← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§477.14-479.10

异议的定义及其在第一格和第三格中的构成

注解菲洛波诺斯讨论亚里士多德《前分析篇》卷二第28章(69a37–69b15)关于“异议”的定义及其性质。他阐明异议是直接反对所提议之前提的前提,并结合具体例证分析其如何作为全称或特称通过第一格和第三格得以构成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.287

" Ἔνστασις δέ ἐστι πρότασις προτάσει ἐναντία." Πληρώσας περὶ τῆς ἀπαγωγῆς νῦν λέγει περὶ τῆς ἐνστάσεως. ἡ δὲ ἔνστασις πρότασίς ἐστιν ἐναντία τῇ προτεθείσῃ προτάσει. διαφέρει δὲ τῆς προτάσεως, ὅτι ἡ μὲν ἔνστασις ἢ τὸ καθόλου ἐναντίον εἰσάγει ἢ τὸ μερικόν, ἡ δὲ πρότασις καθόλου οὖσα οὐ δύναται εἶναι μερική, ἔστι δὲ μερική, οὐχ ὅτε τὸ καθόλου συνάγει, ἀλλ’ ὅτε τὸ μερικόν.1 Ἔνστασις δέ ἐστι πρότασις προτάσει ἐναντία. διαφέρει ἔνστασις ἀνασκευῆς, ὅτι ἡ ἔνστασις προτάσεως, ἡ δὲ ἀνασκευὴ συμπεράσματος.2

“异议是与前提相反的前提。” 在讲完还原之后,他现在讨论异议。异议是与被提出的前提相反的前提。而它与前提的区别在于:异议引入全称的相反或特称的相反,而前提若是全称的就不能是特称的,它是特称的,不是在得出全称的时候,而是在[得出]特称的时候。“异议是与前提相反的前提。”异议与驳斥的区别在于:异议是针对前提的,而驳斥是针对结论的。

§5.288

"Φέρεται δὲ ἡ ἔνστασις διχῶς." Ἡ ἔνστασις διττή, ἢ καθολικὴ ἢ μερική. δείκνυται δὲ διὰ τῶν δύο σχημάτων, πρώτου καὶ τρίτου. εἶτα ἡ ἔνστασις ἀντίθεσίς ἐστι· τὰ δὲ ἀντικείμενα ἐν πρώτῳ καὶ τρίτῳ. ἐὰν οὖν τις λέγῃ ὅτι τόδε παντὶ τῷδε, εἰ μὲν τὸ οὐδενὶ βουλόμεθα ἐνστῆναι, διὰ τοῦ πρώτου σχήματος,3 εἰ δὲ τὸ οὐ παντί, διὰ τοῦ τρίτου. εἰ δὲ λέγει οὐ παντὶ καὶ ἐνστῆναι βουλόμεθα, εἰ μὲν παντί, διὰ τοῦ πρώτου σχήματος, εἰ δὲ τινί, διὰ τοῦ τρίτου. Τὸ δὲ τινὶ μὴ ἐκ τοῦ ἐσχάτου. τὸ δὲ τινὶ μὴ ἀντὶ τοῦ μερικοῦ ἀποφατικοῦ.

“异议以两种方式提出。” 异议是双重的,要么是全称的,要么是特称的。它是通过两个格被证明的,即第一格和第三格。其次,异议是一种对立;而对立者是在第一格和第三格中[被推出的]。因此,如果有人说“这个属于那个的全部”,如果我们希望以“属于无”提出异议,则是通过第一格;但如果以“不属于全部”,则是通过第三格。另一方面,如果他说“不属于全部”而我们希望提出异议,如果以“属于全部”,则是通过第一格;但如果以“属于某个”,则是通过第三格。“而‘不属于某个’出自最后的格”:“不属于某个”是用来代替特称否定命题的。

