- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:479.11-481.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解亚里士多德《前分析篇》卷二第27章(69b19–70a3),解释为何异议只在第一格和第三格成立而在第二格不能成立,归纳异议的三种来源(相反、相似、意见),并阐明修辞推论中所用的貌似真实者(似真)与符号(征兆)之区别。
" Ἁπλῶς γὰρ καθόλου μὲν ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου.1" Ἐὰν καθόλου ἀντιθῶμεν, καθολικώτερον ὀφείλει εἶναι τὸ ὑφ’ ἡμῶν ἀντιτεθέν, ἵνα γένηται τὸ πρῶτον σχῆμα· εἰ δὲ μερικῶς ἐνιστάμεθα, ὀφείλομεν μερικὸν εἰπεῖν, ἵνα γένηται τὸ τρίτον σχῆμα. οἷον εἰ μὲν τὸ καθόλου ἦν τῶν ἐναντίων, λάβωμεν τὰ ἀντικείμενα καθολικώτερον ὂν τοῦ ἐναντίου, καὶ γίνεται μέσος ὅρος τὰ ἀντικείμενα· εἰ δὲ μερικῶς, λάβωμεν γνωστὸν καὶ ἄγνωστον, καὶ γίνεται τὸ τρίτον σχῆμα.
“因为简而言之,全称地提出异议者必然针对全称者[提出异议]。” 如果我们全称地对置,由我们所对置的事物必须更为普遍,以便构成第一格;但如果我们特称地提出异议,我们应当说出某个特称的事物,以便构成第三格。例如,如果全称的事物是关于相反者的,我们就取比相反者更为普遍的对立者,对立者便成为中项;但如果是特称地,我们就取可知者与不可知者,于是构成了第三格。
"Οἷον γνωστοῦ καὶ ἀγνώστου μὴ τὴν αὐτήν." Πρὸς γὰρ τὸ γνωστὸν καὶ ἄγνωστον εὑρίσκεται τὰ ἐναντία καθολικώτερα, καὶ οὕτω γίνεται τὸ τρίτον σχῆμα λαμβανόμενον τὸ γνωστὸν καὶ ἄγνωστον.
“例如,可知者与不可知者的那一个不是相同的。” 因为相对于可知者与不可知者,相反者被发现是更为普遍的,通过这样取可知者与不可知者,便构成了第三格。
"Οἷον τὸ γνωστὸν καὶ ἄγνωστον· ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναντίον, ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν.2" Ἐκ τοῦ εἰκότος ἐπάγει ὅτι εἰκότως ἐν πρώτῳ καὶ τρίτῳ γίνεται· εἰ γὰρ ἡ ἔνστασις τὸ ἐναντίον βούλεται συνάξαι, τὰ δὲ ἐναντία ἐν τούτοις τοῖς σχήμασιν ὑπάρχουσιν, οὐκοῦν ἐν τούτοις αἱ ἐνστάσεις. διὰ γὰρ τοῦ μέσου, ἐὰν λέγῃ ἐκεῖνος ἀποφατικὸν συμπέρασμα καὶ θέλωμεν ἐνστῆναι, καταφατικὸν οὐ δυνάμεθα συνάξαι· τούτου χάριν οὐ δυνάμεθα ἐνστῆναι ἐν δευτέρῳ. οὐ μόνον δέ, ἀλλ’ ὅτι καὶ πολλῶν χρεία λόγων, εἰ διὰ τοῦ δευτέρου σχήματος ἐνιστάμεθα· χρεία γὰρ ἀντιστροφῆς, ἵνα δειχθῇ τὸ ζητούμενον (τοῦτο εἶπε ‘χρεία πλείονος λόγου’), εἶτα ἐκ τῆς ἀντιστροφῆς συλλογισμὸν ποιεῖ καὶ τότε ἐνίσταται, ὅπερ ποιοῦμεν διὰ συντόμου ἐν πρώτῳ καὶ τρίτῳ· 〈ἐν γὰρ πρώτῳ καὶ τρίτῳ〉 οὐ χρεία ἐν πολλῇ ὕλῃ ἡμᾶς ἁλίσκεσθαι.
