← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§48.22-49.31

全称否定换位的表面反例及其证明疑难的解答

菲洛波庞通过将整个谓项置换为主项反驳了全称否定换位的表面反例,并针对亚里士多德证明面临的三大疑难(未证之特称换位的使用、循环论证、未阐明的归谬法),以展示法及直观公理做出了回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#2

ἀλλὰ τοῦτο ψεῦδος. καὶ πάλιν οὐδεμία κολοκύνθα μάχαιραν τέμνει· τοῦτο πάλιν ἀληθές· ἡ δὲ ἀντιστροφὴ οὐκ ἀληθὴς ‘οὐδεμία μάχαιρα κολόκυνθαν τέμνει’. καὶ πάλιν οὐδεὶς κέραμος ἐν οἴνῳ· ἀλλ’ ἡ ἀντιστροφὴ οὐκ ἀληθὴς ‘οὐδεὶς οἶνος ἐν κεράμῳ ἐστί’. φαμὲν οὖν πρὸς ταῦτα ὅτι, εἰ ὑγιῶς ποιησόμεθα κἀπὶ τούτων τὴν ἀντιστροφὴν ὅλον τὸν κατηγορούμενον ἀντιστρέφοντες, εὑρήσομεν καὶ ἐν τούτοις ἀληθεύοντα τὸν λόγον. συνέβη γὰρ ὁ παραλογισμὸς τῷ μὴ ὅλον τὸν κατηγορούμενον ἐν τῇ ἀντιστροφῇ ποιῆσαι ὑποκείμενον·1 εἰ γὰρ ὅλον αὐτὸν ἀντιστρέψομεν, εὑρεθήσεται ὑγιὴς ἡ ἀντιστροφή. τίς οὖν ὁ ὑποκείμενος καὶ τίς ὁ κατηγορούμενος ἐν τῷ λόγῳ τῷ λέγοντι ‘οὐδεὶς τοῖχος ἐν παττάλῳ ἐστίν’; ὑποκείμενος μὲν ὁ τοῖχος, κατηγορούμενος δὲ τὸ ἐν παττάλῳ ὄν. τοῦτο οὖν ὅλον ἐν τῇ ἀντιστροφῇ ποιήσομεν ὑποκείμενον, οὐδὲν ἐν παττάλῳ ὂν τοῖχός ἐστι, καὶ ἔστιν ἀληθὴς ὁ λόγος. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων· οὐδεμία κολοκύνθα μάχαιραν τέμνει· κατηγορεῖται τὸ ‘μάχαιραν τέμνει’· ἀντιστρέφοντες οὖν οὕτως φήσομεν ‘οὐδὲν μάχαιραν τέμνον κολόκυνθά ἐστι’. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· οὐδεὶς κέραμος ἐν οἴνῳ ἐστίν, καὶ οὐδὲν ἐν οἴνῳ ὂν κέραμός ἐστιν. Ἀποροῦσι δέ τινες πρὸς τὴν Ἀριστοτελικὴν δεῖξιν τῆς ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς, πρῶτον μὲν ὅτι ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐχρήσατο τῇ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ πρὸς ἑαυτὴν τούτου μήπω δεδειγμένου· εἶπε γὰρ ‘εἰ γὰρ [ἐν] τινὶ τὸ Β τῶν Α, οἷον τῷ Γ, οὐκ ἀληθὲς ἔσται τὸ μηδενὶ τῶν Β τὸ Α ὑπάρχειν· τὸ γὰρ Γ τῶν Β τί ἐστιν ᾧ ὑπάρχει τὸ Α’. δεύτερον δὲ ὅτι τῇ διαλλήλῳ δείξει ἐχρήσατο· εἰ γὰρ ἐν τῇ δείξει τῆς καθόλου ἀποφατικῆς κέχρηται τῇ μερικῇ καταφατικῇ καὶ ἐν τῇ δείξει τῆς μερικῆς καταφατικῆς τῇ καθόλου ἀποφατικῇ, δῆλον ὅτι διάλληλος ἡ δεῖξις. καὶ τρίτον ὅτι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ κέχρηται μηδὲν ἡμᾶς προδιδάξας περὶ αὐτῆς. λέγομεν οὖν πρὸς τὸ τελευταῖον πρῶτον, ὅτι οὐδὲν θαυμαστὸν εἰ μὴ προδιδάξας περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς κέχρηται αὐτῇ, ἐπεὶ καὶ οἱ γεωμέτραι κεχρημένοι πολλάκις αὐτῇ ἐν τοῖς θεωρήμασιν οὐδὲν περὶ αὐτῆς διδάσκουσιν· ἀρκοῦνται γὰρ ταῖς ἐννοίαις ἡμῶν αἷς ἔχομεν φυσικῶς περὶ αὐτῆς, ἐπεὶ καὶ ἐν τῇ συνηθείᾳ πολλάκις αὐτοφυῶς αὐτῇ κεχρήμεθα. πρὸς δὲ τοὺς λέγοντας, ὅτι ἐν τῇ δείξει τῆς καθόλου ἀποφατικῆς ἐχρήσατο τῇ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ μήπω τοῦτο διδάξας, ἐκεῖνό φαμεν, ὅτι οὐ κατεχρήσατο αὐτῇ ὡς ὁμολογουμένῃ, ἀλλὰ τῇ δι’ ἐκθέσεως δείξει ἐχρήσατο,2 τουτέστι τῇ διὰ τῶν καθ’ ἕκαστα· οὐ γὰρ εἶπεν οὕτως ‘εἰ γὰρ τινὶ τῷ Α τὸ Β, καὶ τὸ Α τινὶ τῷ Β’, ἀλλὰ πῶς; ‘εἰ γὰρ τινὶ τῶν Α τὸ Β, καὶ τὸ Β τῷ Γ’, ὥστε τῇ ἐπαγωγικῇ ἐχρήσατο δείξει. τούτου λυθέντος λέλυται καὶ τὸ λοιπόν· οὐ γὰρ τῇ διαλλήλῳ δείξει ἐχρήσατο. τὴν μὲν γὰρ μερικὴν καταφατικὴν διὰ τῆς καθόλου ἀποφατικῆς δείκνυσιν ὡς ὁμολογουμένης διὰ τὸ προδιδάξαι περὶ αὐτῆς· τὴν δὲ καθόλου ἀποφατικὴν οὐκέτι διὰ τῆς μερικῆς καταφατικῆς ἔδειξε (πῶς γὰρ ἔμελλεν ἀγνοούντων ἡμῶν εἴγε ὅλως ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ μερικὴ καταφατική;),3 ἀλλ’ ὡς εἴρηται, τῇ δι’ ἐκθέσεως δείξει ἐχρήσατο.