§5.289

"Οἷον ἔστω τὸ Α μίαν εἶναι ἐπιστήμην." Ἐπὶ παραδείγματος τὰ εἰρημένα παραδίδωσιν. ἔστω μείζων ὅρος μίαν εἶναι ἐπιστήμην, μέσος τὰ ἀντικείμενα, τὰ δὲ ἐναντία ἔσχατος ὅρος. ἐὰν 〈οὖν〉 τις λέγῃ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’ καὶ ἐνστῇς λέγων ὅτι τῶν ἐναντίων μία οὐκ ἔστιν ἐπιστήμη, τοῦτο ἐν πρώτῳ σχήματι. εἰ δὲ τὸ μερικὸν βούλει ἀντιστῆναι, λαμβάνεις μερικὰ ἐναντία, τὸ γνωστόν, εἰ τύχοι, καὶ ἄγνωστον, οὕτως· τὰ ἐναντία γνωστὸν καὶ ἄγνωστον· τὸ γνωστὸν καὶ ἄγνωστον μίαν οὐκ ἔχει ἐπιστήμην· οὐ πάντα ἄρα τὰ ἐναντία μίαν ἔχει ἐπιστήμην, καὶ γίνεται τὸ τρίτον σχῆμα.

“例如,设Α为是一种知识。” 他根据例子来传授所说的内容。设大端项为“是一种知识”,中项为“对立者”,相反者为最后的项。因此,如果有人说“相反者的知识是一”,而你提出异议说相反者的知识不是一,这发生在第一格中。但如果你希望提出特称的反对,你就取特称的相反者——假定是“可知者”与“不可知者”——如下:“相反者是可知者与不可知者;可知者与不可知者不具有一种知识;因此并非所有相反者都具有一种知识”,于是构成了第三格。

§5.290

"Οὐχ ἡ αὐτὴ τῶν ἀντικειμένων." Ἀντὶ τοῦ ‘οὐχ ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων’.

“对立者的不是相同的。” 用来代替“对立者的知识不是相同的”。

§5.291

"Τὰ δὲ ἐναντία ἀντικείμενα ὥστε γίνεσθαι τὸ πρῶτον σχῆμα." Λαμβάνει ὅρους τρεῖς τούτους, μίαν ἐπιστήμην μείζονα ὅρον, ἀντικείμενα μέσον ὅρον, ἐναντία ἐλάττονα ὅρον. ἐὰν οὖν λέγῃ αὐτός, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, καὶ θέλεις ἐνστῆναι, οὕτω λέγεις· τὰ ἐναντία ἀντικείμενα· τὰ δὲ ἀντικείμενα μίαν οὐκ ἔχουσιν ἐπιστήμην· τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη, καὶ γίνεται τὸ πρῶτον σχῆμα. εἰ δὲ μερικῶς θέλεις ἐνστῆναι, λαμβάνεις μερικὰ ἐναντία τὸ γνωστὸν καὶ ἄγνωστον, οἷον ὅτι ταῦτα ἐναντία καὶ ἀντικείμενα· τοῦ δὲ γνωστοῦ καὶ ἀγνώστου μία οὐκ ἔστιν ἐπιστήμη· τῶν ἄρα ἐναντίων οὐ πάντων μία ἐστὶν ἐπιστήμη, καὶ γίνεται τὸ τρίτον σχῆμα. ἐπὶ γὰρ τοῦ γνωστοῦ καὶ ἀγνώστου ἀληθὲς τὸ εἶναι αὐτὰ ἐναντία· τὸ δὲ εἶναι αὐτῶν μίαν ἐπιστήμην ψεῦδος· ἀληθὲς ἄρα τὸ μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην.

“而相反者是对立者,从而构成第一格。” 他取这三个项:“一种知识”作为大端项,“对立者”作为中项,“相反者”作为小端项。因此,如果他自己说相反者的知识是一,而你希望提出异议,你便这样说:“相反者是对立者;但对立者不具有一种知识;因此相反者的知识不是一”,于是构成了第一格。但如果你希望以特称方式提出异议,你就取特称的相反者“可知者”与“不可知者”,例如说这些是相反者且是对立者;“但可知者与不可知者的知识不是一;因此并非对所有相反者而言知识都是一”,于是构成了第三格。因为在可知者与不可知者的情况中,它们是相反者这是真的;而它们的知识是一则是假的;因此它们的知识不是一这是真的。

