- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:53.27-55.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯比较了对必然命题对立的两种方式(《解释篇》中仅否定模态本身,与本当下篇章中同时反转质、量和模态),并通过证明两者的等值性来论护两部著作的融通与完备。
τί οὖν ἡμεῖς λέγομεν; ὅτι τὰς ἀντιθέσεις τῶν ἀναγκαίων προτάσεων διχόθεν ἔστι λαβεῖν· λαμβάνονται γὰρ αἱ ἀντικείμεναι προτάσεις ἢ ὡς τὸν τρόπον μόνον ἀναιροῦσαι ἢ ὡς ὅλην τὴν πρότασιν. οἷον τί λέγω; τῇ λεγούσῃ ‘ἀνάγκη παντί’ ἀντίκειται ὡς μὲν κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ἡμῖν παραδεδομένα ἡ ‘οὐκ ἀνάγκη παντί’, ἥτις οὐ τὴν ὅλην πρότασιν ἀνεῖλεν ἀλλὰ μόνον τὸν ἀναγκαῖον τρόπον. τί γάρ φησιν; ὅτι κακῶς εἶπεν ἡ κατάφασις ὅτι ἐξ ἀνάγκης παντί· ἐγὼ γὰρ λέγω ὅτι οὐκ ἐξ ἀνάγκης παντί. καὶ ἀναιροῦσα τοσοῦτον μόνον, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀόριστον ἡμῖν τὸ λοιπὸν καταλιμπάνει· πῶς γὰρ ὑπάρχει παντί, λέγω δὴ κατὰ ποῖον τρόπον, ἢ εἰ οὐδὲ ὅλως ὑπάρχει παντί, οὐκέτι προστίθησιν. αὕτη μὲν οὖν μία ἀντίθεσις τῆς ἀναγκαίας καθόλου καταφατικῆς κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ἡμῖν παραδεδομένα. ἑτέρα δὲ ἀντίθεσις, καθὼς ἐνταῦθα ἡμῖν παραδίδωσιν, αὕτη· ἐπειδὴ ἐν τῇ καθόλου ἀναγκαίᾳ καταφατικῇ προτάσει ἐστὶ καὶ ποσὸν τὸ καθόλου καὶ ποιὸν τὸ καταφατικὸν καὶ τρόπος ὁ ἀναγκαῖος, ἡ κυρίως ἀντικειμένη ταύτῃ εἴη ἂν ἡ κατὰ πάντα αὐτῇ ἐναντιουμένη, καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸν τρόπον· ὥστε οὔσης ταύτης καθόλου ἐκείνη ἔσται μερική, ταύτης καταφατικῆς ἐκείνη ἀποφατική, ταύτης ἀναγκαίας ἐκείνη ἐνδεχομένη.1 καθόλου οὖν λέγομεν ὅτι, ἐὰν τὴν κατὰ πάντα ἀντικειμένην τινὶ προτάσει βουλώμεθα λαβεῖν, δεῖ ἀντιθεῖναι ποσὸν ποσῷ, ποιὸν ποιῷ, τρόπον τρόπῳ. ὥστε συνελόντι εἰπεῖν ἀντίκειται τῇ ‘ἀνάγκη παντί’ ὡς μὲν κατὰ τὰ ἐν τῷ Περὶ ἑρμηνείας ‘ἡ οὐκ ἀνάγκη παντί’, ὡς δὲ κατὰ τὰ ἐνταῦθα ἡ ‘ἐνδέχεται μὴ παντί’, καὶ πάλιν τῇ ‘ἀνάγκη τινί’, ὡς μὲν ἐκεῖ, ἡ ‘οὐκ ἀνάγκη τινί’, ὡς δὲ ἐνταῦθα ἡ ‘ἐνδέχεται μηδενί’. τί οὖν φαμεν; δύο μιᾷ ἀντίκεινται. οὕτως ἄδικος ἡ φύσις ὡς ἀντιτάξαι ἑνὶ δύο;2 λέγομεν ὅτι ἀντίκεινται μιᾷ δύο οὐχ ὡς μαχόμεναι ἀλλ’ ὡς ἰσοδυναμοῦσαι· τῇ γὰρ ‘οὐκ ἀνάγκη παντί’ ἡ ‘ἐνδέχεται μὴ παντί’ ἰσοδυναμεῖ· ὃ γὰρ οὐκ ἀνάγκη παντί, τοῦτο ἐνδέχεται μὴ παντί· οἷον εἰ οὐκ ἀνάγκη παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν, ἐνδέχεται μὴ παντὶ ὑπάρχειν. πάλιν τῇ ‘οὐκ ἀνάγκη τινί’ ἡ ‘ἐνδέχεται μηδενί’ ἰσοδυναμεῖ· εἰ γὰρ οὐκ ἐξ ἀνάγκης τινὶ ἀνθρώπῳ ὑπάρχει τὸ λούεσθαι, ἐνδέχεται μηδενὶ ὑπάρχειν. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως δείξομεν τὰς τῇ μιᾷ ἀντικειμένας ἰσοδυναμούσας ἀλλήλαις. σκόπει οὖν ὡς πᾶσαι ἡμῖν διὰ τούτων παραδίδονται αἱ προτάσεις, αἵ τε ἐν τῷ Περὶ ἑρμηνείας καὶ αἱ ἐνταῦθα, ὥστε μὴ εἶναι ἐλλιπὲς μηδέτερον τῶν βιβλίων ἰσοδυναμουσῶν τούτων ἀλλήλαις. εἰ γὰρ τῇ ‘ἐνδέχεται τινί’ μερικῇ οὔσῃ καταφατικῇ ἐνδεχομένῃ ἀντίκειται3 μέν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν, ἡ ‘οὐκ ἐνδέχεται τινί’ μερικὴ οὖσα ἐνδεχομένη ἀποφατική, ἰσοδυναμεῖ δὲ ταύτῃ ἡ ‘ἀνάγκη μηδενί’, ἥτις καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸν τρόπον ἀντίκειται τῇ ‘ἐνδέχεται τινί’, δῆλον ὅτι ὡς καθόλου ἀναγκαία ἀποφατικὴ οὕτως ἀντίκειται. καλῶς ἄρα ἐνταῦθα ὡς ἀπόφασιν αὐτὴν παραλαμβάνει, ἥτις εἰ καὶ τῷ σχήματί ἐστι καταφατική, ἀλλ’ οὖν δύναμιν ἔχει ἀποφάσεως, ὡς καὶ αὐτοῦ ἐφεξῆς λέγοντος ἀκουσόμεθα· εἰ γὰρ δύναμιν εἶχε καταφάσεως, οὐκ ἂν ἐμάχετο κατὰ πάντα τῇ ‘ἐνδέχεται τινί’ καταφάσει καὶ αὐτῇ οὔσῃ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἐροῦμεν. εἰ τοίνυν ἰσοδυναμοῦσιν αἵ τε ἐκεῖσε παραδεδομέναι ἡμῖν καὶ αἱ ἐνταῦθα ἀποφάσεις, τί δήποτε ἢ ἐκεῖσε τῶν ἐνταῦθα παραδιδομένων ὡς ἀποφάσεων οὐκ ἐμνήσθη ἢ ἐνταῦθα τῶν ἐκεῖσε; λέγομεν ὅτι ἐν μὲν τῷ Περὶ ἑρμηνείας ἑνὶ λόγῳ παραδοῦναι βουλόμενος τὰς μαχομένας ταῖς καταφάσεσιν ἀποφάσεις εἶπεν, ὅτι δεῖ τῷ τρόπῳ προστιθέναι τὴν ἄρνησιν καὶ ποιεῖν ἐκ τῶν καταφάσεων τὰς μαχομένας αὐταῖς ἀποφάσεις. τοῦτο δὲ ἐποίησε, διότι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἰσοδυναμοῦσιν αἱ ἀποφάσεις ταῖς καταφάσεσι, ὅταν μὴ πρὸς τῷ τρόπῳ τὸ ἀρνητικὸν μόριον ᾖ· ἐνδέχεται γὰρ πάντα ἄνθρωπον λούεσθαι, καὶ ἐνδέχεται μηδένα ἄνθρωπον λούεσθαι, καὶ ἀμφότερα ἀληθεύει καὶ οὐκ ἀντιφάσκουσιν ἀλλήλαις. ἐκεῖ μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτω ποιεῖ ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις, ἵνα τὰς ἀντιφατικῶς ἀντικειμένας καθ’ ἕκαστον τρόπον παραδῷ.