“例如,可知者与不可知者;因为从那些能够推论出相反者的事情出发,我们也企图从这些事情出发来陈述异议。” 他根据合理性推论出,它合乎情理地发生在第一格和第三格中;因为如果异议意图得出相反者,而相反者存在于这些格中,那么异议也就在这些格中。因为通过中[格],如果对方陈述一个否定的结论而我们希望提出异议,我们无法得出肯定的[结论];由于这个缘故,我们无法在第二格中提出异议。不仅如此,而且还因为如果通过第二格提出异议,就需要许多论证;因为为了证明所探求的事物,需要换位(这就是他所说的“需要更多的论证”),然后由换位作出推论,接着才提出异议,而这正是我们在第一格和第三格中简捷地完成的事情;因为[在第一格和第三格中]我们没有必要纠缠于繁多的材料中。
"Ἐπισκεπτέον δὲ καὶ περὶ τῶν ἄλλων ἐνστάσεων." Αἱ ἐνστάσεις ἢ ἐκ τοῦ ἐναντίου, οἷον ὅτι πᾶσα χαρὰ καλόν· λέγω ὅτι ψεῦδος· οὔτε γὰρ πᾶσα λύπη κακόν. οὕτως ἐκ τοῦ ἐναντίου. ἢ ἐκ τοῦ ὁμοίου, ὡς ἐπὶ τῶν κατὰ ἀναλογίαν, ἐπειδὴ ὃν λόγον ἔχει τὸ σημεῖον πρὸς τὴν γραμμήν, τοῦτον τὸν λόγον ἔχει γραμμὴ πρὸς ἐπιφάνειαν. ἐκ τοῦ ὁμοίου μὲν οὖν οὕτως, ὅτι ἡ γραμμὴ τῆς ἐπιφανείας μέρος· λέγω ὅτι ψευδές· οὔτε γὰρ τὸ σημεῖον τῆς γραμμῆς μέρος. ἢ ἐκ τοῦ κατὰ δόξαν, οἷον ὅτι ἡ ψυχὴ θνητή· λέγομεν ὅτι ψευδές· οἱ γὰρ παλαιοὶ φιλόσοφοι δοξάζουσιν αὐτὴν ἀθάνατον.
“也必须考察关于其他异议的情况。” 异议要么出自相反者——例如说“一切快乐都是美好的”;我说这是假的,因为并非一切痛苦都是恶的;这样出自相反者;要么出自相似者,如同在依比例的事物中那样,因为点对线所具有的比例,线对平面也具有这种比例;出自相似者便如下:说“线是平面的部分”;我说这是假的,因为点也不是线的部分;要么出自依据意见者——例如说“灵魂是必死的”;我们说这是假的,因为古代的哲学家们认为它是不死的。
"Καὶ εἰ τὴν ἐν μέρει ἐκ τοῦ πρώτου ἢ τὴν στερητικὴν ἐκ τοῦ μέσου λαμβάνειν δυνατόν." Ἐπειδὴ εἶπε τὴν καθόλου ἐν πρώτῳ, τὴν δὲ μερικὴν ἐν τρίτῳ, σκοπητέον, φησίν, εἰ δυνατὸν καὶ τὸ μερικὸν ἐν πρώτῳ· τὸ γὰρ καθόλου ἐν τρίτῳ οὐ δυνατόν.
