- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:481.5-483.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》70a7–37,阐释符号与省略三段论的定义,以及符号在三个三段论格中的推论结构与可驳性(第一格不可驳倒,第二格不成推论,第三格因仅得出特称而可被驳倒)。
" Σημεῖον δὲ εἶναι βούλεται πρότασις ἀποδεικτική." Καὶ οἱ ἀποδεικνύντες ἐκ τοῦ σημείου διὰ μιᾶς προτάσεως ἀποδεικνύουσιν· πρότασις γὰρ ἀποδεικτικὴ τὸ σημεῖον, ἢ ἀναγκαία διὰ τὸ τεκμήριον, ἢ ἔνδοξος διὰ τὸ εἰκός· τὸ γὰρ σημεῖον εἰς δύο διαιρεῖται, εἰς εἰκὸς καὶ τεκμήριον. τὸ δὲ σημεῖον τριχῶς νοοῦμεν· ἢ γάρ ἐστιν ὄντος τοῦ πράγματος, οἷον ἅμα τὸ πρᾶγμα καὶ σημεῖον, ὡς τὸ ‘καπνὸς εἰ ἔστι, πῦρ ἔστιν’· ἢ μετὰ τὸ πρᾶγμα τὸ σημεῖον, οἷον τὸ τέφραν εἶναι σημαίνει ὅτι πῦρ ἤδη γέγονεν· ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, πρῶτον δὲ τὸ σημεῖον, ὡς τὸ γάλα ἔχειν τὴν μετὰ δύο ἡμέρας μέλλουσαν τίκτειν.
“但符号意图成为证明性的前提。” 那些从符号进行证明的人也通过一个前提进行证明;因为符号是一个证明性的前提,要么由于是确证而是必然的,要么由于是貌似真实者而是公认的;因为符号被区分为两类,即貌似真实者与确证。而我们从三种方式来理解符号:因为它要么在事物存在时存在——例如事物与符号同时存在,如“若有烟,则有火”;要么符号在事物之后——例如灰烬的存在表明火已经发生;要么事物后发生,而符号在先——如同两天后将要分娩的女人有奶水那样。
"Ἢ ἔνδοξος· οὗ γὰρ ὄντος ἔστιν ἢ οὗ γενομένου πρότερον ἢ ὕστερον [δὲ] γέγονε τὸ πρᾶγμα." Ὑπερβατὸν νοήσομεν τὸ χωρίον· ἢ οὗ γενομένου πρότερον, δηλονότι τοῦ πράγματος, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι, δηλονότι τὸ πρᾶγμα.1
“或是公认的;因为[某种事物]存在时[该事物]存在,或者在[某种事物]发生之前或之后,该事物已经发生。” 我们将把这一处理解为倒装:要么在[某种事物]发生之前——显然是事物——,这是它已经发生的符号——显然是事物。
"Ἐνθύμημα μὲν οὖν ἐστι συλλογισμὸς ἀτελὴς ἐξ εἰκότων ἢ σημείων. λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσαχῶς καὶ τὸ μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῷ πρώτῳ ἢ ὡς ἐν τῷ μέσῳ ἢ ὡς ἐν τῷ τρίτῳ, οἷον τὸ μὲν δεῖξαι κύουσαν διὰ τὸ γάλα ἔχειν ἐκ τοῦ πρώτου σχήματος." Τὸ ἐνθύμημα καὶ διὰ τοῦ πρώτου σχήματος, ὡς τὸ ‘ἥδε γάλα ἔχει, πᾶσα ἡ γάλα ἔχουσα κύει, ἥδε ἄρα κύει’· τοῦτο γίνεται τὸ πρῶτον σχῆμα λαβόντες τὸν μέσον ὅτι γάλα ἔχει.2 ἐν δὲ τῷ τρίτῳ σχήματι δείκνυται τὸ διὰ σημείου οὕτως· ὁ Πιττακὸς σπουδαῖος· ὁ Πιττακὸς σοφός· οἱ ἄρα σοφοὶ σπουδαῖοι. καὶ δῆλον ὅτι παραδείγματος χάριν εἴρηται, ὅτι κατ’ ἀλήθειαν ἐν πρώτῳ σχήματι ἐκ δύο καταφατικῶν καθόλου συνάγομεν, οὐ μέντοι ἐν τρίτῳ.