那么我们怎么说呢?我们说,必然命题的对立可以从两方面来把握;因为对立命题被采纳,要么是作为仅仅否定模态的,要么是作为否定整个命题的。例如,我是什么意思呢?对于说“必然属于所有”的命题,按照在《解释篇》中传授给我们的内容,与其对立的是“不必然属于所有”,它并未否定整个命题,而仅仅否定了必然模态。因为它说了什么呢?它说肯定命题称“必然地属于所有”是不正确的,因为我说“并非必然属于所有”。并且它仅仅否定了这么一点,即“并非出于必然”,而将其余部分留给我们作为无定的;因为究竟如何属于所有,我指的是依何种模态,或者是否根本完全不属于所有,它都不再加以补充。因此,按照在《解释篇》中传授给我们的内容,这是必然全称肯定命题的一种对立。 而另一种对立,正如他在这里向我们传授的,是这样的:既然在全称必然肯定命题中,既有作为全称的量,又有作为肯定的质,还有作为必然的模态,那么严格说来与此对立的,应当是在所有方面都与之相反的命题,即在质上、在量上以及在模态上都相反;因此,这一命题是全称的,那一命题就是特称的;这一命题是肯定的,那一命题就是否定的;这一命题是必然的,那一命题就是可能的。因此我们普遍地说,如果我们希望获得在所有方面都与某一命题相对立的命题,就必须以量对立量,以质对立质,以模态对立模态。因而简而言之,对于“必然属于所有”,按照《解释篇》中的内容,与之对立的是“不必然属于所有”,而按照这里的内容,则是“可能不属于所有”;再次,对于“必然属于某个”,按照那里的内容,是“不必然属于某个”,而按照这里的内容,则是“可能不属于任何”。 那么我们怎么说呢?两个命题与一个命题相对立吗?难道自然竟如此不公,以至于使两个命题与一个相对立?我们说,两个命题与一个相对立,并非作为彼此争斗的,而是作为等值的;因为对于“不必然属于所有”,“可能不属于所有”是等值的;因为凡是不必然属于所有的,这便可能不属于所有;例如,如果白色不必然属于每个人,便可能不属于所有人。再次,对于“不必然属于某个”,“可能不属于任何”是等值的;因为如果沐浴并非出于必然属于某个人,便可能不属于任何人。并且在其余情况下,我们亦将同样证明与同一个命题对立的两个命题彼此等值。 因此请看,通过这些,所有的命题是如何传授给我们的,无论是《解释篇》中的还是这里的,从而由于它们彼此等值,两部著作就都不是残缺的。因为,如果对于作为特称肯定可能命题的“可能属于某个”,正如他在《解释篇》中所说,与之对立的是作为特称否定可能命题的“不可能属于某个”,而与此等值的是“必然不属于任何”,后者在量上、在质上以及在模态上都对立于“可能属于某个”,那么显然,它是作为全称必然否定命题而如此对立的。因此,他在这里将其作为否定命题采纳是完全正确的,这一命题即使在形式上是肯定的,却具有否定命题的力量,正如我们也将听到他在接下来所说的那样;因为如果它具有肯定命题的力量,它就不会在所有方面与本身亦为肯定的“可能属于某个”相争斗了。在其余情况下我们亦将同样论述。 既然传授给我们的那里的否定命题与这里的否定命题是等值的,那么他究竟为何要么在那里未曾提及这里作为否定命题传授的内容,要么在这里未曾提及那里的内容呢?我们说,在《解释篇》中,他希望用一个统一的原则来传授与肯定命题相争斗的否定命题,因而说应当将否定词加在模态上,并由肯定命题构成与之相争斗的否定命题。而他之所以这样做,是因为在可能质料中,只要否定词不加在模态上,否定命题就与肯定命题等值;因为“可能每个人都沐浴”与“可能没有一个人沐浴”,这两者都是真的,且彼此并不矛盾。因此在那部著作中,出于这一原因,他如此由肯定命题构成否定命题,以便传授在每一种模态下矛盾对立的命题。
- 1.32ὥστε οὔσης ταύτης καθόλου ἐκείνη ἔσται μερική, ταύτης καταφατικῆς ἐκείνη ἀποφατική, ταύτης ἀναγκαίας ἐκείνη ἐνδεχομένη
由 ὥστε 引导的一组连续的属格独立结构(οὔσης ταύτης καθόλου / [οὔσης] ταύτης καταφατικῆς / [οὔσης] ταύτης ἀναγκαίας)与主句(ἐκείνη ἔσται μερική / [ἐκείνη ἔσται] ἀποφατική / [ἐκείνη ἔσται] ἐνδεχομένη)构成的平行结构。在第二和第三个并列从句中,分词 οὔσης 和动词 ἔσται 被省略,指示代词 αὕτη(原来的全称命题)与 ἐκείνη(对立命题)形成了严整的对应。
- 1.32οὕτως ἄδικος ἡ φύσις ὡς ἀντιτάξαι ἑνὶ δύο;
由 οὕτως... ὡς 加不定式(ἀντιτάξαι)构成的程度/结果句结构。全句作为疑问句提出,构成反问:“自然竟如此不公,以至于使两者与一者相对立吗?”
- 1.32εἰ γὰρ τῇ ‘ἐνδέχεται τινί’ μερικῇ οὔσῃ καταφατικῇ ἐνδεχομένῃ ἀντίκειται μέν... ἰσοδυναμεῖ δὲ ταύτῃ ἡ ‘ἀνάγκη μηδενί’... δῆλον ὅτι ὡς καθόλου ἀναγκαία ἀποφατικὴ οὕτως ἀντίκειται
由条件连词 εἰ 引导的长复合句,其条件从句(前件)内部包含由 μέν 和 δέ 构成的并列对比:一方面(ἀντίκειται μέν),另一方面(ἰσοδυναμεῖ δὲ ταύτῃ)。主句(后件)则由无人称表达式 δῆλον ὅτι(“显而易见……”)引入。关系分句 ἥτις... ἀντίκειται 修饰主语 ἡ ‘ἀνάγκη μηδενί’。
