- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:49.32-50.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《前分析篇》25a17,通过归谬法证明全称肯定命题限制换位为特称肯定命题,并通过在换位中保留包含时态的整个谓项,化解了诸如“老人以前是青年”等反例。
" Εἰ δὲ παντὶ τὸ Α τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α." Ἀποδείξας τὴν ἀντιστροφὴν τῆς καθόλου ἀποφατικῆς νῦν ἀκολούθως μετέρχεται ἐπὶ τὴν καθόλου καταφατικήν, καὶ ἀποδείκνυσιν αὐτὴν μὴ ἀντιστρέφειν πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν. καὶ φησὶν οὕτως· εἰ παντὶ τὸ Α τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α. εἶτα πάλιν ἐκ τοῦ ἀξιώματος τῆς ἀντιφάσεως τῇ εἰς ἄτοπον ἀπαγωγῇ δείκνυσιν οὕτως ἔχουσαν τὴν ἀντιστροφήν. εἰ γὰρ μὴ τινί, δῆλον ὅτι οὐδενὶ τὸ Β τῷ Α. εἰ δὲ οὐδενὶ τὸ Β τῷ Α, οὐδὲ τὸ Α οὐδενὶ τῷ Β· ἐδείχθη γὰρ ἡ καθόλου ἀποφατικὴ πρὸς ἑαυτὴν ἀντιστρέφουσα. ὑπέκειτο δὲ καὶ παντὶ τὸ Α τῷ Β· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενὶ ὑπάρξει, ὅπερ ἄτοπον. ἔστωσαν ἐπὶ ὑποδείγματος ὅροι ζῷον καὶ ἄνθρωπος· εἰ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ ὁ ἄνθρωπος τινὶ ζῴῳ ὑπάρξει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον, λέγω δὲ τὸ οὐδενί· οὐκοῦν ὁ ἄνθρωπος οὐδενὶ ζῴῳ ὑπάρχει. ἐδείχθη δὲ αὕτη ἀντιστρέφουσα πρὸς ἑαυτήν· οὐκοῦν καὶ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ. ἦν δὲ καὶ παντί· τὸ αὐτὸ ἄρα καὶ παντὶ καὶ οὐδενί. ἐπιχειροῦσι δὲ πάλιν καὶ ταύτην διὰ παραδειγμάτων τινὲς ἐλέγχειν τὴν ἀντιστροφὴν λέγοντες οὕτως· πᾶς γέρων νέος ἦν πρότερον· τοῦτο ἀληθές· ἆρα οὖν ἀληθές ἐστι καὶ ἀντιστρέψαντας εἰπεῖν1 ‘τὶς νέος πρεσβύτης ἦν’; οὐδαμῶς. καὶ πάλιν πᾶσα γυνὴ παρθένος ἦν πρότερον· ἀλλ’ ἡ ἀντιστροφὴ οὐκ ἀληθής ‘τὶς παρθένος γυνὴ ἦν’. τὸ δὲ αὐτὸ καὶ πρὸς τούτους ῥητέον ὃ καὶ πρὸς τοὺς ἄλλους· ἀντιστρέφοντες γὰρ ὅλον τὸν κατηγορούμενον ὀρθῶς τὴν ἀντιστροφὴν ποιησόμεθα. ἐν τῇ τοίνυν προτάσει τῇ λεγούσῃ ‘πᾶς γέρων νέος ἦν’ ἐστὶν ὑποκείμενος μὲν ὁ γέρων ἔχων συσσημαινόμενον αὐτῷ τὸν ἐνεστῶτα χρόνον·2 τί γάρ φαμεν; ὅτι πᾶς γέρων ὢν ἐπὶ τοῦ παρόντος· ὁ δὲ κατηγορούμενος ὁ νέος μετὰ χρόνου παρῳχημένου· νέος γὰρ ἦν. οὕτως οὖν ποιησόμεθα τὴν ἀντιστροφὴν φυλάττοντες ἀκεραίους τοὺς ὅρους· τὶς νέος ὢν πρότερον πρεσβύτης ἐστίν, καὶ τὶς παρθένος οὖσα πρότερον γυνή ἐστιν.
“如果Α属于所有Β,则Β也属于某个Α。” 在证明了全称否定命题的换位之后,他现在按照逻辑顺序过渡到全称肯定命题,并证明它并不向自身换位,而是向特称肯定命题换位。他这样说:如果Α属于所有Β,则Β也属于某个Α。然后,他再次依据矛盾公理,通过归谬法证明换位乃是如此。因为如果不属于某个,显然Β不属于任何Α。但如果Β不属于任何Α,则Α也不属于任何Β;因为全称否定命题已被证明向自身换位。然而原先也设定了Α属于所有Β;因此同一个事物将既属于所有也属于无,这是荒谬的。作为范例,设诸项为“动物”与“人”;如果动物述谓所有的人,则人也属于某个动物。因为如果这是假的,那么矛盾对立的命题就是真的,我指的是“不属于任何”;因此人不属于任何动物。然而这个命题已被证明向自身换位;因此动物也不属于任何人。但它原先曾属于所有人;因此同一个事物既属于所有又属于无。 但有些人又试图通过实例来反驳这种换位,这样说道:“每一个老人以前都是青年”;这是真的;那么换位后说“某个青年曾是老人”,难道也是真的吗?绝非如此。又如“每一个妇人以前都是处女”;但换位后的“某个处女曾是妇人”并不是真的。然而对这些人也必须说出对其他人所说过的相同的话:因为通过把整个谓项加以换位,我们将正确地进行换位。因此,在断言“每一个老人曾是青年”的前提中,主项是其自身共同表示着现在时态的“老人”;因为我们说的是什么?乃是“凡在眼下作为老人者”;而谓项则是伴随着过去时态的“青年”;因为他是“曾是青年”。因此,我们保留各项的完好无损,如此进行换位:“某个以前曾是青年的人是老人”,以及“某个以前曾是处女的人是妇人”。
- 1.28ἀντιστρέψαντας εἰπεῖν
宾格分词 ἀντιστρέψαντας 与非人称短语 ἀληθές ἐστι 所统辖的不定词 εἰπεῖν 的未明示的泛指宾格逻辑主语相一致。
- 1.28ἔχων συσσημαινόμενον αὐτῷ τὸν ἐνεστῶτα χρόνον
συσσημαινόμενον 是 συσσημαίνω 的现在被动分词,作宾格宾语 τὸν ἐνεστῶτα χρόνον 的表语性修饰成分,意为“使现在时态作为附带表示之物而伴随着它(主项‘老人’)”。
