- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:50.26-51.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯讨论了特称肯定命题通过归谬法被证明向自身换位,特称否定命题因在不同质料中缺乏确定性而不发生换位的原因,以及必然前提如何以与实然前提相同的方式换位却在表述结构上有所区别。
" Εἰ γὰρ τὸ Α τινὶ τῶν Β ὑπάρχει." Περὶ τῆς μερικῆς καταφατικῆς νῦν βουλόμενος κατασκευάσαι, ὅτι ἀντιστρέφει πρὸς ἑαυτήν, κέχρηται πάλιν τῇ καθόλου ἀποφατικῇ εἰς ἄτοπον ἀπάγων τὸν λόγον ὡς ἤδη δείξας ἀντιστρέφουσαν αὐτὴν πρὸς ἑαυτήν. ἔστωσαν δὲ ὅροι ὡς ἐπὶ παραδείγματος ἄνθρωπος καὶ λευκόν· εἰ τοίνυν ἄνθρωπος τινὶ λευκῷ ὑπάρχει, καὶ λευκὸν τινὶ ἀνθρώπῳ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενὶ ἀνθρώπῳ λευκὸν ὑπάρχειν· οὐκοῦν καὶ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπάρχει· ἀντιστρέφει γάρ, ὡς δέδεικται. ἦν δὲ καὶ τινί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ἡ μερικὴ καταφατικὴ ἀεὶ πρὸς ἑαυτὴν ἀντιστρέφει. εἰ δὲ ποτὲ καὶ πρὸς τὴν καθόλου ἀντιστρέφει, οὐ δι’ ἑαυτὴν τοῦτο πάσχει ἀλλὰ διὰ τὴν παραληφθεῖσαν ὕλην· οἷον ἄνθρωπος τινὶ ζῴῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ.
“因为如果Α属于某个Β。” 现在,为了确立特称肯定命题向自身换位,由于他已经证明了全称否定命题向自身换位,便再次使用全称否定命题,将论证归谬。设诸项如范例所示为“人”与“白色”;因此,如果人属于某个白色的事物,则白色事物也属于某个人。因为如果这是假的,那么白色事物不属于任何人就是真的;因此人也不属于任何白色的事物;因为正如已经证明的,它换位。但[人]原先曾属于某个;因此同一个事物既属于某个又不属于任何,这是荒谬的。因此,特称肯定命题总是如此向自身换位。但即使它有时也向全称命题换位,这并非由于其自身所致,而是由于所采用的质料;例如,人属于某个动物,而动物属于所有人。
"Εἰ δέ γε τὸ Α τινὶ τῶν Β μὴ ὑπάρχει, οὐκ ἀνάγκη καὶ τὸ Β τινὶ τῶν Α μὴ ὑπάρχειν." Ἐντεῦθεν τὴν μερικὴν στερητικὴν ἐξετάζει, καὶ φησὶ πρὸς μηδεμίαν αὐτὴν ἀντιστρέφειν· τοῦτο δέ, διότι οὔτε πρὸς οὐδεμίαν ὡρισμένως, οὐδ’ ὅτε ἀντιστρέφει ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἄλλην, ἐπὶ πάσης ὕλης τοῦτο ποιεῖ. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης πρὸς ἑαυτὴν ἀντιστρέφει καὶ πρὸς τὴν μερικὴν καταφατικήν· οἷον οὐ πᾶς ἄνθρωπος λευκός, καὶ οὐ πᾶν λευκὸν ἄνθρωπος, ἀλλὰ καὶ τὶ λευκὸν ἄνθρωπος. ἐπὶ δὲ τῆς ἀναγκαίας ὕλης πρὸς τὴν καθόλου καταφατικὴν ποιεῖται τὴν ἀντιστροφήν· οὐ πᾶν ζῷον ἄνθρωπος, καὶ πᾶς ἄνθρωπος ζῷον. ἐπὶ δὲ τῆς ἀδυνάτου πρὸς τὴν καθόλου ἀποφατικήν· οὐ πᾶς λίθος πτερωτός, καὶ οὐδὲν πτερωτὸν λίθος. τὸ δὲ οὐ πᾶς εἴρηται ἐπὶ τῶν τοιούτων ἐν τῷ Περὶ ἑρμηνείας, πῶς λέγεται.1 τὸ γὰρ ‘οὐ πᾶς λίθος πτερωτός’ πρὸς ἀναίρεσιν τῆς πᾶς· εἰπούσης γὰρ ἐκείνης ‘πᾶς λίθος πτερωτός’ αὕτη φησὶν ὅτι ψεῦδός ἐστι τὸ πᾶς καὶ ἀναιρεῖ αὐτὸ διὰ τοῦ ἀρνητικοῦ μορίου, οὐκέτι μέντοι καὶ τὸ τὶς εἰσάγει. διά τοι τοῦτο, λέγω δὲ τὴν ἀοριστίαν αὐτῆς, φησὶν αὐτὴν πρὸς μηδεμίαν ἀντιστρέφειν· εἰ μὴ γὰρ καὶ πρὸς ὡρισμένην ποιοῖτο τὴν ἀντιστροφὴν καὶ ἐπὶ πάσης ὕλης, οὐ λέγεται ἀντιστρέφειν, διότι ἐπιστημονική ἐστιν ἡ τῶν φιλοσόφων διδασκαλία, ἡ δὲ ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ οὐχὶ τῶν μερικῶν.
