- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:47.12-48.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了亚里士多德如何借助反证法与矛盾公理来证明全称否定命题的简单换位,并介绍了泰奥弗拉斯托斯和欧德谟利用关系概念给出的更简明的证明,以及有人用木桩与墙的例证提出的反驳。
" Εἰ γὰρ τινί, οἷον τῷ Γ, οὐκ ἀληθὲς ἔσται τὸ μηδενὶ τῶν Β τὸ Α ὑπάρχειν." Κατ’ εὐθεῖαν γυμνάσας τὸν λόγον ἐντεῦθεν λοιπὸν καθ’ ὑπόθεσιν λαμβάνει καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ κέχρηται προσχρώμενος τῷ ἀξιώματι τῆς ἀντιφάσεως· ἴσμεν γὰρ ὅτι ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων, ὃ [δ’] ἂν διαφύγῃ τὴν ἀπόφασιν, τοῦτο ἐν τῇ καταφάσει εὑρεθήσεται. εἰ οὖν, φησί, μὴ συγχωρήσει τις πρὸς τὴν καθόλου ἀπόφασιν γενέσθαι τὴν ἀντιστροφήν, τουτέστι πρὸς ἑαυτήν, ἀνάγκη πάντῃ τε καὶ πάντως πρὸς τὴν μερικὴν κατάφασιν γενέσθαι τὴν ἀντιστροφὴν οὕτως· τὸ Α οὐδενὶ τῶν Β ὑπάρχει· λέγω, φησίν, ὅτι καὶ τὸ ἀνάπαλιν οὐδὲ τὸ Β οὐδενὶ τῶν Α ὑπάρξει· εἰ γὰρ τοῦτο, φησί, ψεῦδος, ἀληθὲς δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ τὸ τινί. ἔστω οὖν, φησί, τὸ Β τινὶ τῶν Α ὑπάρχειν. ὑποκείσθω οὖν, φησί, τὸ μέρος τοῦ Α ᾧ ὑπάρχει τὸ Β, οἷον τὸ Γ. εἰ δὲ τοῦτο, τὸ Γ ἄρα κοινὸν μέρος ἐστὶ τοῦ τε Α καὶ τοῦ Β, τοῦ μὲν Β, καθὸ κατηγορεῖται κατ’ αὐτοῦ·1 τὸ γὰρ κατηγορούμενον περιεκτικόν ἐστιν ἐκείνου οὗ κατηγορεῖται, τὸ δὲ περιεχόμενον μέρος ἐστὶ τοῦ περιέχοντος, ὡς ὁ ἄνθρωπος τοῦ ζῴου μέρος· τὸ γὰρ ζῷον τοῦ ἀνθρώπου κατηγορεῖται καὶ περιέχει αὐτόν· ἦν δὲ τὸ αὐτὸ τοῦτο καὶ τοῦ Α μέρος, ἐπειδὴ ἡ ὑπόθεσις τοῦτο παρέσχεν, ὅτι τὸ Γ ὑπάρχει μέρος τοῦ Α. εἰ τοίνυν τὸ Γ καὶ τοῦ Α ἐστὶ μέρος [καὶ τοῦ Β], περιέχεται τὸ Γ ὡς ὑπὸ ὅλου μέρος καὶ ὑπὸ τοῦ Α δι’ αὐτὸ τοῦτο· κατηγορηθήσεται ἄρα τὸ Α κατὰ τοῦ Γ ὄντος μέρους τοῦ Β. ὑπέκειτο δὲ ἐξ ἀρχῆς καὶ μηδενὶ ὑπάρχειν τὸ Α τῷ Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ οὐδενὶ ὑπάρξει καὶ τινί, ὅπερ ἄτοπον. ἵνα δὲ καὶ ἐπὶ ὕλης ὁ λόγος σαφέστερος γένηται, εἴπωμεν οὕτως· ζῷον οὐδενὶ λίθῳ ὑπάρχει· λέγω ὅτι καὶ λίθος οὐδενὶ ζῴῳ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδός ἐστιν, ἀληθὲς πάντως τὸ τινὶ ζῴῳ λίθον ὑπάρχειν. ἔστω οὖν μέρος τοῦ ζῴου, οἷον ὁ ἵππος, ᾧ ὑπάρχει ὁ λίθος, ὥστε εἶναι τὸν ἵππον λίθον. εἰ τοίνυν τι ζῷον λίθος, οἷον ὁ ἵππος, [καὶ λίθος τι ζῷόν ἐστιν ὁ αὐτός] ἐλέγετο δὲ καὶ μηδὲν ζῷον εἶναι λίθον, καὶ οὐδὲν ἄρα ζῷον λίθος καὶ τὶ ζῷον λίθος, ὅπερ ἄτοπον. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης δείκνυσι τὴν καθόλου ἀποφατικὴν πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. οἱ δὲ τοῦ Ἀριστοτέλους ἑταῖροι οἱ περὶ τὸν Θεόφραστον καὶ Εὔδημον σαφέστερον καὶ ἁπλούστερον τὸ αὐτὸ τοῦτο κατασκευάζουσι. φασὶ γὰρ ὅτι, εἰ τὸ Α κατὰ μηδενός ἐστι τοῦ Β, πάντων τῶν μερῶν αὐτοῦ κεχώρισται· τὸ δὲ κεχωρισμένον κεχωρισμένου κεχώρισται·2 ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Α ὑπάρξει. τὸ γὰρ κεχωρισμένον τῶν πρός τί ἐστι· τινὸς γάρ ἐστι κεχωρισμένον· τὰ δὲ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· εἰκότως ἄρα καὶ τὸ Β οὐδενὶ τῷ Α ὑπάρχει. λαμβάνονται δέ τινες τῆς ἀντιστροφῆς3 ὡς μὴ ἀληθευούσης, καὶ διὰ παραδειγμάτων ἐλέγχειν πειρῶνται τὸν λόγον λέγοντες οὕτως· οὐδεὶς τοῖχος ἐν παττάλῳ ἐστί· τοῦτο ἀληθές ἐστιν· ἆρα οὖν, φασί, καὶ ἀντιστρέψαντες ὑγιῶς ἀποφαινόμεθα ‘οὐδεὶς πάτταλος ἐν τοίχῳ’;
“因为如果[属于]某个,例如属于Γ,那么Α不属于任何Β就不会是真的。” 在直接推演了论述之后,从这里开始他依据假定进行论证,并运用反证法,同时利用矛盾公理;因为我们知道,对于矛盾对立的命题而言,凡是脱离否定的,都将在肯定中被发现。他说,因此,如果不承认向全称否定命题换位(即向自身换位),那么完全且无论如何都必然向特称肯定命题换位,如下所示:“Α不属于任何Β”;他说,我说反过来“Β也不属于任何Α”;他说,因为如果这是假的,显然与它矛盾对立的“[属于]某个”就是真的。他说,那么设Β属于某个Α。他说,那么设Α中Β所属于的部分为例如Γ。如果是这样,Γ就是Α和Β共有的部分:属于Β,乃是由于它被用作它的谓项;因为被述谓者包含它所被述谓的对象,而被包含者是包含者的部分,正如人是动物的部分一样;因为动物被用来述谓人并包含人;而这同一个东西也是Α的部分,因为假定提供了这一点,即Γ作为Α的部分而存在。那么,如果Γ既是Α的部分[也是Β的部分],正是由于这一点,Γ作为部分像被整体包容一样被Α所包含;因此Α将被用来述谓作为Β之部分的Γ。但在最初也曾假定Α不属于任何Β;因此同一事物对于同一事物既不属于任何,又属于某个,这是荒谬的。为了使论述在质料上也更加明朗,让我们这样说:“动物不属于任何石头”;我说“石头也不属于任何动物”。因为如果这是假的,那么“石头属于某种动物”就完全是真的。那么设石头所属于的动物的一部分为例如马,以至于马是石头。因此,如果某种动物是石头(例如马是石头)[且同一块石头是某种动物],而此前又说过没有任何动物是石头,那么就既没有任何动物是石头,又有某种动物是石头,这是荒谬的。于是,亚里士多德就是这样证明全称否定命题向自身换位的。而亚里士多德的同道们,即泰奥弗拉斯托斯和欧德谟等人,则更加清晰且更加简单地确立了这同一个结论。因为他们说,如果Α不述谓任何Β,那么它就与它的所有部分相分离;而相分离者与相分离者相分离;因此Β也不会属于任何Α。因为“相分离的”属于关系概念;因为它是与某物相分离的;而关系概念是相对于换位者而言的;因此顺理成章地,Β也不属于任何Α。但有些人指责这种换位并非真实,并试图通过例证来驳斥该论述,他们这样说道:“没有任何墙在木桩里;这是真的;那么,”他们说,“我们换位后断言‘没有任何木桩在墙里’也是健全的吗?”
- 1.27τοῦ μὲν Β, καθὸ κατηγορεῖται κατ’ αὐτοῦ
τοῦ μὲν Β 是承接前文 κοινὸν μέρος ἐστὶ τοῦ τε Α καὶ τοῦ Β 的属格补足语。在 καθὸ κατηγορεῖται κατ’ αὐτοῦ 这一从句中,主语是作为谓项的 Β,κατ’ αὐτοῦ 指代主项 Γ。紧接着的解释(“因为被述谓者包含它所被述谓的对象,而被包含者是包含者的部分”)证实了此处是通过包含关系来论证其为何是“部分”的。
- 1.27τὸ δὲ κεχωρισμένον κεχωρισμένου κεχώρισται
以 τὸ κεχωρισμένον 为主语,κεχωρισμένου 是表示分离或相关的属格:“相分离者与相分离者相分离”。这是一个表达对称关系的命题,构成了后文论述的核心,后文随即解释了“相分离的”属于关系概念(τῶν πρός τι),且是相对于换位者而言的(πρὸς ἀντιστρέφοντα λέγεται)。
- 1.27λαμβάνονται δέ τινες τῆς ἀντιστροφῆς
中动相动词 λαμβάνομαι 带属格(τῆς ἀντιστροφῆς),具有“责难”、“抓住……作为把柄”、“攻击”的习惯用法含义。ὡς μὴ ἀληθευούσης 是表明责难理由的分词从句。
