- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:52.1-53.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯探讨了25a29中关于必然模态命题换位的证明,提出了与《解释篇》表述差异(有无量词、肯定与否定的处理)以及对立命题选择相关的若干疑问,解答了关于量词的第一条疑问,并批驳了关于肯定与否定之区分的先前学说。
" Εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν· εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχοιτο ἄν." Ἐνταῦθα γενομένους ἡμᾶς δεῖ ζητῆσαι τίνος χάριν ἐν μὲν τῷ Περὶ ἑρμηνείας οὐκ ἐμνημόνευσε τούτων τῶν προτάσεων ὁ Ἀριστοτέλης, λέγω δὲ τῆς ‘ἀναγκαῖον μηδενὶ εἶναι’ καὶ τῆς ‘ἀναγκαῖον παντὶ εἶναι’ καὶ τῆς ‘ἐνδέχεται μηδενὶ εἶναι’ καὶ τῆς ‘ἐνδέχεται παντὶ εἶναι’, ὁμοίως δὲ καὶ ἐπὶ τῶν μερικῶν, ἀλλ’ ἐκεῖ μὲν ὡς περὶ ἀπροσδιορίστων καὶ μόνων ποιεῖται τὸν λόγον, εἰρηκὼς δυνατὸν εἶναι, ἐνδεχόμενον εἶναι, οὐκ ἀδύνατον εἶναι, οὐκ ἀναγκαῖον εἶναι, δυνατὸν μὴ εἶναι, καὶ παρακατιών, ὅπου δὴ καὶ τὰς ἀκολουθούσας ἀλλήλαις ἐζήτει, ὡς περὶ ἀπροσδιορίστων διαλέγεται εἰρηκὼς “τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ μὴ ἐνδεχομένῳ ἀκολουθεῖ”, ἐν δὲ τῇ προκειμένῃ πραγματείᾳ ὡς περὶ προσδιωρισμένων προτάσεων τῶν μετὰ τρόπου διαλέγεται. δεῖ δὲ πάλιν καὶ τοῦτο ζητῆσαι, πῶς τὰς προτάσεις, ἃς ἐν τῷ Περὶ ἑρμηνείας καταφάσεις εἶπεν, ἐνταῦθα ἀντὶ ἀποφάσεων παραλαμβάνει· τὴν γὰρ ‘ἀνάγκη μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὴ εἶναι’ καταφάσεις λέγων εἶναι ἐν τῷ Περὶ ἑρμηνείας (οἷς γὰρ ἄν, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσκατηγορῆται, κατάφασιν εὐθὺς ποιεῖ)1 ταύτας νῦν ἀποφάσεις φησί· βουλόμενος γὰρ δεῖξαι τὴν καθόλου ἀποφατικὴν τοῦ ἀναγκαίου τρόπου καὶ τοῦ ἐνδεχομένου ἀντιστρεφούσας2 ταύταις ἐχρήσατο, ἃς ὡς εἶπον καταφάσεις ἐν τῷ Περὶ ἑρμηνείας φησίν. ἔτι καὶ τοῦτο ζητοῦμεν, τί δήποτε τῇ ἀναγκαίᾳ καθόλου ἀποφατικῇ προτάσει μὴ ἀντέθηκε τὴν μερικὴν τοῦ ἀναγκαίου καταφατικὴν ἀλλὰ τὴν ἐνδεχομένην· εἰπὼν γὰρ εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν, εἶτα τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρήσασθαι βουλόμενος ἐπήγαγεν εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ οὐκ εἶπεν ‘εἰ γὰρ τινὶ ἀνάγκη’. καὶ ἔτι πρὸς τούτοις ζητητέον πῶς ἐχρήσατο τῇ τοῦ ἐνδεχομένου μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω δείξας περὶ αὐτῆς. λέγομεν οὖν πρὸς ταῦτα, καὶ πρότερόν γε πρὸς τὴν προτέραν ἀπορίαν τὴν λέγουσαν διὰ τί ἐν μὲν τῷ Περὶ ἑρμηνείας ὡς περὶ ἀπροσδιορίστων διαλέγεται, ἐνταῦθα δὲ ὡς περὶ προσδιωρισμένων. φαμὲν οὖν ὅτι ἐν μὲν τῷ Περὶ ἑρμηνείας ὡς πολλὴν ἀσάφειαν ἅμα καὶ βραχυλογίαν ἐπιτηδεύσας καὶ βουληθεὶς πολλὰ ἐν ὀλίγοις καὶ ἀσαφέσι περικλεῖσαι τοῦτο πεποίηκεν, ἡμῖν ἐπιτρέψας τὰ λοιπὰ προσυπακούειν. προδιδάξας γὰρ περὶ τῶν προσδιορισμῶν, εἶτα προελθὼν εἰς τὴν διδασκαλίαν τῶν μετὰ τρόπου προτάσεων ὡς μὲν περὶ προσδιωρισμένων αὐτῶν διαλέγεσθαι περιττὸν ἡγήσατο πλέον μηδὲν περὶ τῶν προσδιορισμῶν λέγειν ἔχων, ἁπλῶς δὲ ὡς μετὰ τρόπου περὶ αὐτῶν διαλέγεται. ἐνταῦθα δὲ γενόμενος καὶ περὶ γενέσεως συλλογισμῶν μέλλων διαλαμβάνειν οὐκ ἀνεκτὸν ἡγήσατο τοῦτο ποιῆσαι, ἵνα μή τις αὐτὸν ὑπολάβῃ τῷ ὄντι περὶ ἀπροσδιορίστων διαλέγεσθαι καὶ μόνων, καὶ ὅτι τοῖς προσδιορισμοῖς ἀκολούθως συνάγεται καὶ τὰ συμπεράσματα·3 ἄνευ μὲν γὰρ καθολικῆς προτάσεως συλλογιστικὸν οὐ γίνεται σχῆμα, μερικοῦ δὲ προσδιορισμοῦ ἐν ταῖς προτάσεσι παραληφθέντος καὶ τὸ συμπέρασμα μερικὸν συνάγεται, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀναγκαίως ἄρα οὐ περὶ ἀπροσδιορίστων μόνων ἀλλὰ καὶ ὡς προσδιωρισμένων διαλέγεται τῶν μετὰ τρόπου προτάσεων. οὕτω μὲν οὖν τὴν πρώτην ἀπορίαν ἀποκρουόμεθα. Καιρὸς δὲ λοιπὸν ἐπὶ τὴν ἑτέραν μετελθεῖν ζήτησιν τὴν λέγουσαν διὰ τί καταφάσεις ἐνταῦθα παραλαμβάνει ἀντὶ ἀποφάσεων. τινὲς μὲν οὖν πρὸς τοῦτο ἀπολογούμενοί φασιν ὅτι ἄλλο ἐστὶν ἀναγκαία ἀπόφασις καὶ ἄλλο ἀναγκαίας ἀπόφασις· ἀναγκαίας μὲν γάρ ἐστιν ἀπόφασις ἡ τὸν τρόπον μόνον ἀναιροῦσα, οἷον οὐκ ἀναγκαῖον τὸν ἄνθρωπον λευκὸν εἶναι· ἀναγκαία δὲ ἀπόφασις ἡ μὴ μόνον τὸν τρόπον ἀλλὰ καὶ τὴν ὅλην ἀναιροῦσα πρότασιν, οἷον ἀνάγκη τὸν ἄνθρωπον μὴ εἶναι λευκόν. ἐν μὲν οὖν τῷ Περὶ ἑρμηνείας, φασί, παραδέδωκεν ἡμῖν τὴν ἀπόφασιν τῆς ἀναγκαίας, ἐνταῦθα δὲ τὴν ἀναγκαίαν ἀπόφασιν. τοῦτο δὲ γλαφυρὸν μέν ἐστι τὸ θεώρημα οὐχ ἱκανὸν δὲ ἀποπληρῶσαι τὴν ἀπορίαν ἡμῶν. ζητήσομεν γὰρ πάλιν οὐδὲν ἧττον διὰ τί ἐν τῷ Περὶ ἑρμηνείας οὐ παραδέδωκε τὴν ἀπόφασιν τὴν ἀναγκαίαν ἢ ἐνταῦθα τὰ περὶ τῆς τοῦ ἀναγκαίου ἀποφάσεως· ἑκατέρα γὰρ οὕτως ἀτελὴς ἡ πραγματεία.