“然而,如果Α不属于某个Β,则Β也不属于某个Α并非必然。” 从这里开始,他考察特称否定命题,并说它并不向任何命题换位;这是因为,它既不确定地向任何命题[换位],而且即使在它向自身或向另一个命题换位时,也并非在一切质料上都如此行事。因为在偶然质料上,它向自身以及特称肯定命题换位;例如,“并非每个人都是白色的”,且“并非所有白色的都是人”,而且“某个白色的事物是人”。但在必然质料上,它向全称肯定命题进行换位:“并非所有动物都是人”,且“所有人都是动物”。在不可能质料上,它向全称否定命题换位:“并非所有的石头都是有翼的”,且“没有有翼的事物是石头”。关于“并非所有”在此类情形中是如何说的,已在《解释篇》中谈及。因为“并非所有的石头都是有翼的”是为了否定“所有”;因为当那个命题说“所有的石头都是有翼的”时,这个命题声称“所有”是假的,并通过否定小词将其否定,然而并未进而引入“某个”。正是由于这一点,我指的是它的无定性,他说它不向任何命题换位;因为除非它既向确定的命题换位,又在一切质料上如此,否则就不能说它换位,因为哲学家的学说是科学性的,而科学是关于普遍者的,并非关于个别者的。
"Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων. " Τοῦτό φησιν, ὅτι αἱ ἀναγκαῖαι προτάσεις ταῖς ὑπαρχούσαις ὁμοίως ἀντιστρέφουσι. τίνι οὖν διαφέρουσι; τῷ τὴν μὲν τοῦ ὑπάρχειν πρότασιν ἑαυτῇ ἀρκεῖσθαι πρὸς τὴν προφοράν, οἷον Σωκράτης ὑπάρχει, τὴν δὲ ἀναγκαίαν ἐκείνης προσδεῖσθαι,2 οἷον Σωκράτης ἐξ ἀνάγκης ὑπάρχει. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ τὴν τοῦ ὑπάρχειν προτετάχθαι τῆς ἀναγκαίας ὡς ἁπλουστέραν. τρίτη δὲ ἡ ἐνδεχομένη διὰ τὸ περὶ τὸν μέλλοντα εἶναι χρόνον.
“在必然前提的情形下也具有同样的方式。” 他是说:必然前提与实然前提以同样的方式换位。那么它们在何处有别呢?在于实然前提在表述上自足(例如“苏格拉底存在”),而必然前提还需要那个实然前提(例如“苏格拉底必然存在”)。实然前提作为更单纯者而被置于必然前提之前的原因也是相同的。而可能前提位列第三,则是因为它是关涉未来时间的。
- 1.30τὸ δὲ οὐ πᾶς εἴρηται ἐπὶ τῶν τοιούτων ἐν τῷ Περὶ ἑρμηνείας, πῶς λέγεται.
句首的主格短语 τὸ οὐ πᾶς 是前置先取结构(prolepsis),后续间接疑问从句 πῶς λέγεται 的逻辑主语被提前至句首。主句的核心框架是 εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας(已在《解释篇》中谈及),整句结构为:“关于‘并非所有’在此类情形中是如何说的,已在《解释篇》中谈及”。
- 1.31τῷ τὴν μὲν τοῦ ὑπάρχειν πρότασιν ἑαυτῇ ἀρκεῖσθαι πρὸς τὴν προφοράν, οἷον Σωκράτης ὑπάρχει, τὴν δὲ ἀναγκαίαν ἐκείνης προσδεῖσθαι
作为对疑问词 τίνι(在何处/以何)的回答,冠词与格 τῷ 统辖着两个并列的“宾格加不定式”结构(τὴν μὲν... ἀρκεῖσθαι 与 τὴν δὲ... προσδεῖσθαι),构成表示方面或原因的与格。后一从属句中的属格代词 ἐκείνης 指代前文的“实然前提(τὴν τοῦ ὑπάρχειν πρότασιν)”,作为动词 προσδεῖσθαι(还需要……)的属格补足语。