“因此,省略三段论是出自貌似真实者或符号的不完全推论。而符号以三种方式被取用,与中项在诸格中的取法一样多;因为要么如同在第一格中,要么如同在中[格]中,要么如同在第三格中,例如通过有奶水表明怀孕是出自第一格。” 省略三段论也通过第一格[进行],如同“此妇人有奶水;凡有奶水者皆怀孕;因此此妇人怀孕”;通过取“有奶水”为中项,这就构成了第一格。而在第三格中,通过符号[的论证]如下表明:“皮塔库斯是优秀的;皮塔库斯是智慧的;因此智慧者是优秀的。”显而易见,这是为了举例而说的,因为在真情上,在第一格中我们从两个肯定[前提]全称地得出结论,但在第三格中绝非如此。
"Ἐφ’ ᾧ τὸ Α σπουδαῖοι, ἐφ’ ᾧ τὸ Β οἱ σοφοί." Ὥσπερ οἱ φιλόσοφοι ἀποδεικνύουσι διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς, οὕτω καὶ οἱ ῥήτορες διὰ σημείου, ἤτοι παραδείγματος, ἢ δι’ ἐνθυμήματος. καὶ τὴν αὐτὴν ἔχει ἀναλογίαν τὸ ἐνθύμημα πρὸς τὸν συλλογισμόν, ἣν ἔχει τὸ παράδειγμα πρὸς τὴν ἐπαγωγήν.
“在其中以Α代表优秀者,以Β代表智慧者。” 正如哲学家们通过推论或通过归纳进行证明,修辞学家们也通过符号(即例证)或通过省略三段论进行证明。并且省略三段论对于推论所具有的比例,与例证对于归纳所具有的比例是相同的。
"Πλὴν τὸ μὲν οὐ λέγουσι." Οὐ λέγουσι τὸ ὁμολογούμενον, ‘ὁ Πιττακὸς σοφός’.
“只是前一前提他们不说。” 他们不说那件公认的事,“皮塔库斯是智慧的”。
"Τὸ δὲ κύειν, ὅτι ὠχρά." Διὰ τοῦ δευτέρου σχήματος τὸ διὰ σημείου δείκνυται οὕτως· ἡ γυνὴ ἡ κύουσα ὠχρά ἐστιν· ἥδε δὲ ὠχρά ἐστιν· κύει ἄρα. καὶ εἴρηται χάριν παραδείγματος, ἐπεὶ κατ’ ἀλήθειαν ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία ἐκ δύο καταφατικῶν. διὰ τοῦτο καὶ ἔσχατον εἶπε τοῦτο τὸ σχῆμα.
“而从面色苍白[表明]怀孕。” 通过第二格,通过符号[的论证]如下表明:“怀孕的女人是面色苍白的;此妇人是面色苍白的;因此她怀孕了。”这也是为了举例而说的,因为在真情上,在第二格中从两个肯定[前提]构成的组合是不成推论的。由于这个缘故,他也把这个格称为最后的[格]。
"Ἐὰν μὲν οὖν ἡ μία λεχθῇ πρότασις, σημεῖον γίνεται μόνον." Εἰ μὲν μίαν λάβωσι πρότασιν, σημεῖον γίνεται, εἰ δὲ καὶ τὴν ἄλλην, συλλογισμός. παράδειγμα δὲ τούτου ἐπάγει, ὅτι συλλογισμός ἐστιν, ἐὰν καὶ ἄλλην λάβῃς πρότασιν.