“因为如果Α必然不属于任何Β,则Β也必然不属于任何Α;因为如果可能属于某个,则Α也可能属于某个Β。” 到达此处,我们必须探究亚里士多德究竟出于何种原因在《解释篇》中未曾提及这些命题,我指的是“必然不属于任何”、“必然属于所有”、“可能不属于任何”以及“可能属于所有”,对于特称命题亦同样如此,反而在那部著作中仿佛仅就无定命题展开论述,说了“可能是”、“或许是”、“并非不可能”、“并非必然是”、“可能不是”,并且在下文中,即探讨彼此推承之处,亦仿佛就无定命题论述道“不可能与非不可能推承于或然、可能与非或然”;而在当下的论著中,他则仿佛就带有量词的模态命题展开论述。我们还必须再次探究这一点:他在《解释篇》中称为肯定命题的那些命题,在这里如何被用来代替否定命题。因为虽然他在《解释篇》中说“必然不是”和“可能不是”是肯定命题(他说,凡是“是”与“不是”作为附加谓词被述说者,便立即构成肯定命题),但他现在却称这些为否定命题;因为他希望证明必然模态和可能模态的全称否定命题换位,便使用了这些正如我所言在《解释篇》中被他称为肯定命题的东西。此外我们还要探究:他究竟为何没有将必然特称肯定命题与必然全称否定命题相对立,反而设立了可能命题?因为在说了“因为如果Α必然不属于任何Β,则Β也必然不属于任何Α”之后,接着为了使用归谬法,他附加上“因为如果可能属于某个”,而没有说“因为如果必然属于某个”。除这些之外,还应当探究:既然他尚未对可能特称肯定命题加以证明,又如何将它当作能够换位者来使用?因此我们针对这些问题作答,首先针对前一个疑问,即询问为何在《解释篇》中仿佛关于无定命题论述,而在这里则关于带有量词的命题论述。我们说,在《解释篇》中,他同时追求极度的隐晦与简练,并希望在简短而隐晦的言辞中包容诸多内容,因而如此行事,将剩余的内容留待我们自行补充理解。因为在预先讲授了量词之后,进而推进到模态命题的讲授时,由于关于量词已无更多可说,他便认为将它们作为带有量词者来论述是多余的,而是单纯地将它们作为模态命题来论述。但在到达此处且将要探讨三段论的生成时,他认为若如此行事则是不可接受的,以免有人以为他确乎仅仅是在论述无定命题,并且因为结论也是依照量词被推导出来的;因为若无全称命题便不会产生三段论的格,而如果在前提中采用了特称量词,结论也将作为特称命题被推导出来,其余情形亦同样如此。因此,他必然不仅将模态命题作为无定的,而且也作为带有量词的来论述。于是我们便以这种方式化解了第一个疑问。 现在是时候转向另一个探究了,即询问为何他在此处采用肯定命题来代替否定命题。对此作出辩解的某些人说,必然的否定命题是一回事,而必然命题的否定是另一回事;因为必然命题的否定是仅仅否定模态的,例如“人不必然是白色的”;而必然的否定命题则是不仅否定模态而且否定整个命题的,例如“人必然不是白色的”。因此他们说,在《解释篇》中他传授给我们的是必然命题的否定,而在这里则是必然的否定命题。这一观察固然精妙,却不足以解决我们的疑问。因为我们同样仍会追问,为何在《解释篇》中没有传授必然的否定命题,或者在这里为何没有传授关于必然命题的否定的内容;因为这样一来,两部论著就都成了不完备的了。
- 1.32οἷς γὰρ ἄν, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσκατηγορῆται, κατάφασιν εὐθὺς ποιεῖ
οἷς ἄν 是带有与格复数关系代词的普遍条件从句(“凡是被附加述说……的事物”)。主句动词 ποιεῖ 的主语可作非人称理解,或指代这种附加行为本身(或指亚里士多德本人),结构意为“便立即构成肯定命题”。
- 1.32βουλόμενος γὰρ δεῖξαι τὴν καθόλου ἀποφατικὴν τοῦ ἀναγκαίου τρόπου καὶ τοῦ ἐνδεχομένου ἀντιστρεφούσας
ἀντιστρεφούσας(阴性宾格复数分词)在形式上与单数的 τὴν καθόλου ἀποφατικὴν 呼应,但在意义上兼指必然模态与可能模态两者的全称否定命题,属于依据意义的复数一致(ad sensum),并呼应下文的复数 ταύταις。
- 1.32ἵνα μή τις αὐτὸν ὑπολάβῃ τῷ ὄντι περὶ ἀπροσδιορίστων διαλέγεσθαι καὶ μόνων, καὶ ὅτι τοῖς προσδιορισμοῖς ἀκολούθως συνάγεται καὶ τὰ συμπεράσματα
此结构由 οὐκ ἀνεκτὸν ἡγήσατο τοῦτο ποιῆσαι 引出。前半部分是否定目的从句(ἵνα μή τις ὑπολάβῃ,“以免有人以为……”),后半部分通过 καὶ 连接一个原因从句(ὅτι... συνάγεται,“并且因为……”),二者共同陈述其不采取该做法的理由与动机。