“以及是否可能从第一格取得特称的[异议],或从中[格]取得否定的[异议]。” 既然他说全称的在第一格中,特称的在第三格中,他说,就应当考察特称的是否在第一格中也是可能的;因为全称的在第三格中是不可能的。
"Εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν." Ἐπειδὴ οἱ ῥήτορες καὶ δι’ ἐνθυμήματος ἀποδεικνύουσι, τὸ δὲ ἐνθύμημα διὰ εἰκότος καὶ σημείου, τούτου χάριν προδιαλαμβάνει περὶ τοῦ εἰκότος καὶ σημείου. καὶ λέγει εὐθέως τὴν διαφοράν, ἵνα διὰ τῆς διαφορᾶς γνῶμεν ἕκαστον, ὅτι τὸ εἰκός ἐστι πρότασις ἔνδοξος· ὥστε μίαν πρότασιν λαμβάνουσιν οἱ ἐκ τοῦ εἰκότος ἀποδεικνύντες.3 ἐκεῖνο δὲ εἰκὸς λέγουσιν ὃ ὡς ἐπὶ τὸ πολὺ ἢ ἔστιν ἢ οὐκ ἔστιν· οἷον ὡς ἐπὶ τὸ πολὺ μισοῦσιν οἱ φθονούμενοι τοὺς φθονοῦντας, ἢ ὡς ἐπὶ τὸ πολὺ φιλοῦσιν οἱ ἐρῶντες τοὺς ἐρωμένους· φέρεται γάρ τις ἱστορία τοιαύτη, ὅτι ἐρῶν τις τὴν ἐρωμένην ἐφόνευσεν. τὸ δὲ σημεῖον διαιρεῖ εἰς τεκμήριον καὶ ὁμώνυμον σημεῖον. τὸ ὁμώνυμον δὲ σημεῖον ταὐτόν ἐστι τῷ εἰκότι. τὸ δὲ τεκμήριον μετὰ ἀσφαλείας γίνεται ἐν πρώτῳ σχήματι, καὶ εἰ ἀληθές ἐστιν, ἄλυτον γίνεται. [οἷον ἢ τὸ μισεῖν τοὺς φθονοῦντας ἢ τὸ φιλεῖν τοὺς ἐρωμένους.]
“貌似真实者与符号不是同一回事。” 既然修辞学家们也通过省略三段论进行证明,而省略三段论是通过貌似真实者和符号进行的,由于这个缘故,他预先论述关于貌似真实者和符号。他随即指明了两者的区别,以便通过区别使我们认识每一者:貌似真实者是一个公认的前提;因此从貌似真实者进行证明的人取一个前提。人们把在绝大多数情况下存在或不存在的事物称为“貌似真实者”;例如,在绝大多数情况下被嫉妒者憎恨嫉妒者,或者在绝大多数情况下爱者喜爱被爱者;因为流传着这样一个故事,说某个爱者杀死了其被爱者。但他把符号区分为确证与同名的符号。同名的符号与貌似真实者是同一的。而确证则是在第一格中可靠地构成的,并且如果它是真的,便成为不可驳倒的。[例如,要么是憎恨嫉妒者,要么是喜爱被爱者。]
- 5.293Ἁπλῶς γὰρ καθόλου μὲν ἐνιστάμενον ἀνάγκη πρὸς τὸ καθόλου
非人称句式 ἀνάγκη [ἐστί] 支配的“宾格加不定式”结构。分词 ἐνιστάμενον 充当宾格主语,上下文省略了如“提出异议”(ἐνίστασθαι)或“对置”(ἀντιτιθέναι)等不定式。
- 5.295ἐξ ὧν γὰρ ἔστι συλλογίσασθαι τοὐναντίον, ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν
倒置句式,关系从句 ἐξ ὧν... 置于其先行词短语 ἐκ τούτων 之前。主句的核心骨架是 ἐκ τούτων καὶ τὰς ἐνστάσεις ἐπιχειροῦμεν λέγειν(“从这些事情出发,我们也企图陈述异议”)。
- 5.298ὥστε μίαν πρότασιν λαμβάνουσιν οἱ ἐκ τοῦ εἰκότος ἀποδεικνύντες
ὥστε 接直陈式,表示由前述定义(貌似真实者是一个公认的前提)得出的必然结论/结果。它指出了省略三段论在实际推论中通常仅明确给出一个前提的做法。