§5.292

"Πάλιν ἐπὶ τῆς στερητικῆς προτάσεως." Ἐὰν δὲ λέγῃ ἐκεῖνος ὅτι οὐχ ἡ αὐτὴ ἐπιστήμη τῶν ἐναντίων, ἐνστῶμεν οὕτως· τὰ ἐναντία ἀντικείμενα, τῶν ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, οὐκοῦν τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. εἰ δὲ μερικῶς, οὕτως· ἡ νόσος καὶ ἡ ὑγεία ἐναντία, τῆς νόσου καὶ τῆς ὑγείας μία ἐστὶν ἐπιστήμη, τῶν ἐναντίων ἄρα μία ἐστὶν ἐπιστήμη. ὑπάρχει οὕτως τὸ καθόλου διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν διὰ τοῦ τρίτου. [Ἁπλῶς γὰρ ἐν ἅπασι καθόλου μὲν ἐνιστάμενον. παράγγελμα παραδίδωσι καθολικόν, ὅτι ἐὰν καθόλου βούλῃ ἐνστῆναι, τὸ ἐναντίον τῷ προτεινομένῳ ἵνα εἴπῃς, αὐτὸ δὲ ὃ λέγεις ἵνα ᾖ καθολικώτερον τοῦ ἄκρου·4 καὶ οὕτως ὂν καὶ γινόμενον μέσον τὸ πρῶτον γίνεται σχῆμα. ἐὰν δὲ μερικῶς, μερικὸν ὀφείλομέν τι ἀντιθεῖναι, ἵνα εὑρεθῇ ἔσχατος ὅρος, καὶ οὕτω γίνεται τὸ τρίτον σχῆμα.]

“再次,在否定前提的情况下。” 但是,如果对方说相反者的知识不是相同的,我们便这样提出异议:“相反者是对立者;对立者的知识是一;因此相反者的知识是一”。但如果是以特称方式,则如下:“疾病与健康是相反者;疾病与健康的知识是一;因此相反者的知识是一”。全称者就这样通过第一格成立,特称者则通过第三格成立。[“因为简而言之,在一切情况下全称地提出异议者……”:他传授了一条普遍的规则,即如果你希望全称地提出异议,你要说出与被提出的事物相反的事物,且你所说的这一事物本身要比端项更为普遍;既是这样且成为中项,便构成了第一格。但如果是以特称方式,我们应当对置某个特称的事物,以便找到最后的项,这样便构成了第三格。]

语法注4 条
  1. 5.287ἔστι δὲ μερική, οὐχ ὅτε τὸ καθόλου συνάγει, ἀλλ’ ὅτε τὸ μερικόν

    主语承前指 ἡ πρότασις(前提)。承接前句“全称前提不能是特称的”,此处说明特称前提的作用:它不是在推导全称结论时出现,而是在推导特称结论时出现。末尾 ὅτε τὸ μερικόν 之后省略了动词 συνάγει(得出/推导)。

  2. 5.287διαφέρει ἔνστασις ἀνασκευῆς, ὅτι ἡ ἔνστασις προτάσεως, ἡ δὲ ἀνασκευὴ συμπεράσματος

    属格 προτάσεως 与 συμπεράσματος 用作宾格性属格,表示适用的对象或范围。句中蕴含了省略的表语名词或分词(如 ἀνασκευαστική),即异议是针对前提的驳斥,而驳斥是针对结论的。

  3. 5.288εἰ μὲν τὸ οὐδενὶ βουλόμεθα ἐνστῆναι, διὰ τοῦ πρώτου σχήματος

    宾格短语 τὸ οὐδενὶ(即“属于无”这一断言)用作表示内容或手段的宾格(副词性宾格或内宾格),修饰不定词 ἐνστῆναι(提出异议)。在后半句 διὰ τοῦ πρώτου σχήματος 中,省略了动词 γίνεται(产生/构成)或 ἐνιστάμεθα(我们提出异议)。

  4. 5.292τὸ ἐναντίον τῷ προτεινομένῳ ἵνα εἴπῃς, αὐτὸ δὲ ὃ λέγεις ἵνα ᾖ καθολικώτερον τοῦ ἄκρου

    两个 ἵνα 从句(ἵνα εἴπῃς 与 ἵνα ᾖ)用作规范性/指令性从句,具体规定了主句 παράγγελμα παραδίδωσι(传授准则)的内容。在晚期希腊语中,ἵνα 搭配虚拟式常用于表达指示或指令,取代了古典希腊语中 ὅπως 搭配将来时直陈式或虚拟式的用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:477.14-479.10