“因此,如果说出了一个前提,便只构成符号。” 如果他们取一个前提,便构成符号;但如果也取另一个前提,便构成推论。并且他提出了关于这一点的例证,即如果你也取另一个前提,它就是推论。
"Οὕτω μὲν οὖν γίνονται οἱ συλλογισμοί." Οὐκ ἀνασκευάζεται ὁ διὰ τοῦ πρώτου σχήματος δεικνύμενος, ἀλλὰ ἄλυτος μένει· τεκμήριον γὰρ γίνεται τὸ σημεῖον, ἐὰν ᾖ ἀληθές. ὁ δὲ διὰ τοῦ ἐσχάτου ἀνασκευάζεται. διὰ τί; διὰ τὸ μὴ καθόλου αὐτὸν συλλογίζεσθαι· λύσιμος δέ, ἐὰν τὸ μερικὸν συλλογίζηται. ὁ δὲ διὰ τοῦ μέσου ἀεὶ ἀνασκευάζεται· ἐκ γὰρ δύο καταφατικῶν οὐδέποτε ἐν δευτέρῳ ὤφθη συλλογιστικῆς συζυγίας συλλογισμός.
“因此,推论就是这样构成的。” 通过第一格所表明的推论不被驳倒,而是保持为不可驳倒的;因为符号如果为真,便成为确证。但通过最后的[格]构成的推论会被驳倒。为什么?因为未能全称地推论;但如果它推论出特称的,也是可驳倒的。而通过中[格]构成的推论则总是被驳倒;因为在第二格中,从两个肯定[前提]构成推论性组合的推论从未被见到过。
"Οὐδέποτε γὰρ γίνεται συλλογισμὸς οὕτως ἐχόντων τῶν ὅρων." Οὐδέποτε γίνεται συλλογισμὸς τῶν προτάσεων καταφατικῶν οὐσῶν ἐν δευτέρῳ σχήματι· οὐδὲ γὰρ εἰ ἡ κύουσα ὠχρά, ἤδη καὶ αὕτη κύει ἐξ ἀνάγκης.
“因为当诸项处于这种关系时,绝不会产生推论。” 在第二格中当前提是肯定的时候,绝不会产生推论;因为即使怀孕的女人是面色苍白的,此妇人也绝非必然就已经怀孕。
"Ἀληθὲς μὲν οὖν ἐν ἅπασιν ὑπάρξει τοῖς σημείοις." Ὡς εἰρήκαμεν, ἐν πᾶσι τοῖς σχήμασι δείκνυται ἡ διὰ σημείου δεῖξις. ἔχουσι δὲ ὡς εἴρηται, ὅτι ἐν πρώτῳ ἀεί, 〈εἰ〉 ἀληθὴς ἡ δεῖξις, ἄλυτος ὁ συλλογισμός, ἐν δευτέρῳ δὲ ἀεὶ ἀσυλλόγιστος, ἐν τρίτῳ δὲ ποτέ, ὅτι ἀεὶ μερικά.
“因此,为真将在一切符号中存在。” 如我们所说,通过符号的表明在所有格中都被展示出来。它们的情况正如所说:在第一格中总是如此,如果表明为真,推论便不可驳倒;在第二格中总是绝不成推论;而在第三格中则是时而[被驳倒],因为[其结论]总是特称的。
- 5.300Ὑπερβατὸν νοήσομεν τὸ χωρίον· ἢ οὗ γενομένου πρότερον, δηλονότι τοῦ πράγματος, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι, δηλονότι τὸ πρᾶγμα.
注疏者在此澄清亚里士多德原文(70a8–9:ἢ οὗ γενομένου πρότερον ἢ ὕστερον γέγονε τὸ πρᾶγμα)中的倒装(hyperbaton)结构。他通过补出主语 τὸ πρᾶγμα,理清由属格绝对结构 οὗ γενομένου 引出的从句与主句谓语动词 γέγονε 之间关于事物与符号先后发生的时间关系。
- 5.301τοῦτο γίνεται τὸ πρῶτον σχῆμα λαβόντες τὸν μέσον ὅτι γάλα ἔχει
分词 λαβόντες(阳性复数主格)在语法上与主语 τοῦτο(中性单数)不一致,而是构成了依意合构(constructio ad sensum),其逻辑主语是指称构建推论的“我们”或论辩者。