但这是假的。又如“没有任何葫芦切刀”,这又是真的;但换位后的“没有任何刀切葫芦”却不是真的。又如“没有任何陶罐在酒里”,但换位后的“没有任何酒在陶罐里”却不是真的。因此我们针对这些反驳说,如果我们在此类情况中也通过换位整个谓项而健全地进行换位,我们就会发现,在这些情况中该命题也是真实的。因为谬误的产生,乃是由于在换位中没有把整个谓项作为主项;因为如果我们把它作为整体加以换位,换位就会被发现是健全的。那么,在断言“没有任何墙在木桩里”的命题中,主项是什么,谓项又是什么?主项是墙,谓项则是“在木桩里之物”。因此我们在换位中把这整个作为主项:“没有任何在木桩里之物是墙”,而该命题是真的。在其余情况中也是如此:“没有任何葫芦切刀”;被述谓的是“切刀”;因此换位后我们将这样说:“没有任何切刀之物是葫芦”。而在其余情况中亦是如此:“没有任何陶罐在酒里”,以及“没有任何在酒里之物是陶罐”。 有些人对亚里士多德关于全称否定命题换位的证明提出了疑难:首先,在归谬法中,他在尚未证明特称肯定命题向自身换位的情况下,就将其当作向自身换位来使用;因为他说:“因为如果Β属于某些Α,例如属于Γ,那么Α不属于任何Β就不会是真的;因为Γ是Β中的某一个,且Α属于它”。第二,他使用了循环证明;因为如果在全称否定命题的证明中使用了特称肯定命题,而在特称肯定命题的证明中使用了全称否定命题,显然该证明是循环证明。第三,他在预先没有向我们讲授任何关于归谬法的情况下就使用了它。因此我们首先针对最后一点说,即便预先没有讲授归谬法就使用它,也毫无奇怪之处,因为几何学家们在定理中频繁使用它,却也未对其讲授任何内容;因为他们满足于我们关于它所天然具有的概念,既然在习惯中我们也常常自然而然地使用它。而对于那些说他在全称否定命题的证明中,尚未讲授特称肯定命题的换位就将其当作换位来使用的人,我们则说:他并没有将其当作公认的前提而滥用,而是使用了展示证明法,也就是通过个别事例的证明;因为他并没有这样说:“因为如果Β属于某个Α,那么Α也属于某个Β”,而是怎么说的?“因为如果Β属于某些Α,则Β也属于Γ”,因此他使用了归纳性的证明。解决了这一点,剩下的疑难也就迎刃而解了;因为他并没有使用循环证明。因为特称肯定命题他是通过全称否定命题来证明的(因预先讲授过它,〔全称否定命题〕被作为公认的前提);而全称否定命题他则不再通过特称肯定命题来证明(因为当我们根本不知道特称肯定命题是否向自身换位时,他又怎能这样做呢?),而是如前所述,他使用了展示证明法。

语法注3 条
  1. 1.27τῷ μὴ ὅλον τὸν κατηγορούμενον ἐν τῇ ἀντιστροφῇ ποιῆσαι ὑποκείμενον

    带冠词不定词与格 τῷ μὴ ... ποιῆσαι 作主句动词 συνέβη 的原因状语。ποιῆσαι 带有双宾语(或宾语补足语)结构,ὅλον τὸν κατηγορούμενον 为直接宾语,ὑποκείμενον 为谓词性宾格。

  2. 1.27οὐ κατεχρήσατο αὐτῇ ὡς ὁμολογουμένῃ, ἀλλὰ τῇ δι’ ἐκθέσεως δείξει ἐχρήσατο,

    由 οὐ κατεχρήσατο ... ἀλλὰ ... ἐχρήσατο 构成的对比结构。动词 καταχράομαι 与 χράομαι 在此均支配与格补足语(αὐτῇ 与 τῇ ... δείξει)。ὡς ὁμολογουμένῃ 表“作为公认/已承认的前提”。

  3. 1.27πῶς γὰρ ἔμελλεν ἀγνοούντων ἡμῶν εἴγε ὅλως ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ μερικὴ καταφατική;

    未完成过去时动词 ἔμελλεν 省略了上下文可补出的不定词(如 ποιεῖν 或 δεικνύναι)。ἀγνοούντων ἡμῶν 为属格独立结构,表伴随状况或原因。εἴγε ὅλως 引导间接疑问从句,意为“究竟是否……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:48.22-49.31