必然不属于任何,这是不可能的。而这一不可能的结果是由于假定了“可能属于某个”而随之发生的;所以这是假的,因为对于真理而言绝不可能随之得出不可能的结果。那么,如果“可能属于某个”是假的,其对立面,即“必然不属于任何”,便是真的。因此,全称必然否定命题被证明可以自身换位,这正是所要证明的。因此,关于这一段落的诸难点就如此解决了吧。接下来必须考察随后的内容。

语法注3 条
  1. 1.32ἐνταῦθα δέ, ἐπειδὴ περὶ ἀντιστροφῆς διαλέγεται ... ἐπειδὴ τοίνυν ... διὰ τοῦτο ταύταις ἐχρήσατο

    长大的重述句式:句首 ἐνταῦθα δέ 之后的 ἐπειδὴ 原因从句因较长的插入性解释(αἱ δὲ ἀποφάσεις...)而中断,随后通过 ἐπειδὴ τοίνυν 重新承接,最终引出主句 διὰ τοῦτο ταύταις ἐχρήσατο ἐνταῦθα ταῖς προτάσεσι。

  2. 1.32οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ

    源自亚里士多德《前分析篇》卷一第13章(32a18–20)关于可能物的定义。关系代词属格 οὗ 作为两个独立属格结构 μὴ ὄντος ἀναγκαίου(“本身非必然”)和 τεθέντος δὲ(“但被设定时”)的逻辑主语。

  3. 1.32λέγω δὴ τοῦ τὴν ἐνδεχομένην δεδόσθαι ὡς ἐκβεβηκυῖαν

    带冠词的属格不定式短语 τοῦ ... δεδόσθαι 充当说明性属格,用以同格补充说明前面主语短语 ἡ δὲ ὑπόθεσις αὕτη 的具体内容(“即假定可能命题作为已发生的而成立”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:55.23-57.13